Humanitext Reader

柏拉图 · 蒂迈欧篇 §19-20

苏格拉底请求描述行动中的理想城邦

第 2 段,共 41 段 · 希腊语

内容简介

苏格拉底表示,他渴望听到他们昨天讨论的理想城邦在对外战争和外交中实际行动起来的景象。他指出诗人和诡辩家都无法胜任这一描述任务,但盛赞蒂迈欧、克里底亚和赫墨克拉特兼具哲学素养与政治经验,最适合完成此任务。作为回应,他们表示愿意以一个源自古老传说的故事来回报苏格拉底昨天的款待。

§19ΣΩ. καὶ μὴν ὅτι γε τὰ μὲν τῶν ἀγαθῶν θρεπτέον ἔφαμεν εἶναι, τὰ δὲ τῶν κακῶν εἰς τὴν ἄλλην λάθρᾳ διαδοτέον πόλιν·
苏格拉底:而且,我们不是说过,优秀者的子女应该抚养,而低劣者的子女应该秘密地分配到城邦的其他部分吗?
ἐπαυξανομένων δὲ σκοποῦντας ἀεὶ τοὺς ἀξίους πάλιν ἀνάγειν δεῖν, τοὺς δὲ παρὰ σφίσιν ἀναξίους εἰς τὴν τῶν ἐπανιόντων χώραν μεταλλάττειν;
随着他们成长,我们必须经常观察,重新召回其中合格的人,而将他们之中不合格的人转移到那些回来的人的位置上。
ΤΙ. οὕτως.
蒂迈欧:正是如此。
ΣΩ. ἆρʼ οὖν δὴ διεληλύθαμεν ἤδη καθάπερ χθές, ὡς ἐν κεφαλαίοις πάλιν ἐπανελθεῖν, ἢ ποθοῦμεν ἔτι τι τῶν ῥηθέντων, ὦ φίλε Γίμαιε, ὡς ἀπολειπόμενον;
苏格拉底:那么,我们是否已经像昨天那样,重新概要地复述了一遍,还是说,亲爱的蒂迈欧,我们所说的话中还有什么被遗漏而需要补充的?
ΤΙ. οὐδαμῶς, ἀλλὰ αὐτὰ ταῦτʼ ἦν τὰ λεχθέντα, ὦ Σώκρατες.
蒂迈欧:完全没有,苏格拉底,所说的正是这些内容。
ΣΩ. ἀκούοιτʼ ἂν ἤδη τὰ μετὰ ταῦτα περὶ τῆς πολιτείας ἣν διήλθομεν, οἷόν τι πρὸς αὐτὴν πεπονθὼς τυγχάνω.
苏格拉底:那么,现在请听关于我们所描述的这个城邦的后续内容,以及我对它有着怎样的感受。
προσέοικεν δὲ δή τινί μοι τοιῷδε τὸ πάθος, οἷον εἴ τις ζῷα καλά που θεασάμενος, εἴτε ὑπὸ γραφῆς εἰργασμένα εἴτε καὶ ζῶντα ἀληθινῶς ἡσυχίαν δὲ ἄγοντα, εἰς ἐπιθυμίαν ἀφίκοιτο θεάσασθαι κινούμενά τε αὐτὰ καί τι τῶν τοῖς σώμασιν δοκούντων προσήκειν κατὰ τὴν ἀγωνίαν ἀθλοῦντα·
我的这种感受似乎有些像这样:正如某人在某处看到美丽的动物,无论是画中描绘的,还是真正活着但静止不动的,便产生了一种渴望,想要看到它们活动起来,并在某种看起来适合它们身体的竞技中进行角逐。
ταὐτὸν καὶ ἐγὼ πέπονθα πρὸς τὴν πόλιν ἣν διήλθομεν.
对于我们所描述的这个城邦,我也抱有完全相同的感受。
ἡδέως γὰρ ἄν του λόγῳ διεξιόντος ἀκούσαιμʼ ἂν ἄθλους οὓς πόλις ἀθλεῖ, τούτους αὐτὴν ἀγωνιζομένην πρὸς πόλεις ἄλλας, πρεπόντως εἴς τε πόλεμον ἀφικομένην καὶ ἐν τῷ πολεμεῖν τὰ προσήκοντα ἀποδιδοῦσαν τῇ παιδείᾳ καὶ τροφῇ κατά τε τὰς ἐν τοῖς ἔργοις πράξεις καὶ κατὰ τὰς ἐν τοῖς λόγοις διερμηνεύσεις πρὸς ἑκάστας τῶν πόλεων.
