Humanitext Reader

柏拉图 · 蒂迈欧篇 §21

梭伦带回的关于古代雅典伟大功绩的传说

第 3 段,共 41 段 · 希腊语

内容简介

克里底亚回忆起他的祖父克里底亚在年老时讲述的关于雅典失落的古代历史的故事。该故事源自梭伦,他从埃及塞斯的神官那里听到了雅典在古代所完成的、由于时间流逝而被世人遗忘的伟大功绩。

§21ΚΡ. πρὸς δὲ Κριτίαν τὸν ἡμέτερον πάππον εἶπεν, ὡς ἀπεμνημόνευεν αὖ πρὸς ἡμᾶς ὁ γέρων, ὅτι μεγάλα καὶ θαυμαστὰ τῆσδʼ εἴη παλαιὰ ἔργα τῆς πόλεως ὑπὸ χρόνου καὶ φθορᾶς ἀνθρώπων ἠφανισμένα, πάντων δὲ ἓν μέγιστον, οὗ νῦν ἐπιμνησθεῖσιν πρέπον ἂν ἡμῖν εἴη σοί τε ἀποδοῦναι χάριν καὶ τὴν θεὸν ἅμα ἐν τῇ πανηγύρει δικαίως τε καὶ ἀληθῶς οἷόνπερ ὑμνοῦντας ἐγκωμιάζειν.
克里底亚:他是对我们的祖父克里底亚说的,正如那位老人向我们回忆并讲述的那样,这个城邦有许多古老、伟大而奇妙的功绩,由于时间和人类的毁灭而消逝了,而其中有一件最大的功绩,倘若我们现在予以忆及,对我们而言,既是向你表达谢意,同时在节日里公正而真实地歌颂并赞美这位女神,也是再合适不过的了。
ΣΩ. εὖ λέγεις.
苏格拉底:说得好。
ἀλλὰ δὴ ποῖον ἔργον τοῦτο Κριτίας οὐ λεγόμενον μέν, ὡς δὲ πραχθὲν ὄντως ὑπὸ τῆσδε τῆς πόλεως ἀρχαῖον διηγεῖτο κατὰ τὴν Σόλωνος ἀκοήν;
但是,克里底亚根据梭伦的传闻,所讲述的这个并非传说、而是确实由这个城邦在古代所完成的伟大功绩,究竟是哪一个呢?
ΚΡ. ἐγὼ φράσω, παλαιὸν ἀκηκοὼς λόγον οὐ νέου ἀνδρός.
克里底亚:我将告诉你,这是从一位不年轻的人那里听来的古老故事。
ἦν μὲν γὰρ δὴ τότε Κριτίας, ὡς ἔφη, σχεδὸν ἐγγὺς ἤδη τῶν ἐνενήκοντα ἐτῶν, ἐγὼ δέ πῃ μάλιστα δεκέτης·
因为正如他所说,当时克里底亚已经接近九十岁了,而我大约十岁。
ἡ δὲ Κουρεῶτις ἡμῖν οὖσα ἐτύγχανεν Ἀπατουρίων.
那天正好是阿帕图里亚节的克雷奥蒂斯日。
τὸ δὴ τῆς ἑορτῆς σύνηθες ἑκάστοτε καὶ τότε συνέβη τοῖς παισίν· ἆθλα γὰρ ἡμῖν οἱ πατέρες ἔθεσαν ῥαψῳδίας.
节日里照例发生的事情在那时也发生在孩子们身上:我们的父亲为我们设立了朗诵诗歌的比赛。
πολλῶν μὲν οὖν δὴ καὶ πολλὰ ἐλέχθη ποιητῶν ποιήματα, ἅτε δὲ νέα κατʼ ἐκεῖνον τὸν χρόνον ὄντα τὰ Σόλωνος πολλοὶ τῶν παίδων ᾔσαμεν.
许多诗人的许多诗作都被朗诵了,由于梭伦的诗在当时很新颖,我们许多孩子都歌唱了它。
εἶπεν οὖν τις τῶν φρατέρων, εἴτε δὴ δοκοῦν αὐτῷ τότε εἴτε καὶ χάριν τινὰ τῷ Κριτίᾳ φέρων, δοκεῖν οἱ τά τε ἄλλα σοφώτατον γεγονέναι Σόλωνα καὶ κατὰ τὴν ποίησιν αὖ τῶν ποιητῶν πάντων ἐλευθεριώτατον.
于是我们同宗族的一位成员说道——不知是因为他当时确实这样认为,还是为了向克里底亚表示某种讨好——在他看来,梭伦不仅在其他事情上最智慧,而且在诗歌创作上也是所有诗人中最自由高贵的。
ὁ δὴ γέρων— σφόδρα γὰρ οὖν μέμνημαι—μάλα τε ἥσθη καὶ διαμειδιάσας εἶπεν· εἴ γε, ὦ Ἀμύνανδρε, μὴ παρέργῳ τῇ ποιήσει κατεχρήσατο, ἀλλʼ ἐσπουδάκει καθάπερ ἄλλοι, τόν τε λόγον ὃν ἀπʼ Αἰγύπτου δεῦρο ἠνέγκατο ἀπετέλεσεν, καὶ μὴ διὰ τὰς στάσεις ὑπὸ κακῶν τε ἄλλων ὅσα ηὗρεν ἐνθάδε ἥκων ἠναγκάσθη καταμελῆσαι, κατά γε ἐμὴν δόξαν οὔτε Ἡσίοδος οὔτε Ὅμηρος οὔτε ἄλλος οὐδεὶς ποιητὴς εὐδοκιμώτερος ἐγένετο ἄν ποτε αὐτοῦ.
那位老人——因为我确实记得非常清楚——非常高兴,微笑着说: “阿米南德罗斯啊,如果他没有把诗歌仅仅当作余兴消遣,而是像其他人那样认真对待,并完成了他从埃及带回这里的那个故事,而且没有因为他回来时在这里发现的党争和其他灾祸而被迫搁置它的话,那么依我看,无论是赫西俄德、荷马还是任何其他诗人,都绝不可能比他更有名望。
τίς δʼ ἦν ὁ λόγος, ἦ δʼ ὅς, ὦ Κριτία;
” “那么,克里底亚,”那人问道,“那个故事是什么呢?
ἦ περὶ μεγίστης, ἔφη, καὶ ὀνομαστοτάτης πασῶν δικαιότατʼ ἂν πράξεως οὔσης, ἣν ἥδε ἡ πόλις ἔπραξε μέν, διὰ δὲ χρόνον καὶ φθορὰν τῶν ἐργασαμένων οὐ διήρκεσε δεῦρο ὁ λόγος.
” “那是一个,”他回答道,“最理所当然地可以被称为所有行动中最大、最著名的行动,虽然这个城邦确实完成了它,但由于时间和完成者的消逝,这个故事没能流传到今天。
λέγε ἐξ ἀρχῆς, ἦ δʼ ὅς, τί τε καὶ πῶς καὶ παρὰ τίνων ὡς ἀληθῆ διακηκοὼς ἔλεγεν ὁ Σόλων.
” “从头讲起吧,”那人说道,“梭伦到底说了什么,他是如何听到的,又是从谁那里听来并将其作为真理讲述的。
ἔστιν τις κατʼ Αἴγυπτον, ἦ δʼ ὅς, ἐν τῷ Δέλτα, περὶ ὃν κατὰ κορυφὴν σχίζεται τὸ τοῦ Νείλου ῥεῦμα Σαϊτικὸς ἐπικαλούμενος νομός, τούτου δὲ τοῦ νομοῦ μεγίστη πόλις Σάις—ὅθεν δὴ καὶ Ἄμασις ἦν ὁ βασιλεύς—οἷς τῆς πόλεως θεὸς ἀρχηγός τίς ἐστιν, Αἰγυπτιστὶ μὲν τοὔνομα Νηίθ, Ἑλληνιστὶ δέ, ὡς ὁ ἐκείνων λόγος, Ἀθηνᾶ·
” “在埃及,”他说道,“在三角洲地区,在尼罗河水流分岔的顶点周围,有一个被称为塞斯(Saitic)的行省,这个行省最大的城市是塞斯——也就是阿玛西斯国王的家乡。 城里的居民有一位女神作为他们的始祖;她的埃及名字叫内特,而在希腊语中,照他们的说法,叫雅典娜。
μάλα δὲ φιλαθήναιοι καί τινα τρόπον οἰκεῖοι τῶνδʼ εἶναί φασιν.
他们非常喜爱雅典人,并声称在某种程度上与这里的人同族。 ”

