Humanitext Reader

柏拉图 · 蒂迈欧篇 §24-25

古代雅典的社会秩序与击退亚特兰蒂斯

第 5 段,共 41 段 · 希腊语

内容简介

克里底亚描述了女神在雅典建立的社会体制与国家秩序,并讲述了古代雅典如何击败来自亚特兰蒂斯的傲慢入侵,从而解放地中海世界的伟绩。

§24ΚΡ. τὸ δʼ ἀκριβὲς περὶ πάντων ἐφεξῆς εἰς αὖθις κατὰ σχολὴν αὐτὰ τὰ γράμματα λαβόντες διέξιμεν.
克里底亚:至于所有这些事情的精确细节,我们稍后有空时,会亲自拿着文献按顺序仔细阅读。
τοὺς μὲν οὖν νόμους σκόπει πρὸς τοὺς τῇδε· πολλὰ γὰρ παραδείγματα τῶν τότε παρʼ ὑμῖν ὄντων ἐνθάδε νῦν ἀνευρήσεις, πρῶτον μὲν τὸ τῶν ἱερέων γένος ἀπὸ τῶν ἄλλων χωρὶς ἀφωρισμένον, μετὰ δὲ τοῦτο τὸ τῶν δημιουργῶν, ὅτι καθʼ αὑτὸ ἕκαστον ἄλλῳ δὲ οὐκ ἐπιμειγνύμενον δημιουργεῖ, τό τε τῶν νομέων καὶ τὸ τῶν θηρευτῶν τό τε τῶν γεωργῶν.
首先,你可以将你们的法律与这里的法律进行对比;因为你现在会在这里发现许多当时在你们中间存在的法律先例。 第一是与其他阶层分开的祭司阶层;其次是工匠阶层,他们每个部分都独立从事自己的手艺,不与其他阶层混杂;此外还有牧人阶层、猎人阶层,以及农民阶层。
καὶ δὴ καὶ τὸ μάχιμον γένος ᾔσθησαί που τῇδε ἀπὸ πάντων τῶν γενῶν κεχωρισμένον, οἷς οὐδὲν ἄλλο πλὴν τὰ περὶ τὸν πόλεμον ὑπὸ τοῦ νόμου προσετάχθη μέλειν·
确实,你一定也注意到这里的战士阶层与其他所有阶层分开,法律规定他们除了战争事务之外,不得关注任何其他事情。
ἔτι δὲ ἡ τῆς ὁπλίσεως αὐτῶν σχέσις ἀσπίδων καὶ δοράτων, οἷς ἡμεῖς πρῶτοι τῶν περὶ τὴν Ἀσίαν ὡπλίσμεθα, τῆς θεοῦ καθάπερ ἐν ἐκείνοις τοῖς τόποις παρʼ ὑμῖν πρώτοις ἐνδειξαμένης.
此外,还有他们装备盾牌和长矛的武装方式,我们是亚洲人中最早装备这些武器的,因为女神正如在那些地方最早向你们指示一样,也最早向我们指示了这些。
τὸ δʼ αὖ περὶ τῆς φρονήσεως, ὁρᾷς που τὸν νόμον τῇδε ὅσην ἐπιμέλειαν ἐποιήσατο εὐθὺς κατʼ ἀρχὰς περί τε τὸν κόσμον, ἅπαντα μέχρι μαντικῆς καὶ ἰατρικῆς πρὸς ὑγίειαν ἐκ τούτων θείων ὄντων εἰς τὰ ἀνθρώπινα ἀνευρών, ὅσα τε ἄλλα τούτοις ἕπεται μαθήματα πάντα κτησάμενος.
再者,关于智慧,你一定看到了这里的法律从一开始就在宇宙秩序上付出了多么大的关切,它从这些神圣的事物中发现了应用于人类事务的一切,直到占卜和增进健康的医术,并获得了所有随之而来的其他学问。
ταύτην οὖν δὴ τότε σύμπασαν τὴν διακόσμησιν καὶ σύνταξιν ἡ θεὸς προτέρους ὑμᾶς διακοσμήσασα κατῴκισεν, ἐκλεξαμένη τὸν τόπον ἐν ᾧ γεγένησθε, τὴν εὐκρασίαν τῶν ὡρῶν ἐν αὐτῷ κατιδοῦσα, ὅτι φρονιμωτάτους ἄνδρας οἴσοι·
因此,女神当时在为你们首先安排了这整套秩序和组织之后,便把你们安置下来,她选出了你们所诞生的那个地方,因为她看到该地四季气候的温和,将会孕育出最聪慧的人。
ἅτε οὖν φιλοπόλεμός τε καὶ φιλόσοφος ἡ θεὸς οὖσα τὸν προσφερεστάτους αὐτῇ μέλλοντα οἴσειν τόπον ἄνδρας, τοῦτον ἐκλεξαμένη πρῶτον κατῴκισεν.
由于女神既喜爱战争又喜爱智慧,她便选出了那个将会孕育出最像她的男人的地方,并首先将你们安置在那里。
ᾠκεῖτε δὴ οὖν νόμοις τε τοιούτοις χρώμενοι καὶ ἔτι μᾶλλον εὐνομούμενοι πάσῃ τε παρὰ πάντας ἀνθρώπους ὑπερβεβληκότες ἀρετῇ, καθάπερ εἰκὸς γεννήματα καὶ παιδεύματα θεῶν ὄντας.
于是,你们便居住在那里,使用着这样的法律,并享有更好的法治,在一切德行上超越了所有人类,正如作为神的后代和受神教育者所应有的一样。
πολλὰ μὲν οὖν ὑμῶν καὶ μεγάλα ἔργα τῆς πόλεως τῇδε γεγραμμένα θαυμάζεται, πάντων μὴν ἓν ὑπερέχει μεγέθει καὶ ἀρετῇ·
你们城邦的许多伟大功绩被记录在这里并受到赞叹,然而在所有这些功绩中,有一个在规模和卓越上超越了其他的一切。
λέγει γὰρ τὰ γεγραμμένα ὅσην ἡ πόλις ὑμῶν ἔπαυσέν ποτε δύναμιν ὕβρει πορευομένην ἅμα ἐπὶ πᾶσαν Εὐρώπην καὶ Ἀσίαν, ἔξωθεν ὁρμηθεῖσαν ἐκ τοῦ Ἀτλαντικοῦ πελάγους.
因为记录写道,你们的城邦曾经阻止了怎样的一股势力,这股势力从外面的亚特兰蒂斯海出发,傲慢地同时向整个欧洲和亚洲进犯。
