Humanitext Reader

柏拉图 · 理想国 §9.591-9.592

灵魂内部的和谐与依循天上的理想国制

第 138 段,共 153 段 · 希腊语

内容简介

苏格拉底与格劳孔讨论了有理智的人应将灵魂的和谐(内部国制)置于首位,节制其学业、身体、财富和名誉,并遵循理想城邦的“天上样板”而非现实国家来生活。

§9.591καὶ ἡ τῶν παίδων ἀρχή, τὸ μὴ ἐᾶν ἐλευθέρους εἶναι, ἕως ἂν ἐν αὐτοῖς ὥσπερ ἐν πόλει πολιτείαν καταστήσωμεν, καὶ τὸ βέλτιστον θεραπεύσαντες τῷ παρʼ ἡμῖν τοιούτῳ ἀντικαταστήσωμεν φύλακα ὅμοιον καὶ ἄρχοντα ἐν αὐτῷ, καὶ τότε δὴ ἐλεύθερον ἀφίεμεν.
“对儿童的统治也是如此,”我说,“在我们在他们内部建立起如同城邦一般的国制,并通过培养其最优秀的部分,在其内部建立起与我们内部相似的守护者和统治者来代替它之前,我们不容许他们获得自由;只有在那时,我们才放任他自由。
δηλοῖ γάρ, ἦ δʼ ὅς.
” “确实如此,”他说。
πῇ δὴ οὖν φήσομεν, ὦ Γλαύκων, καὶ κατὰ τίνα λόγον λυσιτελεῖν ἀδικεῖν, ἢ ἀκολασταίνειν ἤ τι αἰσχρὸν ποιεῖν, ἐξ ὧν πονηρότερος μὲν ἔσται, πλείω δὲ χρήματα ἢ ἄλλην τινὰ δύναμιν κεκτήσεται;
“那么,格劳孔,从什么角度,或者根据什么论点,我们会说行不义、放纵或做任何可耻的事是有利的? 哪怕通过这些,他确实会变得更坏,但会获得更多的财富或其他的权力?
οὐδαμῇ, ἦ δʼ ὅς.
” “绝无可能,”他说。
πῇ δʼ ἀδικοῦντα λανθάνειν καὶ μὴ διδόναι δίκην λυσιτελεῖν;
“那么,行不义而能隐藏并免受惩罚,又如何能是有利的呢?
ἢ οὐχὶ ὁ μὲν λανθάνων ἔτι πονηρότερος γίγνεται, τοῦ δὲ μὴ λανθάνοντος καὶ κολαζομένου τὸ μὲν θηριῶδες κοιμίζεται καὶ ἡμεροῦται, τὸ δὲ ἥμερον ἐλευθεροῦται, καὶ ὅλη ἡ ψυχὴ εἰς τὴν βελτίστην φύσιν καθισταμένη τιμιωτέραν ἕξιν λαμβάνει, σωφροσύνην τε καὶ δικαιοσύνην μετὰ φρονήσεως κτωμένη, ἢ σῶμα ἰσχύν τε καὶ κάλλος μετὰ ὑγιείας λαμβάνον, τοσούτῳ ὅσῳπερ ψυχὴ σώματος τιμιωτέρα;
难道不是隐藏者会变得更加恶劣,而未隐藏且受到惩罚的人,其野兽般的部分会被平息和驯服,温顺的部分被解放,且整个灵魂因恢复到最优秀的自然状态,从而在伴随智慧获得节制与正义的同时,其获得的尊贵状态,比起身体在获得健康的同时获得力量与美,要高出多少——正如灵魂比身体更为高贵那样?
παντάπασιν μὲν οὖν, ἔφη.
” “完全如此,”他说。
οὐκοῦν ὅ γε νοῦν ἔχων πάντα τὰ αὑτοῦ εἰς τοῦτο συντείνας βιώσεται, πρῶτον μὲν τὰ μαθήματα τιμῶν, ἃ τοιαύτην αὐτοῦ τὴν ψυχὴν ἀπεργάσεται, τὰ δὲ ἄλλα ἀτιμάζων;
“因此,有理智的人将把自己的全部精力致力于此而生活,首先重视那些能够让他的灵魂达到如此状态的学问,而轻视其他的学问?
δῆλον, ἔφη.
” “显然如此,”他说。
ἔπειτά γʼ, εἶπον, τὴν τοῦ σώματος ἕξιν καὶ τροφὴν οὐχ ὅπως τῇ θηριώδει καὶ ἀλόγῳ ἡδονῇ ἐπιτρέψας ἐνταῦθα τετραμμένος ζήσει, ἀλλʼ οὐδὲ πρὸς ὑγίειαν βλέπων, οὐδὲ τοῦτο πρεσβεύων, ὅπως ἰσχυρὸς ἢ ὑγιὴς ἢ καλὸς ἔσται, ἐὰν μὴ καὶ σωφρονήσειν μέλλῃ ἀπʼ αὐτῶν, ἀλλʼ ἀεὶ τὴν ἐν τῷ σώματι ἁρμονίαν τῆς ἐν τῇ ψυχῇ ἕνεκα συμφωνίας ἁρμοττόμενος φανεῖται.
“接着,”我说,“关于身体的状态和营养,他不仅不会将其托付给野兽般的、无理性的快乐并转向那种生活,甚至也不会只盯着健康,也不以如何变得强壮、健康或美貌为第一要务,除非他也能够因此而变得节制,相反,他会始终显现出为了灵魂中的和谐而调整身体内的和谐。
παντάπασι μὲν οὖν, ἔφη, ἐάνπερ μέλλῃ τῇ ἀληθείᾳ μουσικὸς εἶναι.
” “完全如此,”他说,“如果他真的要成为真正的懂乐理之人。
οὐκοῦν, εἶπον, καὶ τὴν ἐν τῇ τῶν χρημάτων κτήσει σύνταξίν τε καὶ συμφωνίαν;
” “那么,”我说,“在获取财富的秩序和和谐上也是如此吗?
καὶ τὸν ὄγκον τοῦ πλήθους οὐκ ἐκπληττόμενος ὑπὸ τοῦ τῶν πολλῶν μακαρισμοῦ ἄπειρον αὐξήσει, ἀπέραντα κακὰ ἔχων;
他不会被大众的祝福所带来的财富数量之庞大所迷惑,从而无限制地增加它,结果承受无尽的祸害吧?
οὐκ οἴομαι, ἔφη.
” “我想不会,”他说。
ἀλλʼ ἀποβλέπων γε, εἶπον, πρὸς τὴν ἐν αὑτῷ πολιτείαν, καὶ φυλάττων μή τι παρακινῇ αὑτοῦ τῶν ἐκεῖ διὰ πλῆθος οὐσίας ἢ διʼ ὀλιγότητα, οὕτως κυβερνῶν προσθήσει καὶ ἀναλώσει τῆς οὐσίας καθʼ ὅσον ἂν οἷός τʼ ᾖ.
“相反,他会关注,”我说,“自己内部的国制,并防范由于财产的过多或过少而使那里的任何事物发生动摇,他会这样掌舵,并尽其所能地增加或开销财产。
κομιδῇ μὲν οὖν, ἔφη.
” “确实如此,”他说。
§9.592ἀλλὰ μὴν καὶ τιμάς γε, εἰς ταὐτὸν ἀποβλέπων, τῶν μὲν μεθέξει καὶ γεύσεται ἑκών, ἃς ἂν ἡγῆται ἀμείνω αὑτὸν ποιήσειν, ἃς δʼ ἂν λύσειν τὴν ὑπάρχουσαν ἕξιν, φεύξεται ἰδίᾳ καὶ δημοσίᾳ.
“此外,关于名誉,他也看着同样的地方,对于那些他认为能使自己变得更好的名誉,他会乐于分享并尝试,而对于那些会破坏他现有状态的名誉,他则会在私下和公共场合都予以避开。
οὐκ ἄρα, ἔφη, τά γε πολιτικὰ ἐθελήσει πράττειν, ἐάνπερ τούτου κήδηται.
” “那么,”他说,“如果他关心这件事,他大概不会愿意参与政治吧。
νὴ τὸν κύνα, ἦν δʼ ἐγώ, ἔν γε τῇ ἑαυτοῦ πόλει καὶ μάλα, οὐ μέντοι ἴσως ἔν γε τῇ πατρίδι, ἐὰν μὴ θεία τις συμβῇ τύχη.
” “凭狗发誓,”我说,“在他自己的城邦里,他一定会参与;但也许在他的祖国不会,除非有某种神的运气发生。
μανθάνω, ἔφη· ἐν ᾗ νῦν διήλθομεν οἰκίζοντες πόλει λέγεις, τῇ ἐν λόγοις κειμένῃ, ἐπεὶ γῆς γε οὐδαμοῦ οἶμαι αὐτὴν εἶναι.
” “我懂了,”他说,“你指的是我们刚才在讨论中建立的那个城邦,即那个存在于言论中的城邦,因为我想在地球上的任何地方都不存在它。
ἀλλʼ, ἦν δʼ ἐγώ, ἐν οὐρανῷ ἴσως παράδειγμα ἀνάκειται τῷ βουλομένῳ ὁρᾶν καὶ ὁρῶντι ἑαυτὸν κατοικίζειν.
” “但是,”我说,“也许在天上正放着一个样板,供想要看的人观看,并在观看后使自己定居于其中。
διαφέρει δὲ οὐδὲν εἴτε που ἔστιν εἴτε ἔσται· τὰ γὰρ ταύτης μόνης ἂν πράξειεν, ἄλλης δὲ οὐδεμιᾶς.
它存在于某处还是将存在,都毫无关系;因为他只做这一个城邦的事务,而绝不做其他任何城邦的。
εἰκός γʼ, ἔφη.
” “确实如此,”他说。

