§17ΣΩ. εἷς, δύο, τρεῖς·
苏格拉底:一、二、三。
ὁ δὲ δὴ τέταρτος ἡμῖν, ὦ φίλε Τίμαιε, ποῦ τῶν χθὲς μὲν δαιτυμόνων, τὰ νῦν δὲ ἑστιατόρων;
但是,亲爱的蒂迈欧,我们之中的第四个人到底在哪里? 他昨日是宾客,今日则是款待者。
ΤΙ. ἀσθένειά τις αὐτῷ συνέπεσεν, ὦ Σώκρατες·
蒂迈欧:苏格拉底,他生病了。
οὐ γὰρ ἂν ἑκὼν τῆσδε ἀπελείπετο τῆς συνουσίας.
因为他绝不会自愿缺席这次聚会的。
ΣΩ. οὐκοῦν σὸν τῶνδέ τε ἔργον καὶ τὸ ὑπὲρ τοῦ ἀπόντος ἀναπληροῦν μέρος;
苏格拉底:那么,为缺席者弥补他那一部分,就是你和这几位的工作了吧?
ΤΙ. πάνυ μὲν οὖν, καὶ κατὰ δύναμίν γε οὐδὲν ἐλλείψομεν·
蒂迈欧:正是如此,我们必竭尽所能,绝不懈退。
οὐδὲ γὰρ ἂν εἴη δίκαιον, χθὲς ὑπὸ σοῦ ξενισθέντας οἷς ἦν πρέπον ξενίοις, μὴ οὐ προθύμως σὲ τοὺς λοιποὺς ἡμῶν ἀνταφεστιᾶν.
因为既然昨日我们接受了您得体的主客之礼的款待,如果我们这几个剩下的人不热心地回请您,那就不公道了。
ΣΩ. ἆρʼ οὖν μέμνησθε ὅσα ὑμῖν καὶ περὶ ὧν ἐπέταξα εἰπεῖν;
苏格拉底:那么,你们是否记得,我嘱咐你们要谈论的事情有哪些,又是关于什么的?
ΤΙ. τὰ μὲν μεμνήμεθα, ὅσα δὲ μή, σὺ παρὼν ὑπομνήσεις·
蒂迈欧:有些我们还记得,有些记不得的,有您在场自会提醒我们。
μᾶλλον δέ, εἰ μή τί σοι χαλεπόν, ἐξ ἀρχῆς διὰ βραχέων πάλιν ἐπάνελθε αὐτά, ἵνα βεβαιωθῇ μᾶλλον παρʼ ἡμῖν.
或者说,如果您不介意的话,请从头开始简要地重新回顾一下,好让我们记得更牢固。
ΣΩ. ταῦτʼ ἔσται.
苏格拉底:好的。
χθές που τῶν ὑπʼ ἐμοῦ ῥηθέντων λόγων περὶ πολιτείας ἦν τὸ κεφάλαιον οἵα τε καὶ ἐξ οἵων ἀνδρῶν ἀρίστη κατεφαίνετʼ ἄν μοι γενέσθαι.
昨日我所做的关于城邦的论述,其要旨在于,在我看来,什么样的城邦国制,以及由什么样的公民组成,才能成为最完美的国家。
ΤΙ. καὶ μάλα γε ἡμῖν, ὦ Σώκρατες, ῥηθεῖσα πᾶσιν κατὰ νοῦν.
蒂迈欧:是的,苏格拉底,您所讲的确实完全合乎我们大家的心意。
ΣΩ. ἆρʼ οὖν οὐ τὸ τῶν γεωργῶν ὅσαι τε ἄλλαι τέχναι πρῶτον ἐν αὐτῇ χωρὶς διειλόμεθα ἀπὸ τοῦ γένους τοῦ τῶν προπολεμησόντων;
苏格拉底:那么,我们首先在这个国家里,把农夫阶层以及其他一切手艺人,同那些将要上前线作战的卫国者阶层区分开了吧?
