- 底本
- Platonis Opera Tomus IV: Tetralogia VIII. Burnet, John, editor. Oxford: Clarendon Press, 1905.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg031.humanitext-grc2:37-38
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
宇宙の魂が自らの構成要素(同一なるもの、異なるもの、実在)を用いていかに認識と判断を行い、理性や知識をもたらすかが説明される。また、創造神は永遠なる手本に倣って、天の運行とともに規則正しく流れる「時間」と、その単位を測るための天体(太陽、月、惑星)を創造する。
ΤΙ. καὶ τὸ μὲν δὴ σῶμα ὁρατὸν οὐρανοῦ γέγονεν, αὐτὴ δὲ ἀόρατος μέν, λογισμοῦ δὲ μετέχουσα καὶ ἁρμονίας ψυχή, τῶν νοητῶν ἀεί τε ὄντων ὑπὸ τοῦ ἀρίστου ἀρίστη γενομένη τῶν γεννηθέντων.1 ἅτε οὖν ἐκ τῆς ταὐτοῦ καὶ τῆς θατέρου φύσεως ἔκ τε οὐσίας τριῶν τούτων συγκραθεῖσα μοιρῶν, καὶ ἀνὰ λόγον μερισθεῖσα καὶ συνδεθεῖσα, αὐτή τε ἀνακυκλουμένη πρὸς αὑτήν, ὅταν οὐσίαν σκεδαστὴν ἔχοντός τινος ἐφάπτηται καὶ ὅταν ἀμέριστον,2 λέγει κινουμένη διὰ πάσης ἑαυτῆς ὅτῳ τʼ ἄν τι ταὐτὸν ᾖ καὶ ὅτου ἂν ἕτερον, πρὸς ὅτι τε μάλιστα καὶ ὅπῃ καὶ ὅπως καὶ ὁπότε συμβαίνει κατὰ τὰ γιγνόμενά τε πρὸς ἕκαστον ἕκαστα εἶναι καὶ πάσχειν καὶ πρὸς τὰ κατὰ ταὐτὰ ἔχοντα ἀεί. λόγος δὲ ὁ κατὰ ταὐτὸν ἀληθὴς γιγνόμενος περί τε θάτερον ὂν καὶ περὶ τὸ ταὐτόν, ἐν τῷ κινουμένῳ ὑφʼ αὑτοῦ φερόμενος3 ἄνευ φθόγγου καὶ ἠχῆς, ὅταν μὲν περὶ τὸ αἰσθητὸν γίγνηται καὶ ὁ τοῦ θατέρου κύκλος ὀρθὸς ἰὼν εἰς πᾶσαν αὐτοῦ τὴν ψυχὴν διαγγείλῃ, δόξαι καὶ πίστεις γίγνονται βέβαιοι καὶ ἀληθεῖς, ὅταν δὲ αὖ περὶ τὸ λογιστικὸν ᾖ καὶ ὁ τοῦ ταὐτοῦ κύκλος εὔτροχος ὢν αὐτὰ μηνύσῃ, νοῦς ἐπιστήμη τε ἐξ ἀνάγκης ἀποτελεῖται· τούτω δὲ ἐν ᾧ τῶν ὄντων ἐγγίγνεσθον, ἄν ποτέ τις αὐτὸ ἄλλο πλὴν ψυχὴν εἴπῃ, πᾶν μᾶλλον ἢ τἀληθὲς ἐρεῖ. ὡς δὲ κινηθὲν αὐτὸ καὶ ζῶν ἐνόησεν τῶν ἀιδίων θεῶν γεγονὸς ἄγαλμα ὁ γεννήσας πατήρ, ἠγάσθη τε καὶ εὐφρανθεὶς ἔτι δὴ μᾶλλον ὅμοιον πρὸς τὸ παράδειγμα ἐπενόησεν ἀπεργάσασθαι. καθάπερ οὖν αὐτὸ τυγχάνει ζῷον ἀίδιον ὄν, καὶ τόδε τὸ πᾶν οὕτως εἰς δύναμιν ἐπεχείρησε τοιοῦτον ἀποτελεῖν. ἡ μὲν οὖν τοῦ ζῴου φύσις ἐτύγχανεν οὖσα αἰώνιος, καὶ τοῦτο μὲν δὴ τῷ γεννητῷ παντελῶς προσάπτειν οὐκ ἦν δυνατόν· εἰκὼ δʼ ἐπενόει κινητόν τινα αἰῶνος ποιῆσαι, καὶ διακοσμῶν ἅμα οὐρανὸν ποιεῖ μένοντος αἰῶνος ἐν ἑνὶ κατʼ ἀριθμὸν ἰοῦσαν αἰώνιον εἰκόνα, τοῦτον ὃν δὴ χρόνον ὠνομάκαμεν. ἡμέρας γὰρ καὶ νύκτας καὶ μῆνας καὶ ἐνιαυτούς, οὐκ ὄντας πρὶν οὐρανὸν γενέσθαι, τότε ἅμα ἐκείνῳ συνισταμένῳ τὴν γένεσιν αὐτῶν μηχανᾶται· ταῦτα δὲ πάντα μέρη χρόνου, καὶ τό τʼ ἦν τό τʼ ἔσται χρόνου γεγονότα εἴδη, ἃ δὴ φέροντες λανθάνομεν ἐπὶ τὴν ἀίδιον οὐσίαν οὐκ ὀρθῶς.