因为我乐于听人以言辞叙述一个城邦所进行的斗争,看它如何与其他城邦竞争,如何得体地投入战争,并在战争中展现出与其教育和抚育相称的成果,无论是在实际行动中,还是在与各个城邦的言论交涉中。
ταῦτʼ οὖν, ὦ Κριτία καὶ Ἑρμόκρατες, ἐμαυτοῦ μὲν αὐτὸς κατέγνωκα μή ποτʼ ἂν δυνατὸς γενέσθαι τοὺς ἄνδρας καὶ τὴν πόλιν ἱκανῶς ἐγκωμιάσαι.
因此,克里底亚和赫墨克拉特,我已深知自己绝不可能有能力对这些人和这个城邦做出充分的赞美。
καὶ τὸ μὲν ἐμὸν οὐδὲν θαυμαστόν·
我自己的情况并不奇怪。
ἀλλὰ τὴν αὐτὴν δόξαν εἴληφα καὶ περὶ τῶν πάλαι γεγονότων καὶ περὶ τῶν νῦν ὄντων ποιητῶν, οὔτι τὸ ποιητικὸν ἀτιμάζων γένος, ἀλλὰ παντὶ δῆλον ὡς τὸ μιμητικὸν ἔθνος, οἷς ἂν ἐντραφῇ, ταῦτα μιμήσεται ῥᾷστα καὶ ἄριστα, τὸ δʼ ἐκτὸς τῆς τροφῆς ἑκάστοις γιγνόμενον χαλεπὸν μὲν ἔργοις, ἔτι δὲ χαλεπώτερον λόγοις εὖ μιμεῖσθαι.
但是,对于过去和现在的诗人,我也持有相同的看法。 这并不是因为我轻视诗人群体,而是因为每个人都很清楚,模仿的族群最容易也最完美地模仿他们从小在其中长大的事物,而对于每个人的培育之外所产生的事物,在行动中完美地模仿是困难的,而在言辞中则更为困难。
τὸ δὲ τῶν σοφιστῶν γένος αὖ πολλῶν μὲν λόγων καὶ καλῶν ἄλλων μάλʼ ἔμπειρον ἥγημαι, φοβοῦμαι δὲ μή πως, ἅτε πλανητὸν ὂν κατὰ πόλεις οἰκήσεις τε ἰδίας οὐδαμῇ διῳκηκός, ἄστοχον ἅμα φιλοσόφων ἀνδρῶν ᾖ καὶ πολιτικῶν, ὅσʼ ἂν οἷά τε ἐν πολέμῳ καὶ μάχαις πράττοντες ἔργῳ καὶ λόγῳ προσομιλοῦντες ἑκάστοις πράττοιεν καὶ λέγοιεν.
另一方面,对于诡辩家群体,虽然我认为他们对许多其他美妙的言辞极有经验,但我担心他们由于是游走于各城邦之间、在任何地方都没有自己固定家园的族群,可能会同时脱离哲学家和政治家的标准,无法把握他们在战争和战斗的实际行动以及与他人的言辞交涉中所做所言。
§20ΣΩ. καταλέλειπται δὴ τὸ τῆς ὑμετέρας ἕξεως γένος, ἅμα ἀμφοτέρων φύσει καὶ τροφῇ μετέχον.
苏格拉底:因此,现在剩下的是具有你们这样素养的群体了,你们在天性和培育上兼具这两者。
Τίμαιός τε γὰρ ὅδε, εὐνομωτάτης ὢν πόλεως τῆς ἐν Ἰταλίᾳ Λοκρίδος, οὐσίᾳ καὶ γένει οὐδενὸς ὕστερος ὢν τῶν ἐκεῖ, τὰς μεγίστας μὲν ἀρχάς τε καὶ τιμὰς τῶν ἐν τῇ πόλει μετακεχείρισται, φιλοσοφίας δʼ αὖ κατʼ ἐμὴν δόξαν ἐπʼ ἄκρον ἁπάσης ἐλήλυθεν·
因为这里的蒂迈欧来自意大利法律极为完备的城邦洛克里,其财产和门第不亚于当地的任何人,曾担任过城邦中最重要的官职和荣誉,而且在我看来,他在一切哲学上也已达到了顶峰。
Κριτίαν δέ που πάντες οἱ τῇδε ἴσμεν οὐδενὸς ἰδιώτην ὄντα ὧν λέγομεν.
至于克里底亚,我们这里的每个人都知道他对于我们所说的事情绝非外行。
τῆς δὲ Ἑρμοκράτους αὖ περὶ φύσεως καὶ τροφῆς, πρὸς ἅπαντα ταῦτʼ εἶναι ἱκανὴν πολλῶν μαρτυρούντων πιστευτέον.
