§9.589λέγωμεν δὴ τῷ λέγοντι ὡς λυσιτελεῖ τούτῳ ἀδικεῖν τῷ ἀνθρώπῳ, δίκαια δὲ πράττειν οὐ συμφέρει, ὅτι οὐδὲν ἄλλο φησὶν ἢ λυσιτελεῖν αὐτῷ τὸ παντοδαπὸν θηρίον εὐωχοῦντι ποιεῖν ἰσχυρὸν καὶ τὸν λέοντα καὶ τὰ περὶ τὸν λέοντα, τὸν δὲ ἄνθρωπον λιμοκτονεῖν καὶ ποιεῖν ἀσθενῆ, ὥστε ἕλκεσθαι ὅπῃ ἂν ἐκείνων ὁπότερον ἄγῃ, καὶ μηδὲν ἕτερον ἑτέρῳ συνεθίζειν μηδὲ φίλον ποιεῖν, ἀλλʼ ἐᾶν αὐτὰ ἐν αὑτοῖς δάκνεσθαί τε καὶ μαχόμενα ἐσθίειν ἄλληλα.
“那么,让我们对那个说‘行不义对这个人有利,而行正义则不划算’的人说:他所说的话无异于是在说,让他去款待并使那只多头野兽变得强壮,同时也使那只狮子以及关于狮子的事物变得强壮,却让那个人挨饿并变得虚弱,以至于那两只野兽中的任何一只往哪里拉,他就会被拽往哪里,而且不让它们互相习惯、成为朋友,而是听任它们在自身内部互相撕咬、争斗并吞食对方。
παντάπασι γάρ, ἔφη, ταῦτʼ ἂν λέγοι ὁ τὸ ἀδικεῖν ἐπαινῶν.
” “完全如此,”他说,“赞美行不义的人确实会这么说。
οὐκοῦν αὖ ὁ τὰ δίκαια λέγων λυσιτελεῖν φαίη ἂν δεῖν ταῦτα πράττειν καὶ ταῦτα λέγειν, ὅθεν τοῦ ἀνθρώπου ὁ ἐντὸς ἄνθρωπος ἔσται ἐγκρατέστατος, καὶ τοῦ πολυκεφάλου θρέμματος ἐπιμελήσεται ὥσπερ γεωργός, τὰ μὲν ἥμερα τρέφων καὶ τιθασεύων, τὰ δὲ ἄγρια ἀποκωλύων φύεσθαι, σύμμαχον ποιησάμενος τὴν τοῦ λέοντος φύσιν, καὶ κοινῇ πάντων κηδόμενος, φίλα ποιησάμενος ἀλλήλοις τε καὶ αὑτῷ, οὕτω θρέψει;
” “相反,主张行正义有利的人难道不会说,应当去做这些事、说这些话,从而使人内部的人拥有最大的控制力,并像农夫一样照料这只多头的怪物,一方面培育并驯服温顺的头,另一方面阻止野蛮的头生长,将狮子的本性纳为自己的同盟,共同关怀所有部分,使它们彼此和睦,也与自己和睦,并以此来培育它们吗?
κομιδῇ γὰρ αὖ λέγει ταῦτα ὁ τὸ δίκαιον ἐπαινῶν.
” “是的,赞美正义的人确实是这么说的。
κατὰ πάντα τρόπον δὴ ὁ μὲν τὰ δίκαια ἐγκωμιάζων ἀληθῆ ἂν λέγοι, ὁ δὲ τὰ ἄδικα ψεύδοιτο.
” “因此,从一切方面来看,颂扬正义的人都是在说真话,而赞美非正义的人则是在撒谎。
πρός τε γὰρ ἡδονὴν καὶ πρὸς εὐδοξίαν καὶ ὠφελίαν σκοπουμένῳ ὁ μὲν ἐπαινέτης τοῦ δικαίου ἀληθεύει, ὁ δὲ ψέκτης οὐδὲν ὑγιὲς οὐδʼ εἰδὼς ψέγει ὅτι ψέγει.
因为无论从快乐、名声还是利益来看,正义的赞美者所说的是真理,而正义的非难者则是在毫无健全见解、甚至不知道自己非难的是什么的情况下进行非难。
οὔ μοι δοκεῖ, ἦ δʼ ὅς, οὐδαμῇ γε.