ティマイオス:そして、天の身体は目に見えるものとして生じたが、魂そのものは目に見えず、理性と調和にあずかるものであり、永遠に存在する知性的なものどものうちで最善なる者によって、生み出されたものどものうちで最善のものとして生み出されたのである。それゆえ、魂は「同一なるもの」と「異なるもの」の性質、および「実在」というこれら三つの部分から混和され、比率に従って分割され結合されたので、自ら自らのうちへと回転しつつ、分散された実在をもつものに触れるときも、非分割的なものに触れるときも、自ら全体を動かしながら、あるものが何と同一であり、何と異なるのか、また、生成するもののそれぞれ、および常に同一の状態にあるものそれぞれに対して、何に対して、どこで、どのように、いつ、各々が存在し、また作用を受けることになるのかを語るのである。そして、「異なるもの」に関しても「同一なるもの」に関しても同様に真実となる言論が、自らによって動かされるものの内部で、声も響きもなしに運ばれるとき、それが感覚的なものに関するものであり、「異なるもの」の円が正しく運行してその魂全体に告げ知らせるときには、確固とした真実の思い込みと確信が生じる。他方、それが理知的なものに関するものであり、「同一なるもの」の円が滑らかに回転してそれらを指し示すときには、理性と知識が必然的に完成される。これら二つのものが存在するもののうちで生じる場所について、もし誰かがそれを魂以外の何かであると言うなら、その者は真実とはまったく異なることを言うことになるだろう。生みの親である父は、それが動き、生きているのを、永遠の神々の生み出された像として認めたとき、驚嘆し、大いに喜んで、それを手本にさらに似たものに仕上げようと考えた。そこで、その手本自体が永遠の生きものであるのと同様に、この宇宙をもできる限りそのようなものとして完成させようと試みた。さて、その生きものの本性は永遠であったが、この性質を、生み出されたものに完全に付与することは不可能であった。そこで神は、永遠の動く模像を造ろうと考え、天を整えると同時に、一なるもののうちにとどまる永遠から、数に従って進む永遠の模像を造ったが、これこそ私たちが「時間」と名づけたものにほかならない。というのも、昼と夜、月と年などは、天が生まれる前には存在しなかったが、神は天が構築されるのと同時に、それらの生成を考案されたからである。これらはすべて時間の部分であり、「〜であった」とか「〜であろう」というのも、時間の生み出された形式であって、私たちは気づかずに、これらを永遠の実在に対して誤って適用しているのである。
ΤΙ. λέγομεν γὰρ δὴ ὡς ἦν ἔστιν τε καὶ ἔσται, τῇ δὲ τὸ ἔστιν μόνον κατὰ τὸν ἀληθῆ λόγον προσήκει, τὸ δὲ ἦν τό τʼ ἔσται περὶ τὴν ἐν χρόνῳ γένεσιν ἰοῦσαν πρέπει λέγεσθαι—κινήσεις γάρ ἐστον,4 τὸ δὲ ἀεὶ κατὰ ταὐτὰ ἔχον ἀκινήτως οὔτε πρεσβύτερον οὔτε νεώτερον προσήκει γίγνεσθαι διὰ χρόνου οὐδὲ γενέσθαι ποτὲ οὐδὲ γεγονέναι νῦν οὐδʼ εἰς αὖθις ἔσεσθαι, τὸ παράπαν τε οὐδὲν ὅσα γένεσις τοῖς ἐν αἰσθήσει φερομένοις προσῆψεν, ἀλλὰ χρόνου ταῦτα αἰῶνα μιμουμένου καὶ κατʼ ἀριθμὸν κυκλουμένου γέγονεν εἴδη—καὶ πρὸς τούτοις ἔτι τὰ τοιάδε, τό τε γεγονὸς εἶναι γεγονὸς5 καὶ τὸ γιγνόμενον εἶναι γιγνόμενον, ἔτι τε τὸ γενησόμενον εἶναι γενησόμενον καὶ τὸ μὴ ὂν μὴ ὂν εἶναι, ὧν οὐδὲν ἀκριβὲς λέγομεν. περὶ μὲν οὖν τούτων τάχʼ ἂν οὐκ εἴη καιρὸς πρέπων ἐν