词汇与语法注释

  1. 591aἡ τῶν παίδων ἀρχή — 主句动词被省略。呼应前一句关于法律的讨论(δηλοῖ δέ γε ... ὁ νόμος),需要补出省略的动词(δηλοῖ)来理解,即“对儿童的统治也(表明了这一点)”。
  2. 591aδηλοῖ γάρ — 格劳孔回答中的 δηλοῖ(它表明)的主语指代前述“对儿童的统治(及教育)”。这强调了儿童的教育过程旨在确立理性的统治。
  3. 592bἑαυτὸν κατοικίζειν — ἑαυτόν 既可以作为不定式 κατοικίζειν(定居、建国)的逻辑主语,也可以作为其宾语。意为“使自己定居于[该天上城邦]”或反身地“在自己内部建立城邦”,指将天上的样板内化为自己灵魂的秩序。
  4. 592bτὰ γὰρ ταύτης μόνης ἂν πράξειεν — τὰ ... πράξειεν 意为“践行[……的事务]”。在上下文中,ταύτης 指代存在于言论中的“这个[理想]城邦”,而非任何现实中的城邦。因此,它意指按照其内心灵魂国制的法律来生活,而非参与外部的政治活动。

引用这一段

柏拉图, 理想国 §9.591-9.592. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:9.591-9.592

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。