Humanitext Reader

柏拉图 · 理想国 §9.587-9.588

王者与僭主的快乐差距及灵魂形象的构建

第 136 段,共 153 段 · 希腊语

内容简介

苏格拉底通过数学计算得出,王者般正义的人在快乐程度上是僭主般非正义的人的729倍。随后,为了驳斥“行不义有利可图”的观点,他开始用言辞塑造一个著名的灵魂三联肖像(多头怪兽、狮子与人)。

§9.587τῷ φιλοσόφῳ ἄρα ἑπομένης ἁπάσης τῆς ψυχῆς καὶ μὴ στασιαζούσης ἑκάστῳ τῷ μέρει ὑπάρχει εἴς τε τἆλλα τὰ ἑαυτοῦ πράττειν καὶ δικαίῳ εἶναι, καὶ δὴ καὶ τὰς ἡδονὰς τὰς ἑαυτοῦ ἕκαστον καὶ τὰς βελτίστας καὶ εἰς τὸ δυνατὸν τὰς ἀληθεστάτας καρποῦσθαι.
“因此,当整个灵魂都跟随爱智的部分而没有内讧时,对于每一个部分来说,在其他方面各尽其职并保持正义就成为可能,而且每一个部分还能享受属于自己的快乐,即最好的,以及在可能范围内最真实的快乐。
κομιδῇ μὲν οὖν.
” “完全如此。
ὅταν δὲ ἄρα τῶν ἑτέρων τι κρατήσῃ, ὑπάρχει αὐτῷ μήτε τὴν ἑαυτοῦ ἡδονὴν ἐξευρίσκειν, τά τε ἄλλʼ ἀναγκάζειν ἀλλοτρίαν καὶ μὴ ἀληθῆ ἡδονὴν διώκειν.
” “但如果其他部分中的某一个占了上风,对于它来说,既无法找到属于它自己的快乐,又会强迫其他部分去追求一种外来的、不真实的快乐。
οὕτως, ἔφη.
” “正是如此,”他说。
οὐκοῦν ἃ πλεῖστον φιλοσοφίας τε καὶ λόγου ἀφέστηκεν, μάλιστʼ ἂν τοιαῦτα ἐξεργάζοιτο;
“那么,那些离哲学和理性最远的东西,不就最容易造成这样的后果吗?
πολύ γε.
” “当然如此。
πλεῖστον δὲ λόγου ἀφίσταται οὐχ ὅπερ νόμου τε καὶ τάξεως;
” “而那离法律和秩序最远的,不也就是离理性最远的吗?
δῆλον δή.
” “这很明显。
ἐφάνησαν δὲ πλεῖστον ἀφεστῶσαι οὐχ αἱ ἐρωτικαί τε καὶ τυραννικαὶ ἐπιθυμίαι;
” “而情欲的和僭主般的欲望,不已被表明是离得最远的吗?
πολύ γε.
” “确实如此。
ἐλάχιστον δὲ αἱ βασιλικαί τε καὶ κόσμιαι;
” “而王者般的和规整的欲望则是离得最近的吧?
ναί.
” “是的。
πλεῖστον δὴ οἶμαι ἀληθοῦς ἡδονῆς καὶ οἰκείας ὁ τύραννος ἀφεστήξει, ὁ δὲ ὀλίγιστον.
” “那么我想,僭主离真实且属于他自己的快乐最远,而国王则最近。
ἀνάγκη.
” “必然如此。
καὶ ἀηδέστατα ἄρα, εἶπον, ὁ τύραννος βιώσεται, ὁ δὲ βασιλεὺς ἥδιστα.
” “因此,”我说,“僭主将活得最不愉快,而国王则最愉快。
πολλὴ ἀνάγκη.
” “非常必然。
οἶσθʼ οὖν, ἦν δʼ ἐγώ, ὅσῳ ἀηδέστερον ζῇ τύραννος βασιλέως;
” “那么你知道吗,”我说,“僭主比国王活得不愉快多少倍?
ἂν εἴπῃς, ἔφη.
” “如果你告诉我,”他说。
τριῶν ἡδονῶν, ὡς ἔοικεν, οὐσῶν, μιᾶς μὲν γνησίας, δυοῖν δὲ νόθαιν, τῶν νόθων εἰς τὸ ἐπέκεινα ὑπερβὰς ὁ τύραννος, φυγὼν νόμον τε καὶ λόγον, δούλαις τισὶ δορυφόροις ἡδοναῖς συνοικεῖ, καὶ ὁπόσῳ ἐλαττοῦται οὐδὲ πάνυ ῥᾴδιον εἰπεῖν, πλὴν ἴσως ὧδε.
“快乐似乎有三种,一种是真实的,两种是虚假的。 僭主超越了虚假快乐的边界,逃避了法律和理性,与某些奴隶般、如卫队般的快乐共同生活。 他究竟劣于国王多少,并不太容易说清楚,但也许可以通过以下方式来说。