τῷ παρόντι διακριβολογεῖσθαι. χρόνος δʼ οὖν μετʼ οὐρανοῦ γέγονεν, ἵνα ἅμα γεννηθέντες ἅμα καὶ λυθῶσιν, ἄν ποτε λύσις τις αὐτῶν γίγνηται, καὶ κατὰ τὸ παράδειγμα τῆς διαιωνίας φύσεως, ἵνʼ ὡς ὁμοιότατος αὐτῷ κατὰ δύναμιν ᾖ· τὸ μὲν γὰρ δὴ παράδειγμα πάντα αἰῶνά ἐστιν ὄν, ὁ δʼ αὖ διὰ τέλους τὸν ἅπαντα χρόνον γεγονώς τε καὶ ὢν καὶ ἐσόμενος. ἐξ οὖν λόγου καὶ διανοίας θεοῦ τοιαύτης πρὸς χρόνου γένεσιν, ἵνα γεννηθῇ χρόνος, ἥλιος καὶ σελήνη καὶ πέντε ἄλλα ἄστρα, ἐπίκλην ἔχοντα πλανητά, εἰς διορισμὸν καὶ φυλακὴν ἀριθμῶν χρόνου γέγονεν· σώματα δὲ αὐτῶν ἑκάστων ποιήσας ὁ θεὸς ἔθηκεν εἰς τὰς περιφορὰς ἃς ἡ θατέρου περίοδος ᾔειν, ἑπτὰ οὔσας ὄντα ἑπτά, σελήνην μὲν εἰς τὸν περὶ γῆν πρῶτον, ἥλιον δὲ εἰς τὸν δεύτερον ὑπὲρ γῆς, ἑωσφόρον δὲ καὶ τὸν ἱερὸν Ἑρμοῦ λεγόμενον εἰς τάχει μὲν ἰσόδρομον ἡλίῳ κύκλον ἰόντας, τὴν δὲ ἐναντίαν εἰληχότας αὐτῷ δύναμιν· ὅθεν καταλαμβάνουσίν τε καὶ καταλαμβάνονται κατὰ ταὐτὰ ὑπʼ ἀλλήλων ἥλιός τε καὶ ὁ τοῦ Ἑρμοῦ καὶ ἑωσφόρος. τὰ δʼ ἄλλα οἷ δὴ καὶ διʼ ἃς αἰτίας ἱδρύσατο, εἴ τις ἐπεξίοι πάσας, ὁ λόγος πάρεργος ὢν πλέον ἂν ἔργον ὧν ἕνεκα λέγεται παράσχοι. ταῦτα μὲν οὖν ἴσως τάχʼ ἂν κατὰ σχολὴν ὕστερον τῆς ἀξίας τύχοι διηγήσεως·
ティマイオス:というのも、私たちは永遠の実在が「〜であった」「〜である」「〜であろう」と言ってしまうが、真実の言葉に従えば、「〜である」だけがそれにふさわしく、他方、「〜であった」と「〜であろう」は、時間の中で進む生成について言われるのが適切だからである。なぜなら、それらは運動だからであり、動くことなく常に同一の状態にあるものが、時間を経て年老いたり若返ったりすることはあり得ず、かつてそうなったことも、今そうなっていることも、将来そうなることもあり得ず、要するに、生成が感覚の中で運ばれるものどもに付与したすべての性質を帯びることはないからである。これらは、永遠を模倣し、数に従って循環する時間の形式として生じたものにすぎない。そして、これらに加えてさらに、生じたものは「生じたものである」とし、生じつつあるものは「生じつつあるものである」とし、さらに将来生じるものは「将来生じるものである」とし、非存在は「非存在である」とするような表現も同様であるが、私たちはこれらをどれも正確に語ってはいない。もっとも、これらの事柄については、おそらく現在は精密に論じるのにふさわしい時機ではないだろう。いずれにせよ、時間は天と同時に生じた。それは、同時に生み出された両者が、もし万一それらの解体が起こることがあるならば、同時に解体されるようにするためであり、また、時間がその永遠の本性の手本に倣って造られ、できる限りそれに酷似するようにするためであった。というのも、手本はすべての永遠にわたって存在するものであるのに対し、時間は他方、終局に至るまですべての時間を通じて、生じたものであり、存在し、また存在するであろうものであるからである。