” “在我看来确实如此,”他说,“完全就是这样。
πείθωμεν τοίνυν αὐτὸν πρᾴως—οὐ γὰρ ἑκὼν ἁμαρτάνει —ἐρωτῶντες· ὦ μακάριε, οὐ καὶ τὰ καλὰ καὶ αἰσχρὰ νόμιμα διὰ τὰ τοιαῦτʼ ἂν φαῖμεν γεγονέναι· τὰ μὲν καλὰ τὰ ὑπὸ τῷ ἀνθρώπῳ, μᾶλλον δὲ ἴσως τὰ ὑπὸ τῷ θείῳ τὰ θηριώδη ποιοῦντα τῆς φύσεως, αἰσχρὰ δὲ τὰ ὑπὸ τῷ ἀγρίῳ τὸ ἥμερον δουλούμενα;
” “那么,让我们温和地劝导他——因为他并不是故意犯错的——我们可以问他:‘哦,亲爱的人,我们难道不会说,关于美与丑的习俗也是因为这些原因而设立的吗:立派的事物就是将我们本性中野兽般的部分置于人,或者更确切地说是置于神性事物的统治之下,而丑陋的事物则是将温顺的部分奴役于野蛮的部分之下?
συμφήσει· ἢ πῶς; ἐάν μοι, ἔφη, πείθηται.
’” “他会同意的,”他说,“如果他听我的劝。
ἔστιν οὖν, εἶπον, ὅτῳ λυσιτελεῖ ἐκ τούτου τοῦ λόγου χρυσίον λαμβάνειν ἀδίκως, εἴπερ τοιόνδε τι γίγνεται, λαμβάνων τὸ χρυσίον ἅμα καταδουλοῦται τὸ βέλτιστον ἑαυτοῦ τῷ μοχθηροτάτῳ;
” “‘那么,’我说,‘根据这个论点,如果发生了以下的情况,是否有人会觉得通过不正当手段获得金子是有利可图的呢:在获得金子的同时,他却将自己身上最优秀的部分奴役于最恶劣的部分?
ἢ εἰ μὲν λαβὼν χρυσίον ὑὸν ἢ θυγατέρα ἐδουλοῦτο, καὶ ταῦτʼ εἰς ἀγρίων τε καὶ κακῶν ἀνδρῶν, οὐκ ἂν αὐτῷ ἐλυσιτέλει οὐδʼ ἂν πάμπολυ ἐπὶ τούτῳ λαμβάνειν, εἰ δὲ τὸ ἑαυτοῦ θειότατον ὑπὸ τῷ ἀθεωτάτῳ τε καὶ μιαρωτάτῳ δουλοῦται καὶ μηδὲν ἐλεεῖ, οὐκ ἄρα ἄθλιός ἐστι καὶ πολὺ ἐπὶ δεινοτέρῳ ὀλέθρῳ χρυσὸν δωροδοκεῖ ἢ Ἐριφύλη ἐπὶ τῇ τοῦ ἀνδρὸς ψυχῇ τὸν ὅρμον δεξαμένη;
或者说,如果他接受了金子,却将自己的儿子或女儿奴役,而且是奴役于野蛮和邪恶的人手中,即便他为此得到了极多的金子,这对他也是没有好处的;但如果他将自己最神圣的部分奴役于最不敬神、最肮脏的部分之下,且毫无怜悯之心,那么他难道不是可悲的吗? 而且,与为了丈夫的性命而接受项链的埃里菲勒相比,他难道不是为了更可怕的毁灭而接受金子的贿赂吗?
§9.590πολὺ μέντοι, ἦ δʼ ὃς ὁ Γλαύκων· ἐγὼ γάρ σοι ὑπὲρ ἐκείνου ἀποκρινοῦμαι.
’” ““确实可怕得多,”格劳孔说,“因为我将替他回答您。
οὐκοῦν καὶ τὸ ἀκολασταίνειν οἴει διὰ τοιαῦτα πάλαι ψέγεσθαι, ὅτι ἀνίεται ἐν τῷ τοιούτῳ τὸ δεινόν, τὸ μέγα ἐκεῖνο καὶ πολυειδὲς θρέμμα, πέρα τοῦ δέοντος;
” “那么,你也认为放纵在很久以前就因为这些原因而受到谴责吗? 因为在那种状态下,那个可怕的、巨大而多样的怪物,被放任到了超过必要的程度?
δῆλον, ἔφη.
” “很明显,”他说。
ἡ δʼ αὐθάδεια καὶ δυσκολία ψέγεται οὐχ ὅταν τὸ λεοντῶδές τε καὶ ὀφεῶδες αὔξηται καὶ συντείνηται ἀναρμόστως;
“而当狮子般的以及蛇般的部分不和谐地生长并紧绷时,我意孤行和坏脾气难道不也因此受到谴责吗?
