Humanitext Reader

柏拉图 · 理想国 §10.595-10.596

再论驱逐模仿性诗歌与照镜子的隐喻

第 139 段,共 153 段 · 希腊语

内容简介

苏格拉底基于灵魂三分说,重新确认了将模仿性诗歌排除在城邦之外的决定。为了阐明模仿的本质,他采用惯常的方法(即对众多同名事物设定一个统一的理念),并引入照镜子产生现象的隐喻,开始论证画家的创作同样并非真实的存在。

§10.595καὶ μήν, ἦν δʼ ἐγώ, πολλὰ μὲν καὶ ἄλλα περὶ αὐτῆς ἐννοῶ, ὡς παντὸς ἄρα μᾶλλον ὀρθῶς ᾠκίζομεν τὴν πόλιν, οὐχ ἥκιστα δὲ ἐνθυμηθεὶς περὶ ποιήσεως λέγω.
“的确,”我说,“当我想到关于这个城邦的其他许多方面时,我愈发确信我们以完全正确的方式建立了它,尤其是当我考虑到诗歌的时候,我更是这样说。
τὸ ποῖον;
” “什么样的事?
ἔφη.
”他说。
τὸ μηδαμῇ παραδέχεσθαι αὐτῆς ὅση μιμητική·
“那就是绝不接纳其中属于模仿的那部分诗歌。
παντὸς γὰρ μᾶλλον οὐ παραδεκτέα νῦν καὶ ἐναργέστερον, ὡς ἐμοὶ δοκεῖ, φαίνεται, ἐπειδὴ χωρὶς ἕκαστα διῄρηται τὰ τῆς ψυχῆς εἴδη.
因为既然灵魂的各个部分现在已经分别被划分开来,那么现在不应接纳它,在我看来显得更加清晰和明显了。
πῶς λέγεις;
” “你怎么讲?
ὡς μὲν πρὸς ὑμᾶς εἰρῆσθαι—οὐ γάρ μου κατερεῖτε πρὸς τοὺς τῆς τραγῳδίας ποιητὰς καὶ τοὺς ἄλλους ἅπαντας τοὺς μιμητικούς—λώβη ἔοικεν εἶναι πάντα τὰ τοιαῦτα τῆς τῶν ἀκουόντων διανοίας, ὅσοι μὴ ἔχουσι φάρμακον τὸ εἰδέναι αὐτὰ οἷα τυγχάνει ὄντα.
” “对你们私下说吧——因为你们不会向悲剧诗人以及所有其他模仿者告发我——所有这类东西,对于那些没有‘看清它们究竟是什么’这一解毒剂的听众来说,似乎是对其心智的毁灭。
πῇ δή, ἔφη, διανοούμενος λέγεις;
” “你究竟是带着什么想法这样说的呢?
ῥητέον, ἦν δʼ ἐγώ·
”他说。
καίτοι φιλία γέ τίς με καὶ αἰδὼς ἐκ παιδὸς ἔχουσα περὶ Ὁμήρου ἀποκωλύει λέγειν.
“必须说出来,”我说,“虽然我从小对荷马就抱有某种友爱和敬畏,这阻碍着我说出来。
ἔοικε μὲν γὰρ τῶν καλῶν ἁπάντων τούτων τῶν τραγικῶν πρῶτος διδάσκαλός τε καὶ ἡγεμὼν γενέσθαι.
因为他似乎是所有这些美丽的悲剧之作的最初导师和领袖。
ἀλλʼ οὐ γὰρ πρό γε τῆς ἀληθείας τιμητέος ἀνήρ, ἀλλʼ, ὃ λέγω, ῥητέον.
但是,人不能比真理更受尊崇,所以,正如我所说,必须说出来。
πάνυ μὲν οὖν, ἔφη.
” “确实如此,”他说。
ἄκουε δή, μᾶλλον δὲ ἀποκρίνου.
“那么听着,或者说,回答我。
Ἐρώτα.
” “问吧。
μίμησιν ὅλως ἔχοις ἄν μοι εἰπεῖν ὅτι ποτʼ ἐστίν;
” “模范整体上到底是什么?
οὐδὲ γάρ τοι αὐτὸς πάνυ τι συννοῶ τί βούλεται εἶναι.
你能不能告诉我?
ἦ που ἄρʼ, ἔφη, ἐγὼ συννοήσω.
因为我自己其实也并不太明白它究竟是什么意思。
§10.596οὐδέν γε, ἦν δʼ ἐγώ, ἄτοπον, ἐπεὶ πολλά τοι ὀξύτερον βλεπόντων ἀμβλύτερον ὁρῶντες πρότεροι εἶδον.
” “那么,”他说,“难道我就能说明白吗?
ἔστιν, ἔφη, οὕτως·
” “这没有什么奇怪的,”我说,“因为很多时候,视力较差的人反而比视力较好的人先看到东西。
ἀλλὰ σοῦ παρόντος οὐδʼ ἂν προθυμηθῆναι οἷός τε εἴην εἰπεῖν, εἴ τί μοι καταφαίνεται, ἀλλʼ αὐτὸς ὅρα.
” “确实如此,”他说,“但有您在场,即使我看出点什么,我也提不起勇气说出来;所以还是您自己看吧。
βούλει οὖν ἐνθένδε ἀρξώμεθα ἐπισκοποῦντες, ἐκ τῆς εἰωθυίας μεθόδου;
” “那么,你愿意我们按照习惯的方法,从这里开始考察吗?
εἶδος γάρ πού τι ἓν ἕκαστον εἰώθαμεν τίθεσθαι περὶ ἕκαστα τὰ πολλά, οἷς ταὐτὸν ὄνομα ἐπιφέρομεν.
因为我们习惯于对我们冠以相同名称的许多事物,设定一个统一的形相。
ἢ οὐ μανθάνεις;
或者你不明我的意思?
μανθάνω.
” “我明白。
θῶμεν δὴ καὶ νῦν ὅτι βούλει τῶν πολλῶν.
” “那么现在我们也对那些众多事物中的任意一个进行设定。
οἷον, εἰ ʼθʼέλεις, πολλαί πού εἰσι κλῖναι καὶ τράπεζαι.
例如,如果你愿意,世上有很多床和桌子。