このような、時間の誕生に向けられた神の意図と配慮から、時間が生まれるために、太陽と月、そして「惑星」という呼び名を持つ他の五つの星が、時間の数を決定し維持するために生み出された。神はこれらそれぞれの身体を造ると、「異なるもの」の巡行が辿る軌道(それは七つの軌道であり、星も七つであった)へと配置した。月を地球の周りの第一の軌道に、太陽を地球の上の第二の軌道に、そして明けの明星(金星)と、ヘルメスに捧げられたとされる聖なる星(水星)を、太陽と等しい速度で走るが、太陽とは反対の力を与えられた軌道に配置した。そのため、太陽とヘルメスの星と明けの明星は、同じように互いに追いつき、追い越されるのである。他の星々について、神がそれらをどこに、いかなる原因で配置したかについては、もしすべてを詳述しようとするなら、その説明は本筋から逸れた付け足しでありながら、本来語られるべき本論以上の労力を要することになるだろう。これらについては、おそらく後で十分な時間があるときに、相応の記述をするのがよいだろう。
- 37aτῶν νοητῶν ἀεί τε ὄντων ὑπὸ τοῦ ἀρίστου ἀρίστη γενομένη τῶν γεννηθέντων
τῶν νοητῶν ἀεί τε ὄντων(永遠に存在する知性的なものどものうちで)は、構造上、(1) 後続の ὑπὸ τοῦ ἀρίστου(最善なる者によって)に係るか(すなわち「知性的なものどもの中で最善なる者によって」)、あるいは (2) τῶν γεννηθέντων と並列して ἀρίστη に係るか(すなわち「知性的なものどもの中から、最善のものとして生み出された」)の解釈が分かれる。ここでは、デミウルゴスを「知性的存在のうちで最善のもの」と呼ぶプラトンの他の箇所との整合性から、(1) の解釈を採用し、「永遠に存在する知性的存在のうちで最善なる者(=創造神)によって」と訳した。
- 37aὅταν οὐσίαν σκεδαστὴν ἔχοντός τινος ἐφάπτηται καὶ ὅταν ἀμέριστον
οὐσίαν σκεδαστὴν ἔχοντος(分散された実在をもつもの)は、35aにおける「身体の周りで分割される実在」を指す表現。対置される ἀμέριστον(分割されないもの)は、同じく35aの「分割されない実在」に対応する。この文では、魂が認識(接触)の対象とする二つの対極的な存在のあり方が、実在の分割可能性に基づいて対比的に表現されている。
- 37bλόγος δὲ ὁ κατὰ ταὐτὸν ἀληθὴς γιγνόμενος ... ἐν τῷ κινουμένῳ ὑφʼ αὑτοῦ φερόμενος
主格の λόγος(言論)から始まる文だが、後続の節が ὅταν μὲν ... δόξαι ... γίγνονται(〜のときには、思いが生じる)および ὅταν δὲ αὖ ... νοῦς ... ἀποτελεῖται(〜のときには、理性が完成される)という別の主語を持つ動格構造になっているため、この λόγος は文法的な主格独立(anacoluthon)として機能している。言論(ロゴス)そのものが、これら二つの認知状態(思いと知識)として展開されることを構造的に示している。
- 38aκινήσεις γάρ ἐστον
動詞 ἐστον は三人称双数形であり、その主語は直前の ἦν(〜であった)と ἔσται(〜であろう)である。過去と未来という時間の二つの相が、静止した永遠の実在(αἰών)に対比される「運動(変化)」であることを、双数形を用いることで明示している。
- 38bτό τε γεγονὸς εἶναι γεγονὸς
「生じたものは生じたものであるとする」という表現は、現在の動詞 εἶναι(〜である)を過去(γέγονεν)や未来(γενήσεται)の出来事、あるいは非存在(μὴ ὄν)に不適切に適用することを批判している。プラトンはここで、厳密な存在論的意味において「〜である(ἔστιν)」と言えるのは、永遠不変の実在のみであり、時間的・生成的なものに「〜である」を用いることは正確ではない(οὐδὲν ἀκριβὲς λέγομεν)と指摘している。