ΤΙ. ναί.
蒂迈欧:是的。
ΣΩ. καὶ κατὰ φύσιν δὴ δόντες τὸ καθʼ αὑτὸν ἑκάστῳ πρόσφορον ἓν μόνον ἐπιτήδευμα, μίαν ἑκάστῳ τέχνην, τούτους οὓς πρὸ πάντων ἔδει πολεμεῖν, εἴπομεν ὡς ἄρʼ αὐτοὺς δέοι φύλακας εἶναι μόνον τῆς πόλεως, εἴτε τις ἔξωθεν ἢ καὶ τῶν ἔνδοθεν ἴοι κακουργήσων, δικάζοντας μὲν πρᾴως τοῖς ἀρχομένοις ὑπʼ αὐτῶν καὶ φύσει φίλοις οὖσιν, χαλεποὺς δὲ ἐν ταῖς μάχαις τοῖς ἐντυγχάνουσιν τῶν ἐχθρῶν γιγνομένους.
苏格拉底:并且,根据自然禀赋,给每人分配一个最适合其自身的职业,即每人仅从事一门手艺。 对于那些首要任务是战斗的人,我们说他们应当仅仅作为城邦的守卫者,无论敌人是从外部还是从内部企图作恶。 对于受他们统治、且天生是朋友的人,他们要温和地施行审判;而在战场上,对于遇到的敌人,他们则要表现得凶猛无情。
§18ΤΙ. παντάπασι μὲν οὖν.
蒂迈欧:完全如此。
ΣΩ. φύσιν γὰρ οἶμαί τινα τῶν φυλάκων τῆς ψυχῆς ἐλέγομεν ἅμα μὲν θυμοειδῆ, ἅμα δὲ φιλόσοφον δεῖν εἶναι διαφερόντως, ἵνα πρὸς ἑκατέρους δύναιντο ὀρθῶς πρᾷοι καὶ χαλεποὶ γίγνεσθαι.
苏格拉底:因为我想,我们曾说过,卫国者的灵魂禀赋应当兼具激情和卓越的智慧,这样他们才能对这两种人分别表现出适当的温和与严厉。
ΤΙ. ναί.
蒂迈欧:是的。
ΣΩ. τί δὲ τροφήν;
苏格拉底:那么抚育呢?
ἆρʼ οὐ γυμναστικῇ καὶ μουσικῇ μαθήμασίν τε ὅσα προσήκει τούτοις, ἐν ἅπασι τεθράφθαι;
难道不是说要让他们在体育、文艺以及所有与之相关的学问中,接受全面的培养吗?
ΤΙ. πάνυ μὲν οὖν.
蒂迈欧:正是如此。
ΣΩ. τοὺς δέ γε οὕτω τραφέντας ἐλέχθη που μήτε χρυσὸν μήτε ἄργυρον μήτε ἄλλο ποτὲ μηδὲν κτῆμα ἑαυτῶν ἴδιον νομίζειν δεῖν, ἀλλʼ ὡς ἐπικούρους μισθὸν λαμβάνοντας τῆς φυλακῆς παρὰ τῶν σῳζομένων ὑπʼ αὐτῶν, ὅσος σώφροσιν μέτριος, ἀναλίσκειν τε δὴ κοινῇ καὶ συνδιαιτωμένους μετὰ ἀλλήλων ζῆν, ἐπιμέλειαν ἔχοντας ἀρετῆς διὰ παντός, τῶν ἄλλων ἐπιτηδευμάτων ἄγοντας σχολήν.
苏格拉底:此外,对于这样培养起来的人,我们曾说,他们决不能将黄金、白银或任何其他财产视为私有;相反,他们作为协助者,接受被他们保护的人民所支付的守卫报酬(其数额对克己之人而言是适度的),共同消费,共同生活,始终致力于德性的培养,免除一切其他事务。
ΤΙ. ἐλέχθη καὶ ταῦτα ταύτῃ.