πῶς;
” “怎么说?
ἔφη.
”他说。
ἀπὸ τοῦ ὀλιγαρχικοῦ τρίτος που ὁ τύραννος ἀφειστήκει·
“僭主离寡头政体者大约是第三个。
ἐν μέσῳ γὰρ αὐτῶν ὁ δημοτικὸς ἦν.
因为在这两者中间是民主政体者。
ναί.
” “是的。
οὐκοῦν καὶ ἡδονῆς τρίτῳ εἰδώλῳ πρὸς ἀλήθειαν ἀπʼ ἐκείνου συνοικοῖ ἄν, εἰ τὰ πρόσθεν ἀληθῆ;
” “那么,如果前面的说法是真的,他所共同生活的快乐幻影,就其真实性而言,不也是离那个人的快乐第三远的吗?
οὕτω.
” “是的。
ὁ δέ γε ὀλιγαρχικὸς ἀπὸ τοῦ βασιλικοῦ αὖ τρίτος, ἐὰν εἰς ταὐτὸν ἀριστοκρατικὸν καὶ βασιλικὸν τιθῶμεν.
” “而如果我们将贵族政体者和王者政体者视为同一种,那么寡头政体者反过来离王者政体者也是第三个。
τρίτος γάρ.
” “确实是第三个。
τριπλασίου ἄρα, ἦν δʼ ἐγώ, τριπλάσιον ἀριθμῷ ἀληθοῦς ἡδονῆς ἀφέστηκεν τύραννος.
” “因此,”我说,“僭主离真实快乐的距离,在数值上就是三倍的三倍。
φαίνεται.
” “看来是这样。
ἐπίπεδον ἄρʼ, ἔφην, ὡς ἔοικεν, τὸ εἴδωλον κατὰ τὸν τοῦ μήκους ἀριθμὸν ἡδονῆς τυραννικῆς ἂν εἴη.
” “那么,”我说,“僭主的快乐幻影,按照长度的数值来看,似乎就是一个平面数。
κομιδῇ γε.
” “完全如此。
κατὰ δὲ δύναμιν καὶ τρίτην αὔξην δῆλον δὴ ἀπόστασιν ὅσην ἀφεστηκὼς γίγνεται.
” “而通过平方和第三次乘方(立方),他所隔开的距离到底有多大就变得显而易见了。
δῆλον, ἔφη, τῷ γε λογιστικῷ.
” “对于会计算的人来说,这很明显,”他说。
οὐκοῦν ἐάν τις μεταστρέψας ἀληθείᾳ ἡδονῆς τὸν βασιλέα τοῦ τυράννου ἀφεστηκότα λέγῃ ὅσον ἀφέστηκεν, ἐννεακαιεικοσικαιεπτακοσιοπλασιάκις ἥδιον αὐτὸν ζῶντα εὑρήσει τελειωθείσῃ τῇ πολλαπλασιώσει, τὸν δὲ τύραννον ἀνιαρότερον τῇ αὐτῇ ταύτῃ ἀποστάσει.
“因此,如果有人反过来,按照快乐的真实度来说,国王离僭主有多远,那么当乘法计算完成时,他会发现国王的生活要比僭主愉快七百二十九倍,而僭主则因为同样的距离而活得更加痛苦。
§9.588ἀμήχανον, ἔφη, λογισμὸν καταπεφόρηκας τῆς διαφορότητος τοῖν ἀνδροῖν, τοῦ τε δικαίου καὶ τοῦ ἀδίκου, πρὸς ἡδονήν τε καὶ λύπην.
” “他说:‘在快乐与痛苦方面,你为正义者和非正义者这两个人倒出了一个令人惊叹的差额计算。
καὶ μέντοι καὶ ἀληθῆ καὶ προσήκοντά γε, ἦν δʼ ἐγώ, βίοις ἀριθμόν, εἴπερ αὐτοῖς προσήκουσιν ἡμέραι καὶ νύκτες καὶ μῆνες καὶ ἐνιαυτοί.
’ ‘然而,’我说,‘如果日子、夜晚、月份和年份对他们来说是合适的话,那么这个数字对于人的生活来说也是真实且合适的。
ἀλλὰ μήν, ἔφη, προσήκουσιν.
’ ‘确实是合适的,’他说。
οὐκοῦν εἰ τοσοῦτον ἡδονῇ νικᾷ ὁ ἀγαθός τε καὶ δίκαιος τὸν κακόν τε καὶ ἄδικον, ἀμηχάνῳ δὴ ὅσῳ πλείονι νικήσει εὐσχημοσύνῃ τε βίου καὶ κάλλει καὶ ἀρετῇ;
‘那么,如果善良且正义的人在快乐上胜过邪恶且非正义的人这么大,那么在生活的体面、美感和美德上,他难道不会以不可估量的更大优势获胜吗?
ἀμηχάνῳ μέντοι νὴ Δία, ἔφη.
’ ‘凭宙斯发誓,确实不可估量,’他说。