此外,关于赫墨克拉特的天性和培育,有许多人证实其足以应对所有这些,我们应当予以相信。
διὸ καὶ χθὲς ἐγὼ διανοούμενος, ὑμῶν δεομένων τὰ περὶ τῆς πολιτείας διελθεῖν, προθύμως ἐχαριζόμην, εἰδὼς ὅτι τὸν ἑξῆς λόγον οὐδένες ἂν ὑμῶν ἐθελόντων ἱκανώτερον ἀποδοῖεν—εἰς γὰρ πόλεμον πρέποντα καταστήσαντες τὴν πόλιν ἅπαντʼ αὐτῇ τὰ προσήκοντα ἀποδοῖτʼ ἂν μόνοι τῶν νῦν—εἰπὼν δὴ τἀπιταχθέντα ἀντεπέταξα ὑμῖν ἃ καὶ νῦν λέγω.
因此,昨天当你们请求我论述国家体制时,我便欣然应允,因为我深知,只要你们愿意,没有人能比你们更充分地接续下文。 因为在当今的人们当中,只有你们能够在使这个城邦投入适当的战争后,向它展现出一切与其相称的作为。 所以,在完成了交托给我的任务之后,我向你们提出了轮流的要求,正如我刚才所说。
συνωμολογήσατʼ οὖν κοινῇ σκεψάμενοι πρὸς ὑμᾶς αὐτοὺς εἰς νῦν ἀνταποδώσειν μοι τὰ τῶν λόγων ξένια, πάρειμί τε οὖν δὴ κεκοσμημένος ἐπʼ αὐτὰ καὶ πάντων ἑτοιμότατος ὢν δέχεσθαι.
你们在相互商量之后同意了,将在今天以言辞款待作为对我的回礼。 因此,我已经为了这些言辞而盛装出席,并且比任何人都有准备来接受它们。
ΕΡ. καὶ μὲν δή, καθάπερ εἶπεν Τίμαιος ὅδε, ὦ Σώκρατες, οὔτε ἐλλείψομεν προθυμίας οὐδὲν οὔτε ἔστιν οὐδεμία πρόφασις ἡμῖν τοῦ μὴ δρᾶν ταῦτα·
赫墨克拉特:确实如此,苏格拉底,正如这里的蒂迈欧所说,我们不会有丝毫懈怠,也没有任何借口不履行。
ὥστε καὶ χθές, εὐθὺς ἐνθένδε ἐπειδὴ παρὰ Κριτίαν πρὸς τὸν ξενῶνα οὗ καὶ καταλύομεν ἀφικόμεθα, καὶ ἔτι πρότερον καθʼ ὁδὸν αὐτὰ ταῦτʼ ἐσκοποῦμεν.
昨天我们一离开这里,到达我们借宿的克里底亚的客房时,甚至在此之前在路上,我们就在考虑这些事情了。
ὅδε οὖν ἡμῖν λόγον εἰσηγήσατο ἐκ παλαιᾶς ἀκοῆς·
于是,他向我们介绍了一个来自古老传说的故事。
ὃν καὶ νῦν λέγε, ὦ Κριτία, τῷδε, ἵνα συνδοκιμάσῃ πρὸς τὴν ἐπίταξιν εἴτʼ ἐπιτήδειος εἴτε ἀνεπιτήδειός ἐστι.
克里底亚,现在就把这个故事讲给苏格拉底听吧,好让他一起评判这是否适合我们的任务。
ΚΡ. ταῦτα χρὴ δρᾶν, εἰ καὶ τῷ τρίτῳ κοινωνῷ Τιμαίῳ συνδοκεῖ.
克里底亚:确实应该这样做,如果第三位伙伴蒂迈欧也同意的话。
ΤΙ. δοκεῖ μήν.
蒂迈欧:我同意。
ΚΡ. ἄκουε δή, ὦ Σώκρατες, λόγου μάλα μὲν ἀτόπου, παντάπασί γε μὴν ἀληθοῦς, ὡς ὁ τῶν ἑπτὰ σοφώτατος Σόλων ποτʼ ἔφη.
克里底亚:那么请听,苏格拉底,这是一个非常奇特但完全真实的故事,正如七贤中最智慧的梭伦曾经说过的那样。
ἦν μὲν οὖν οἰκεῖος καὶ σφόδρα φίλος ἡμῖν Δρωπίδου τοῦ προπάππου, καθάπερ λέγει πολλαχοῦ καὶ αὐτὸς ἐν τῇ ποιήσει·
他是我们的曾祖父德罗皮德斯的朋友,关系非常密切,正如他自己在诗作中多处提到的那样。