§25ΚΡ. τότε γὰρ πορεύσιμον ἦν τὸ ἐκεῖ πέλαγος· νῆσον γὰρ πρὸ τοῦ στόματος εἶχεν ὃ καλεῖτε, ὥς φατε, ὑμεῖς Ἡρακλέους στήλας, ἡ δὲ νῆσος ἅμα Λιβύης ἦν καὶ Ἀσίας μείζων, ἐξ ἧς ἐπιβατὸν ἐπὶ τὰς ἄλλας νήσους τοῖς τότε ἐγίγνετο πορευομένοις, ἐκ δὲ τῶν νήσων ἐπὶ τὴν καταντικρὺ πᾶσαν ἤπειρον τὴν περὶ τὸν ἀληθινὸν ἐκεῖνον πόντον.
克里底亚:因为在那个时候,那片海洋是可以航行的;在你们所说的被称为“赫拉克勒斯之柱”的入口前,有一座岛屿,这座岛屿比利比亚和亚洲加起来还要大,从那里当时的航行者可以渡到其他岛屿,并从这些岛屿到达那片环绕着真正海洋的对岸的整个大陆。
τάδε μὲν γάρ, ὅσα ἐντὸς τοῦ στόματος οὗ λέγομεν, φαίνεται λιμὴν στενόν τινα ἔχων εἴσπλουν· ἐκεῖνο δὲ πέλαγος ὄντως ἥ τε περιέχουσα αὐτὸ γῆ παντελῶς ἀληθῶς ὀρθότατʼ ἂν λέγοιτο ἤπειρος.
因为在我们所说的这个入口内侧的这一边,看起来只是一个有着狭窄入口的港口;而那一边才是真正的海洋,包围着它的土地则完全可以最真实、最正确地被称为大陆。
ἐν δὲ δὴ τῇ Ἀτλαντίδι νήσῳ ταύτῃ μεγάλη συνέστη καὶ θαυμαστὴ δύναμις βασιλέων, κρατοῦσα μὲν ἁπάσης τῆς νήσου, πολλῶν δὲ ἄλλων νήσων καὶ μερῶν τῆς ἠπείρου· πρὸς δὲ τούτοις ἔτι τῶν ἐντὸς τῇδε Λιβύης μὲν ἦρχον μέχρι πρὸς Αἴγυπτον, τῆς δὲ Εὐρώπης μέχρι Τυρρηνίας.
在这座亚特兰蒂斯岛上,形成了一个巨大而令人惊异的国王同盟势力,统治着整座岛屿,以及许多其他岛屿和大陆的部分地区;此外,对于这内侧的区域,他们在非洲统治到埃及边境,在欧洲统治到第勒尼安。
αὕτη δὴ πᾶσα συναθροισθεῖσα εἰς ἓν ἡ δύναμις τόν τε παρʼ ὑμῖν καὶ τὸν παρʼ ἡμῖν καὶ τὸν ἐντὸς τοῦ στόματος πάντα τόπον μιᾷ ποτὲ ἐπεχείρησεν ὁρμῇ δουλοῦσθαι.
这股全部集结为一体的势力,曾经企图以一次攻势,将你们的地区、我们的地区以及入口内侧的所有土地全部奴役。
τότε οὖν ὑμῶν, ὦ Σόλων, τῆς πόλεως ἡ δύναμις εἰς ἅπαντας ἀνθρώπους διαφανὴς ἀρετῇ τε καὶ ῥώμῃ ἐγένετο·
索伦啊,就在那时,你们城邦的力量在德行和力量上向全人类展露无遗。
πάντων γὰρ προστᾶσα εὐψυχίᾳ καὶ τέχναις ὅσαι κατὰ πόλεμον, τὰ μὲν τῶν Ἑλλήνων ἡγουμένη, τὰ δʼ αὐτὴ μονωθεῖσα ἐξ ἀνάγκης τῶν ἄλλων ἀποστάντων, ἐπὶ τοὺς ἐσχάτους ἀφικομένη κινδύνους, κρατήσασα μὲν τῶν ἐπιόντων τρόπαιον ἔστησεν, τοὺς δὲ μήπω δεδουλωμένους διεκώλυσεν δουλωθῆναι, τοὺς δʼ ἄλλους, ὅσοι κατοικοῦμεν ἐντὸς ὅρων Ἡρακλείων, ἀφθόνως ἅπαντας ἠλευθέρωσεν.
因为它在勇气和所有战争艺术上都居于众人之首,有时领导希腊人,有时在其他人叛离时被迫独立支撑,在经历了最极端的危险之后,它战胜了入侵者并树立了胜利纪念碑,不仅阻止了那些尚未被奴役的人被奴役,还慷慨地解放了居住在赫拉克勒斯边界内的我们所有其他人。
ὑστέρῳ δὲ χρόνῳ σεισμῶν ἐξαισίων καὶ κατακλυσμῶν γενομένων, μιᾶς ἡμέρας καὶ νυκτὸς χαλεπῆς ἐπελθούσης, τό τε παρʼ ὑμῖν μάχιμον πᾶν ἁθρόον ἔδυ κατὰ γῆς, ἥ τε Ἀτλαντὶς νῆσος ὡσαύτως κατὰ τῆς θαλάττης δῦσα ἠφανίσθη·
但在后来的时间里,发生了异常剧烈的地震和洪水,在仅仅一个悲惨的一日一夜里,你们所有的战士都在一瞬间沉入地下,而亚特兰蒂斯岛也同样沉入海中消失了。
διὸ καὶ νῦν ἄπορον καὶ ἀδιερεύνητον γέγονεν τοὐκεῖ πέλαγος, πηλοῦ κάρτα βραχέος ἐμποδὼν ὄντος, ὃν ἡ νῆσος ἱζομένη παρέσχετο.
因此,即使在今天,那里的海洋也是无法通行和无法探测的,因为岛屿下沉时产生的极浅的泥沙成了阻碍。
τὰ μὲν δὴ ῥηθέντα, ὦ Σώκρατες, ὑπὸ τοῦ παλαιοῦ Κριτίου κατʼ ἀκοὴν τὴν Σόλωνος, ὡς συντόμως εἰπεῖν, ἀκήκοας·
苏格拉底啊,简而言之,你现在已经听到了年长的克里底亚根据索伦的传闻所讲述的事情。
λέγοντος δὲ δὴ χθὲς σοῦ περὶ πολιτείας τε καὶ τῶν ἀνδρῶν οὓς ἔλεγες, ἐθαύμαζον ἀναμιμνῃσκόμενος αὐτὰ ἃ νῦν λέγω, κατανοῶν ὡς δαιμονίως ἔκ τινος τύχης οὐκ ἄπο σκοποῦ συνηνέχθης τὰ πολλὰ οἷς Σόλων εἶπεν.
昨天当你在谈论政体和你所描述的那些人时,我一边回想着我现在所讲的这些事情,一边感到惊讶,我意识到由于某种不可思议的机缘,你所说的许多事情竟然与索伦所说的如此惊人地吻合,绝非不着边际。