εἶεν δή, εἶπον· ἐπειδὴ ἐνταῦθα λόγου γεγόναμεν, ἀναλάβωμεν τὰ πρῶτα λεχθέντα, διʼ ἃ δεῦρʼ ἥκομεν.
‘好吧,’我说,‘既然我们在讨论中已经到了这个地步,让我们重新提一下最开始说的话,那正是我们来到这里的缘由。
ἦν δέ που λεγόμενον λυσιτελεῖν ἀδικεῖν τῷ τελέως μὲν ἀδίκῳ, δοξαζομένῳ δὲ δικαίῳ·
’ ‘曾经有人说过,对于那个完全不正义却被认为正义的人来说,行不义是有利可图的;难道不是这样说的吗?
ἢ οὐχ οὕτως ἐλέχθη; οὕτω μὲν οὖν.
’ ‘正是如此。
νῦν δή, ἔφην, αὐτῷ διαλεγώμεθα, ἐπειδὴ διωμολογησάμεθα τό τε ἀδικεῖν καὶ τὸ δίκαια πράττειν ἣν ἑκάτερον ἔχει δύναμιν.
’ ‘那么现在,’我说,‘让我们与他对话,因为我们已经就‘行不义’与‘行正义’各自具有何种力量达成了共识。
πῶς; ἔφη.
’ ‘怎么做?
εἰκόνα πλάσαντες τῆς ψυχῆς λόγῳ, ἵνα εἰδῇ ὁ ἐκεῖνα λέγων οἷα ἔλεγεν.
’他说。
ποίαν τινά; ἦ δʼ ὅς.
‘用言辞塑造一个灵魂的形象,好让说那些话的人明白他究竟在说什么。
τῶν τοιούτων τινά, ἦν δʼ ἐγώ, οἷαι μυθολογοῦνται παλαιαὶ γενέσθαι φύσεις, ἥ τε Χιμαίρας καὶ ἡ Σκύλλης καὶ Κερβέρου, καὶ ἄλλαι τινὲς συχναὶ λέγονται συμπεφυκυῖαι ἰδέαι πολλαὶ εἰς ἓν γενέσθαι.
’ ‘什么样的形象?
λέγονται γάρ, ἔφη.
’他说。
πλάττε τοίνυν μίαν μὲν ἰδέαν θηρίου ποικίλου καὶ πολυκεφάλου, ἡμέρων δὲ θηρίων ἔχοντος κεφαλὰς κύκλῳ καὶ ἀγρίων, καὶ δυνατοῦ μεταβάλλειν καὶ φύειν ἐξ αὑτοῦ πάντα ταῦτα.
‘就像神话中传说的那些古老生物一样,’我说,‘比如喀迈拉、斯库拉、刻耳柏洛斯,以及其他许多据说由多种形态合而为一、共同生长而成的生物。
δεινοῦ πλάστου, ἔφη, τὸ ἔργον· ὅμως δέ, ἐπειδὴ εὐπλαστότερον κηροῦ καὶ τῶν τοιούτων λόγος, πεπλάσθω.
’ ‘确实有这样的传说,’他说。
μίαν δὴ τοίνυν ἄλλην ἰδέαν λέοντος, μίαν δὲ ἀνθρώπου· πολὺ δὲ μέγιστον ἔστω τὸ πρῶτον καὶ δεύτερον τὸ δεύτερον.
‘那么,首先塑造一个多样且多头的野兽形象,它的周围长满了温顺和凶猛野兽的头,并且它能够改变并从自身生出所有这些头来。
ταῦτα, ἔφη, ῥᾴω, καὶ πέπλασται.
’ ‘这是个可怕的雕塑家的工作,’他说;‘不过,既然言词比蜡及类似的东西更容易塑造,那就塑造它吧。
σύναπτε τοίνυν αὐτὰ εἰς ἓν τρία ὄντα, ὥστε πῃ συμπεφυκέναι ἀλλήλοις.
’ ‘接下来,再塑造另外两个形象,一个是狮子,一个是人;让第一个是最大的,第二个是第二大的。
συνῆπται, ἔφη.
’ ‘这些比较容易,’他说,‘已经塑造好了。
περίπλασον δὴ αὐτοῖς ἔξωθεν ἑνὸς εἰκόνα, τὴν τοῦ ἀνθρώπου, ὥστε τῷ μὴ δυναμένῳ τὰ ἐντὸς ὁρᾶν, ἀλλὰ τὸ ἔξω μόνον ἔλυτρον ὁρῶντι, ἓν ζῷον φαίνεσθαι, ἄνθρωπον.
’ ‘那么,把这三个东西连成一体,使它们以某种方式结合在一起。
περιπέπλασται, ἔφη.
’ ‘已经连接在一起了,’他说。 ‘然后在它们外面塑造一个整体的形象,也就是人的形象,好让那些看不见内部、只能看见外壳的人,觉得这只是一个动物,即人。 ’ ‘已经塑造好了,’他说。 ”