蒂迈欧:这方面确实也是那样说的。
ΣΩ. καὶ μὲν δὴ καὶ περὶ γυναικῶν ἐπεμνήσθημεν, ὡς τὰς φύσεις τοῖς ἀνδράσιν παραπλησίας εἴη συναρμοστέον, καὶ τὰ ἐπιτηδεύματα πάντα κοινὰ κατά τε πόλεμον καὶ κατὰ τὴν ἄλλην δίαιταν δοτέον πάσαις.
苏格拉底:而且,我们也提到了妇女,说应当使她们的自然禀赋与男子的禀赋相协调,并且在战争以及日常生活的其他方面,将一切职责共同分配给所有妇女。
ΤΙ. ταύτῃ καὶ ταῦτα ἐλέγετο.
蒂迈欧:这方面也是那样说的。
ΣΩ. τί δὲ δὴ τὸ περὶ τῆς παιδοποιίας;
苏格拉底:那么关于生育儿女的事呢?
ἢ τοῦτο μὲν διὰ τὴν ἀήθειαν τῶν λεχθέντων εὐμνημόνευτον, ὅτι κοινὰ τὰ τῶν γάμων καὶ τὰ τῶν παίδων πᾶσιν ἁπάντων ἐτίθεμεν, μηχανωμένους ὅπως μηδείς ποτε τὸ γεγενημένον αὐτῶν ἰδίᾳ γνώσοιτο, νομιοῦσιν δὲ πάντες πάντας αὐτοὺς ὁμογενεῖς, ἀδελφὰς μὲν καὶ ἀδελφοὺς ὅσοιπερ ἂν τῆς πρεπούσης ἐντὸς ἡλικίας γίγνωνται, τοὺς δʼ ἔμπροσθεν καὶ ἄνωθεν γονέας τε καὶ γονέων προγόνους, τοὺς δʼ εἰς τὸ κάτωθεν ἐκγόνους παῖδάς τε ἐκγόνων;
或许由于所说内容的奇特,这一点很容易记住:我们规定婚姻和儿女对所有人来说都是公有的,并设法使任何人都不会知道自己所生的孩子。 相反,所有人都会把大家当成同族:凡是在合适年龄段之内的人,都被视为兄弟姐妹;在他们之前的长辈,被视为父母和父母的祖先;而晚辈则被视为子孙以及子孙的子女。
ΤΙ. ναί, καὶ ταῦτα εὐμνημόνευτα ᾗ λέγεις.
蒂迈欧:是的,正如您所说,这些也是容易记住的。
ΣΩ. ὅπως δὲ δὴ κατὰ δύναμιν εὐθὺς γίγνοιντο ὡς ἄριστοι τὰς φύσεις, ἆρʼ οὐ μεμνήμεθα ὡς τοὺς ἄρχοντας ἔφαμεν καὶ τὰς ἀρχούσας δεῖν εἰς τὴν τῶν γάμων σύνερξιν λάθρᾳ μηχανᾶσθαι κλήροις τισὶν ὅπως οἱ κακοὶ χωρὶς οἵ τʼ ἀγαθοὶ ταῖς ὁμοίαις ἑκάτεροι συλλήξονται, καὶ μή τις αὐτοῖς ἔχθρα διὰ ταῦτα γίγνηται, τύχην ἡγουμένοις αἰτίαν τῆς συλλήξεως;
苏格拉底:而且,为了使他们出生时就能尽可能拥有最优秀的禀赋,我们是否还记得,曾说过男女统治者必须在安排结合时,暗中使用某种抽签的方法,使低劣者与低劣者结合,优秀者与优秀者结合,并且不让其产生怨恨,使他们认为这种结合是由运气造成的?
ΤΙ. μεμνήμεθα.
蒂迈欧:我们记得。