词汇与语法注释

  1. 24bτῆς θεοῦ ... ἐνδειξαμένης — 属格独立结构(genitive absolute)。它与前置词短语“καθάπερ ἐν ἐκείνοις τοῖς τόποις παρʼ ὑμῖν πρώτοις”连用,表示女神在埃及“正如”最先在雅典人那里展示的一样展示了武装。
  2. 24cοἴσοι — 间接引语中的将来祈愿(future optative),源于主句动词(过去时分词“κατιδοῦσα”)所引导的从句(ὅτι-从句)中的将来直陈式“οἴσει”。其主语是“ὁ τόπος”(土地),表达了“该土地将孕育出极聪慧之人”的预见。
  3. 25aὃ καλεῖτε ... Ἡρακλέους στήλας — 关系代词“ὅ”与其先行词“τοῦ στόματος”(中性单数)一致。插入语“ὥς φατε, ὑμεῖς”(如你们所说)与“Ἡρακλέους στήλας”(宾格)连用,构成了受“καλεῖτε”支配的双宾格结构,即“你们称之为赫拉克勒斯之柱的入口”。
  4. 25dὃν ἡ νῆσος ἱζομένη παρέσχετο — 关系代词“ὅν”的先行词是“πηλοῦ”(虽然是属格独立结构中的属格)。分词“ἱζομένη”是现在中动/被动语态,意为“下沉”或“塌陷”,描述了岛屿沉没的过程。

引用这一段

柏拉图, 蒂迈欧篇 §24-25. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg031.humanitext-grc2:24-25

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。