πάνυ μὲν οὖν.
” “完全如此。
τρυφὴ δὲ καὶ μαλθακία οὐκ ἐπὶ τῇ αὐτοῦ τούτου χαλάσει τε καὶ ἀνέσει ψέγεται, ὅταν ἐν αὐτῷ δειλίαν ἐμποιῇ;
” “而奢侈和软弱受到谴责,不正是因为这同一部分的松弛和放纵,从而在其中产生懦弱吗?
τί μήν;
” “确实如此。
κολακεία δὲ καὶ ἀνελευθερία οὐχ ὅταν τις τὸ αὐτὸ τοῦτο, τὸ θυμοειδές, ὑπὸ τῷ ὀχλώδει θηρίῳ ποιῇ καὶ ἕνεκα χρημάτων καὶ τῆς ἐκείνου ἀπληστίας προπηλακιζόμενον ἐθίζῃ ἐκ νέου ἀντὶ λέοντος πίθηκον γίγνεσθαι;
” “而阿谀奉承和卑鄙下贱受到谴责,不正是因为有人将这同一部分,即激情的部分,置于群兽般的野兽之下,为了金钱和那野兽的贪得无厌,从小就习惯于遭受践踏,并习惯于让其变成猴子而不是狮子吗?
καὶ μάλα, ἔφη.
” “确实如此,”他说。
βαναυσία δὲ καὶ χειροτεχνία διὰ τί οἴει ὄνειδος φέρει;
“那么,你认为手艺和手工业为什么会带来耻辱?
ἢ διʼ ἄλλο τι φήσομεν ἢ ὅταν τις ἀσθενὲς φύσει ἔχῃ τὸ τοῦ βελτίστου εἶδος, ὥστε μὴ ἂν δύνασθαι ἄρχειν τῶν ἐν αὑτῷ θρεμμάτων, ἀλλὰ θεραπεύειν ἐκεῖνα, καὶ τὰ θωπεύματα αὐτῶν μόνον δύνηται μανθάνειν;
难道我们会说是因为别的什么原因,而不是因为有些人在天性中,其最优秀部分的形态过于软弱,以至于无法统治自己内部的怪物,反而要去服侍它们,只能去学习对它们的阿谀奉承吗?
ἔοικεν, ἔφη.
” “看来是这样,”他说。
οὐκοῦν ἵνα καὶ ὁ τοιοῦτος ὑπὸ ὁμοίου ἄρχηται οἵουπερ ὁ βέλτιστος, δοῦλον αὐτόν φαμεν δεῖν εἶναι ἐκείνου τοῦ βελτίστου καὶ ἔχοντος ἐν αὑτῷ τὸ θεῖον ἄρχον, οὐκ ἐπὶ βλάβῃ τῇ τοῦ δούλου οἰόμενοι δεῖν ἄρχεσθαι αὐτόν, ὥσπερ Θρασύμαχος ᾤετο τοὺς ἀρχομένους, ἀλλʼ ὡς ἄμεινον ὂν παντὶ ὑπὸ θείου καὶ φρονίμου ἄρχεσθαι, μάλιστα μὲν οἰκεῖον ἔχοντος ἐν αὑτῷ, εἰ δὲ μή, ἔξωθεν ἐφεστῶτος, ἵνα εἰς δύναμιν πάντες ὅμοιοι ὦμεν καὶ φίλοι, τῷ αὐτῷ κυβερνώμενοι;
“因此,为了让这样的人也能够像最优秀的人那样被相似的统治者统治,我们说他应当成为那个最优秀的人的奴隶,因为那个最优秀的人内部拥有神圣的统治者。 我们认为他应当受到统治,并不是像色拉叙马霍斯所认为的那样,是为了对奴隶造成伤害,而是因为对于所有人来说,受到神圣且智慧之物的统治是更好的,最好是将其作为自己内部固有的东西,否则就从外部加以确立,好让我们在同样的掌舵者的指引下,在能力范围内尽可能彼此相似,并成为朋友。
καὶ ὀρθῶς γʼ, ἔφη.
” “非常正确,”他说。
δηλοῖ δέ γε, ἦν δʼ ἐγώ, καὶ ὁ νόμος ὅτι τοιοῦτον βούλεται, πᾶσι τοῖς ἐν τῇ πόλει σύμμαχος ὤν·
“而且,”我说,“法律也表明它渴望着这样的事情,它作为城邦中所有人的盟友;”