§32ΤΙ. ὁπόταν γὰρ ἀριθμῶν τριῶν εἴτε ὄγκων εἴτε δυνάμεων ὡντινωνοῦν ᾖ τὸ μέσον, ὅτιπερ τὸ πρῶτον πρὸς αὐτό, τοῦτο αὐτὸ πρὸς τὸ ἔσχατον, καὶ πάλιν αὖθις, ὅτι τὸ ἔσχατον πρὸς τὸ μέσον, τὸ μέσον πρὸς τὸ πρῶτον, τότε τὸ μέσον μὲν πρῶτον καὶ ἔσχατον γιγνόμενον, τὸ δʼ ἔσχατον καὶ τὸ πρῶτον αὖ μέσα ἀμφότερα, πάνθʼ οὕτως ἐξ ἀνάγκης τὰ αὐτὰ εἶναι συμβήσεται, τὰ αὐτὰ δὲ γενόμενα ἀλλήλοις ἓν πάντα ἔσται.
提迈欧:因为,无论在任何三个数量、体积还是力量中,只要其中间项满足:第一项与它的比,正如它与最后一项的比;反之亦然,最后一项与中间项的比,正如中间项与第一项的比;那么,由于中间项变成了第一项和最后一项,而最后一项和第一项又都变成了中间项,这样,所有这些项必然会变为相同的,而既然它们彼此变得相同,它们就将全部合而为一。
εἰ μὲν οὖν ἐπίπεδον μέν, βάθος δὲ μηδὲν ἔχον ἔδει γίγνεσθαι τὸ τοῦ παντὸς σῶμα, μία μεσότης ἂν ἐξήρκει τά τε μεθʼ αὑτῆς συνδεῖν καὶ ἑαυτήν, νῦν δὲ στερεοειδῆ γὰρ αὐτὸν προσῆκεν εἶναι, τὰ δὲ στερεὰ μία μὲν οὐδέποτε, δύο δὲ ἀεὶ μεσότητες συναρμόττουσιν·
因此,如果宇宙的身体只需要成为一个平面,没有任何深度,那么一个中间项就足以将其自身与同它在一起的项结合起来;但事实上,因为宇宙应当是立体的,而立体绝不能仅靠一个中间项来协调,而是始终需要两个中间项。
οὕτω δὴ πυρός τε καὶ γῆς ὕδωρ ἀέρα τε ὁ θεὸς ἐν μέσῳ θείς, καὶ πρὸς ἄλληλα καθʼ ὅσον ἦν δυνατὸν ἀνὰ τὸν αὐτὸν λόγον ἀπεργασάμενος, ὅτιπερ πῦρ πρὸς ἀέρα, τοῦτο ἀέρα πρὸς ὕδωρ, καὶ ὅτι ἀὴρ πρὸς ὕδωρ, ὕδωρ πρὸς γῆν, συνέδησεν καὶ συνεστήσατο οὐρανὸν ὁρατὸν καὶ ἁπτόν.
正是这样,神将水和空气置于火与土之间,并使它们尽可能彼此具有相同的比例,即火与空气之比,等于空气与水之比,而空气与水之比,又等于水与土之比,从而将一个可见且可触的天联结并构建起来。
καὶ διὰ ταῦτα ἔκ τε δὴ τούτων τοιούτων καὶ τὸν ἀριθμὸν τεττάρων τὸ τοῦ κόσμου σῶμα ἐγεννήθη διʼ ἀναλογίας ὁμολογῆσαν, φιλίαν τε ἔσχεν ἐκ τούτων, ὥστε εἰς ταὐτὸν αὑτῷ συνελθὸν ἄλυτον ὑπό του ἄλλου πλὴν ὑπὸ τοῦ συνδήσαντος γενέσθαι.
并且由于这些原因,宇宙的身体是由这四个数量的元素,通过比例的协调而生成的,并由此获得了友爱,以至于它与自身融为一体,除了将其联结起来的建造者之外,不能被任何其他人解体。
τῶν δὲ δὴ τεττάρων ἓν ὅλον ἕκαστον εἴληφεν ἡ τοῦ κόσμου σύστασις.
宇宙的构建完全接纳了这四个元素中的每一个整体。
ἐκ γὰρ πυρὸς παντὸς ὕδατός τε καὶ ἀέρος καὶ γῆς συνέστησεν αὐτὸν ὁ συνιστάς, μέρος οὐδὲν οὐδενὸς οὐδὲ δύναμιν ἔξωθεν ὑπολιπών, τάδε διανοηθείς, πρῶτον μὲν ἵνα ὅλον ὅτι μάλιστα ζῷον τέλεον ἐκ τελέων τῶν μερῶν εἴη, §33ΤΙ. πρὸς δὲ τούτοις ἕν, ἅτε οὐχ ὑπολελειμμένων ἐξ ὧν ἄλλο τοιοῦτον γένοιτʼ ἄν, ἔτι δὲ ἵνʼ ἀγήρων καὶ ἄνοσον ᾖ, κατανοῶν ὡς συστάτῳ σώματι θερμὰ καὶ ψυχρὰ καὶ πάνθʼ ὅσα δυνάμεις ἰσχυρὰς ἔχει περιιστάμενα ἔξωθεν καὶ προσπίπτοντα ἀκαίρως λύει καὶ νόσους γῆράς τε ἐπάγοντα φθίνειν ποιεῖ.