πῶς δʼ οὔ;
” “当然。
ἀλλὰ ἰδέαι γέ που περὶ ταῦτα τὰ σκεύη δύο, μία μὲν κλίνης, μία δὲ τραπέζης.
” “然而关于这些器具,想必只有两个理念:一个是床的理念,一个是桌子的理念。
ναί.
” “是的。
οὐκοῦν καὶ εἰώθαμεν λέγειν ὅτι ὁ δημιουργὸς ἑκατέρου τοῦ σκεύους πρὸς τὴν ἰδέαν βλέπων οὕτω ποιεῖ ὁ μὲν τὰς κλίνας, ὁ δὲ τὰς τραπέζας, αἷς ἡμεῖς χρώμεθα, καὶ τἆλλα κατὰ ταὐτά;
” “而且我们不也习惯于说,这两种器具中每一种的制作者,都是看着那个理念,从而以此做出我们所使用的床或桌子,其他东西也是这样做的?
οὐ γάρ που τήν γε ἰδέαν αὐτὴν δημιουργεῖ οὐδεὶς τῶν δημιουργῶν·
因为想必没有一个制作者会去制作理念本身;怎么可能呢?
πῶς γάρ;
” “绝不可能。
οὐδαμῶς.
” “那么再看看,你会把下面这位制作者称作什么?
ἀλλʼ ὅρα δὴ καὶ τόνδε τίνα καλεῖς τὸν δημιουργόν.
” “哪一种?
τὸν ποῖον;
” “他能制作每一个手艺人所做的一切东西。
ὃς πάντα ποιεῖ, ὅσαπερ εἷς ἕκαστος τῶν χειροτεχνῶν.
” “您说的是一位极其厉害而神奇的人。
δεινόν τινα λέγεις καὶ θαυμαστὸν ἄνδρα.
” “这还算不上,很快你就会更加这么说了。
οὔπω γε, ἀλλὰ τάχα μᾶλλον φήσεις.
因为这同一个手工艺人不仅能做出所有的器具,而且还能做出一切从地里长出来的东西,制造出所有的活物——包括其他的和他自己——此外,他还制造大地、天空、神明、天上的万物以及地下冥府里的一切事物。
ὁ αὐτὸς γὰρ οὗτος χειροτέχνης οὐ μόνον πάντα οἷός τε σκεύη ποιῆσαι, ἀλλὰ καὶ τὰ ἐκ τῆς γῆς φυόμενα ἅπαντα ποιεῖ καὶ ζῷα πάντα ἐργάζεται, τά τε ἄλλα καὶ ἑαυτόν, καὶ πρὸς τούτοις γῆν καὶ οὐρανὸν καὶ θεοὺς καὶ πάντα τὰ ἐν οὐρανῷ καὶ τὰ ἐν Ἅιδου ὑπὸ γῆς ἅπαντα ἐργάζεται.
” “您说的是一位极其奇妙的智者,”他说。
πάνυ θαυμαστόν, ἔφη, λέγεις σοφιστήν.
“你不信吗?
ἀπιστεῖς;
”我说。
ἦν δʼ ἐγώ.
“告诉我,你觉得全然没有这样的制作者吗?
καί μοι εἰπέ, τὸ παράπαν οὐκ ἄν σοι δοκεῖ εἶναι τοιοῦτος δημιουργός, ἢ τινὶ μὲν τρόπῳ γενέσθαι ἂν τούτων ἁπάντων ποιητής, τινὶ δὲ οὐκ ἄν;
还是说,在某种方式下,可能有这些一切事物的造物主,而在另一种方式下则不可能?
ἢ οὐκ αἰσθάνῃ ὅτι κἂν αὐτὸς οἷός τʼ εἴης πάντα ταῦτα ποιῆσαι τρόπῳ γέ τινι;
或者,你难道没有意识到,在某种方式下,你自己也能做出这所有的一切吗?
καὶ τίς, ἔφη, ὁ τρόπος οὗτος;
” “这是什么方式?
οὐ χαλεπός, ἦν δʼ ἐγώ, ἀλλὰ πολλαχῇ καὶ ταχὺ δημιουργούμενος, τάχιστα δέ που, εἰ ʼθέλεις λαβὼν κάτοπτρον περιφέρειν πανταχῇ·
”他说。
ταχὺ μὲν ἥλιον ποιήσεις καὶ τὰ ἐν τῷ οὐρανῷ, ταχὺ δὲ γῆν, ταχὺ δὲ σαυτόν τε καὶ τἆλλα ζῷα καὶ σκεύη καὶ φυτὰ καὶ πάντα ὅσα νυνδὴ ἐλέγετο.
“并不难,”我说,“而且是在许多地方、极快地就能制造出来的方式。
ναί, ἔφη, φαινόμενα, οὐ μέντοι ὄντα γέ που τῇ ἀληθείᾳ.
最快的方式是,如果你愿意,拿一面镜子朝四面八方转动;你很快就会制造出太阳和天上的万物,很快制造出大地,很快制造出你自己和其他活物、器具、植物以及刚才提到的所有东西。
καλῶς, ἦν δʼ ἐγώ, καὶ εἰς δέον ἔρχῃ τῷ λόγῳ.
” “是的,”他说,“这些只是现象,但在真实中想必并不是真正存在的东西。
τῶν τοιούτων γὰρ οἶμαι δημιουργῶν καὶ ὁ ζωγράφος ἐστίν.
” “很好,”我说,“你恰好切中了论证的核心。
ἦ γάρ;
因为我认为,画家也是这类制作者中的一员。
πῶς γὰρ οὔ;
难道不是吗?
ἀλλὰ φήσεις οὐκ ἀληθῆ οἶμαι αὐτὸν ποιεῖν ἃ ποιεῖ.
” “当然。
καίτοι τρόπῳ γέ τινι καὶ ὁ ζωγράφος κλίνην ποιεῖ·
” “但我想你会说,他所做的东西并不是真的。
ἢ οὔ;
然而,在某种方式下,画家不也做出了一张床吗?
ναί, ἔφη, φαινομένην γε καὶ οὗτος.
难道不是吗? ” “是的,”他说,“他所做出的,也只是一个现象的床而已。 ”