词汇与语法注释

  1. 21aοὗ νῦν ἐπιμνησθεῖσιν πρέπον ἂν ἡμῖν εἴη — 关系代词属格 `οὗ`(其先行词为 `ἓν μέγιστον,`)受不定过去时被动分词 `ἐπιμνησθεῖσιν` 支配,该分词与给格代词 `ἡμῖν` 一致。`ἡμῖν` 在此作为非人称主句 `πρέπον ἂν εἴη`(“对我们而言将是合适的”)的逻辑主语。
  2. 21cεἴ γε... μὴ παρέργῳ τῇ ποιήσει κατεχρήσατο... — 过去反事实条件句。条件从句使用 `εἰ` 加上直陈式过去时(不定过去时 `κατεχρήσατο`、`ἀπετέλεσεν`、`ἠναγκάσθη`),主句使用 `ἄν` 加上直陈式不定过去时(21d 中的 `ἐγένετο ἄν`),表示“如果梭伦没有将诗歌仅作为消遣而是完成了它,他会比荷马更有名”。
  3. 21dδικαιότατʼ ἂν πράξεως οὔσης — 分词 `οὔσης`(属格,修饰 `πράξεως`)与表示潜在或假设的语气小词 `ἄν` 连用。与关系从句 `ἣν ἥδε ἡ πόλις ἔπραξε` 结合,带有一种假设性的语气:“这是一件如果被充分知晓,将最理所当然地被称为所有行动中最伟大的功绩”。

引用这一段

柏拉图, 蒂迈欧篇 §21. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg031.humanitext-grc2:21

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。