因为构建者是用全部的火、水、空气和土构建了它,没有留下任何元素的任何部分或力量在外面,他这样考虑:首先,为了使它尽可能是一个由完全的部分组成的、完全的整体生命体;提迈欧:其次,使它是单一的,因为没有留下任何可以产生另一个类似世界的材料;再者,使它免于衰老和疾病,因为他认识到,对于一个合成的身体,如果外面包围着的、具有强大力量的冷热之物在不合时宜时侵袭它,就会使其解体,并通过引入疾病和衰老使其走向衰亡。
διὰ δὴ τὴν αἰτίαν καὶ τὸν λογισμὸν τόνδε ἕνα ὅλον ὅλων ἐξ ἁπάντων τέλεον καὶ ἀγήρων καὶ ἄνοσον αὐτὸν ἐτεκτήνατο.
正是出于这个原因和这种思量,他把宇宙塑造成一个由所有整体组成的、单一的、完全的、免于衰老和疾病的整体。
σχῆμα δὲ ἔδωκεν αὐτῷ τὸ πρέπον καὶ τὸ συγγενές.
并且他赋予了它那合适且同类的形状。
τῷ δὲ τὰ πάντα ἐν αὑτῷ ζῷα περιέχειν μέλλοντι ζῴῳ πρέπον ἂν εἴη σχῆμα τὸ περιειληφὸς ἐν αὑτῷ πάντα ὁπόσα σχήματα·
而对于那个将要在其自身内部包容所有生命体的生命体来说,合适的形状应当是那个在自身内部包容了所有形状的形状。
διὸ καὶ σφαιροειδές, ἐκ μέσου πάντῃ πρὸς τὰς τελευτὰς ἴσον ἀπέχον, κυκλοτερὲς αὐτὸ ἐτορνεύσατο, πάντων τελεώτατον ὁμοιότατόν τε αὐτὸ ἑαυτῷ σχημάτων, νομίσας μυρίῳ κάλλιον ὅμοιον ἀνομοίου.
因此,他将它塑造成球形,使其从中心到各个边缘的距离在各个方向上都相等,在所有形状中,这是最完美、最像自身的,因为他认为相似之物比不相似之物要美好无数倍。
λεῖον δὲ δὴ κύκλῳ πᾶν ἔξωθεν αὐτὸ ἀπηκριβοῦτο πολλῶν χάριν.
并且由于许多原因,他使其外部的整个外圈都极其光滑。
ὀμμάτων τε γὰρ ἐπεδεῖτο οὐδέν, ὁρατὸν γὰρ οὐδὲν ὑπελείπετο ἔξωθεν, οὐδʼ ἀκοῆς, οὐδὲ γὰρ ἀκουστόν· πνεῦμά τε οὐκ ἦν περιεστὸς δεόμενον ἀναπνοῆς, οὐδʼ αὖ τινος ἐπιδεὲς ἦν ὀργάνου σχεῖν ᾧ τὴν μὲν εἰς ἑαυτὸ τροφὴν δέξοιτο, τὴν δὲ πρότερον ἐξικμασμένην ἀποπέμψοι πάλιν.
因为它不需要眼睛,因为外面没有留下任何可见之物,也不需要耳朵,因为没有任何可听之物;也没有需要呼吸的周围空气,它同样也不需要任何器官来接纳食物进入自身,或者排出先前已消化的残渣。
ἀπῄει τε γὰρ οὐδὲν οὐδὲ προσῄειν αὐτῷ ποθεν—οὐδὲ γὰρ ἦν—αὐτὸ γὰρ ἑαυτῷ τροφὴν τὴν ἑαυτοῦ φθίσιν παρέχον καὶ πάντα ἐν ἑαυτῷ καὶ ὑφʼ ἑαυτοῦ πάσχον καὶ δρῶν ἐκ τέχνης γέγονεν·
因为没有任何东西从它那里流出,也没有任何东西从任何地方流入它——因为根本没有这样的东西——它是被艺术精心制作的,以自身的衰退作为自身的食物,并且在自身内部以及由自身来承受和运作一切。
ἡγήσατο γὰρ αὐτὸ ὁ συνθεὶς αὔταρκες ὂν ἄμεινον ἔσεσθαι μᾶλλον ἢ προσδεὲς ἄλλων.
因为构建者认为,宇宙自给自足,要比依赖其他事物更好。
χειρῶν δέ, αἷς οὔτε λαβεῖν οὔτε αὖ τινα ἀμύνασθαι χρεία τις ἦν, μάτην οὐκ ᾤετο δεῖν αὐτῷ προσάπτειν, οὐδὲ ποδῶν οὐδὲ ὅλως τῆς περὶ τὴν βάσιν ὑπηρεσίας.
至于手,它既不需要拿取什么,也不需要防御任何人,因此他认为不应该徒劳地给它安上手,同样也不需要脚,或者任何用于站立和行走的辅助。