词汇与语法注释

  1. 19aτὰ μὲν τῶν ἀγαθῶν... τὰ δὲ τῶν κακῶν — 名词省略。在上下文语境中省略了名词“孩子”(ἔκγονα 或 παῖδας),中性复数冠词 τὰ 起到实质性的代词作用。其后的动形容词 θρεπτέον(应当抚养)和 διαδοτέον(应当分配)均以这些被省略的孩子作为其实际上的主语或客体。
  2. 19aεἰς τὴν ἄλλην ... πόλιν — 虽然字面上可以翻译为“到另一个城市”,但在此处并非指驱逐出国境,而是指秘密地将他们转移到城邦的“其他部分”(即守卫者阶层之外的农夫和手艺人阶层)。
  3. 19bἀκούοιτʼ ἂν — 希求语气 + ἄν 的表达。在此处用作温和的命令或礼貌的邀请(“请听”或“愿你们听一听”)。
  4. 19cἡδέως γὰρ ἄν του λόγῳ διεξιόντος ἀκούσαιμʼ ἂν — 小词 ἄν 重复使用(double ἄν),用以强调潜在希求语气(ἀκούσαιμι ἄν,“我将乐于听取”)。του 是不定代名词 τινός 的缩合属格形式,作为分词 διεξιόντος 的逻辑主语。动词 ἀκούω 支配属格,在此处构成“听某人叙述”的属格+分词结构。
  5. 19dἐμαυτοῦ μὲν αὐτὸς κατέγνωκα μή ποτʼ ἂν δυνατὸς γενέσθαι — 动词 καταγιγνώσκω(对自身做出否定性裁决/自知)的现在完成时,伴有强调自身的 αὐτός。在不定式从句中,原本表示潜在能力的“绝不可能”(ἄν + 希求或直陈过去)形式,转化为带有否定词 μή 和小词 ἄν 的不定式 γενέσθαι。由于主句主语与不定式的逻辑主语一致,因此使用主格补足语(δυνατός)。
  6. 19eἄστοχον ... ᾖ — 虚拟语气动词 ᾖ 由表示担忧的动词 φοβοῦμαι 所引导的 μή 从句(“我担心……可能会”)所决定。形容词 ἄστοχος(偏离目标的、不符合……的)支配属格,在此处指向属格对象 φιλοσόφων ἀνδρῶν καὶ πολιτικῶν。

引用这一段

柏拉图, 蒂迈欧篇 §19-20. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg031.humanitext-grc2:19-20

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。