词汇与语法注释

  1. 595aὡς μὲν πρὸς ὑμᾶς εἰρῆσθαι — 由连词 `ὡς` 与完成时中被动语态不定式 `εἰρῆσθαι` 结合构成的绝对不定式(限制性用法)。作为插入语,意为“在你们内部私下说”,表明这是在信任的对话者之间进行的私密吐露。
  2. 595aλώβη ἔοικεν εἶναι πάντα τὰ τοιαῦτα τῆς τῶν ἀκουόντων διανοίας — 主句结构中,中性复数主语 `πάντα τὰ τοιαῦτα` 搭配单数形式的动词 `ἔοικεν`(经典希腊语中性复数主语的单数动词协定),后接不定式 `εἶναι`。`λώβη`(危害、毁灭)是 `εἶναι` 的表语。属格短语 `τῆς ... διανοίας` 作为宾格性属格修饰 `λώβη`(意为“对听众心智的毁灭”)。
  3. 596aπολλά τοι ὀξύτερον βλεπόντων ἀμβλύτερον ὁρῶντες πρότεροι εἶδον — 现在分词属格复数 `βλεπόντων` 受到比较级副词 `ὀξύτερον` 的支配,作“比较属格”(意为“比视力更敏锐的人”)。主语是 `ἀμβλύτερον ὁρῶντες`(“视力较模糊的人”)。形容词主格复数 `πρότεροι` 在此处作状语,表示“更早地”或“首先”。
  4. 596aεἶδος γάρ πού τι ἓν ἕκαστον εἰώθαμεν τίθεσθαι περὶ ἕκαστα τὰ πολλά, οἷς ταὐτὸν ὄνομα ἐπιφέρομεν. — 阐述柏拉图理念论基本步骤的关键句子。`εἰώθαμεν`(习惯于)后接中动语态不定式 `τίθεσθαι`(为自己假定、设立)。其直接宾语是 `εἶδος ... τι ἓν ἕκαστον`(“每次都设立某一个单一的形相”)。`περὶ ἕκαστα τὰ πολλά` 意为“关于每一个众多的事物”,并由关系代词 `οἷς` 引导的关系从句修饰(`οἷς` 的先行词是 `tὰ πολλά`,因动词 `ἐπιφέρομεν` 的要求而使用与格)。

引用这一段

柏拉图, 理想国 §10.595-10.596. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:10.595-10.596

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。