词汇与语法注释

  1. 587aἑκάστῳ τῷ μέρει ὑπάρχει — 无人称动词 ὑπάρχει(意为“对……是可能的”或“属于……”)配有与格 ἑκάστῳ τῷ μέρει(对每个部分),并由不定式 πράττειν、εἶναι 和 καρποῦσθαι 作为其语法主语。
  2. 587cτριπλασίου ἄρα... τριπλάσιον ἀριθμῷ — 此处解释了比例计算:“三倍的三倍(在数值上)”。指从寡头政体者(第三个)到僭主(离寡头政体者第三个)的距离,乘以到国王(离寡头政体者第三个)的距离,结果为 9(3 x 3)。ἀριθμῷ 是表示“在数目上”的关系与格。
  3. 587dκατὰ δὲ δύναμιν καὶ τρίτην αὔξην — 这是几何和数学术语:δύναμις 在此处意为“平方(二次方)”,而 τρίτη αὔξη 意为“第三次增殖”,即“立方(三次方)”。该过程将长度数值(9)通过立方计算,从而得出国王与僭主快乐程度的绝对差距为 729(9^3)。
  4. 588bεἰκόνα πλάσαντες τῆς ψυχῆς λόγῳ — 分词 πλάσαντες 的逻辑主语是主句的主语“我们”(第一人称复数,与主句动词 一致)。属格 τῆς ψυχῆς 作名词 εἰκόνα 的所有格(或宾格性属格)。λόγῳ 是表示手段的与格,意为“用言辞/言论”。

引用这一段

柏拉图, 理想国 §9.587-9.588. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:9.587-9.588

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。