§9.585θαυμάζοις ἂν οὖν εἰ καὶ οἱ ἄπειροι ἀληθείας περὶ πολλῶν τε ἄλλων μὴ ὑγιεῖς δόξας ἔχουσιν, πρός τε ἡδονὴν καὶ λύπην καὶ τὸ μεταξὺ τούτων οὕτω διάκεινται, ὥστε, ὅταν μὲν ἐπὶ τὸ λυπηρὸν φέρωνται, ἀληθῆ τε οἴονται καὶ τῷ ὄντι λυποῦνται, ὅταν δὲ ἀπὸ λύπης ἐπὶ τὸ μεταξύ, σφόδρα μὲν οἴονται πρὸς πληρώσει τε καὶ ἡδονῇ γίγνεσθαι, ὥσπερ πρὸς μέλαν φαιὸν ἀποσκοποῦντες ἀπειρίᾳ λευκοῦ, καὶ πρὸς τὸ ἄλυπον οὕτω λύπην ἀφορῶντες ἀπειρίᾳ ἡδονῆς ἀπατῶνται;
“那么,如果那些对真理没有经验的人,对其他许多事物也持有不健康的看法,并且对快乐、痛苦以及这两者之间的中间状态持有如下的态度,你是否会感到奇怪呢? 即:当他们被带向痛苦时,他们认为这是真实的,并且确实感到痛苦;但当他们从痛苦被带向中间状态时,由于没有对白色的经验,他们强烈地认为自己已经达到了充实和快乐,就像那些在不知道白色的情况下看着灰色和黑色的人一样,他们因为没有对快乐的经验,在看着无痛和痛苦时,也同样受到欺骗?
μὰ Δία, ἦ δʼ ὅς, οὐκ ἂν θαυμάσαιμι, ἀλλὰ πολὺ μᾶλλον, εἰ μὴ οὕτως ἔχει.
” “凭宙斯发誓,”他说,“我不会感到奇怪,相反,如果不是这样,我才会感到奇怪得多。
ὧδέ γʼ οὖν, εἶπον, ἐννόει· οὐχὶ πεῖνα καὶ δίψα καὶ τὰ τοιαῦτα κενώσεις τινές εἰσιν τῆς περὶ τὸ σῶμα ἕξεως;
” “那么,请这样考虑,”我说:“饥饿、口渴和类似的事情,难道不是身体状态的某种空虚吗?
τί μήν;
” “当然是。
ἄγνοια δὲ καὶ ἀφροσύνη ἆρʼ οὐ κενότης ἐστὶ γῆς περὶ ψυχὴν αὖ ἕξεως;
” “而无知和愚蠢,反过来难道不是魂的状态的一种空虚吗?
μάλα γε.
” “确实是。
οὐκοῦν πληροῖτʼ ἂν ὅ τε τροφῆς μεταλαμβάνων καὶ ὁ νοῦν ἴσχων;
” “那么,摄取食物的人和获得理智的人,不就都会被充满了吗?
πῶς δʼ οὔ;
” “怎么会不呢?
πλήρωσις δὲ ἀληθεστέρα τοῦ ἧττον ἢ τοῦ μᾶλλον ὄντος;
” “那么,更真实的充满,是关于存在较少之物的充满,还是关于存在较多之物的充满?
δῆλον ὅτι τοῦ μᾶλλον.
” “显然是关于存在较多之物的充满。
πότερα οὖν ἡγῇ τὰ γένη μᾶλλον καθαρᾶς οὐσίας μετέχειν, τὰ οἷον σίτου τε καὶ ποτοῦ καὶ ὄψου καὶ συμπάσης τροφῆς, ἢ τὸ δόξης τε ἀληθοῦς εἶδος καὶ ἐπιστήμης καὶ νοῦ καὶ συλλήβδην αὖ πάσης ἀρετῆς;
” “那么,你认为哪一类事物更多地分有纯粹的实体:是面包、饮料、菜肴以及一切营养这一类,还是真实信念、知识、理智,以及简言之一切美德这一类?
ὧδε δὲ κρῖνε· τὸ τοῦ ἀεὶ ὁμοίου ἐχόμενον καὶ ἀθανάτου καὶ ἀληθείας, καὶ αὐτὸ τοιοῦτον ὂν καὶ ἐν τοιούτῳ γιγνόμενον, μᾶλλον εἶναί σοι δοκεῖ, ἢ τὸ μηδέποτε ὁμοίου καὶ θνητοῦ, καὶ αὐτὸ τοιοῦτον καὶ ἐν τοιούτῳ γιγνόμενον;
” “请这样判定:那坚持始终同一、不死和真理的事物,其自身也是这样的性质且产生在这样的事物中,与那坚持从不同一且会死的事物,其自身也是那样的性质且产生在那样的事物中相比,你认为哪一个存在得更多?
πολύ, ἔφη, διαφέρει τὸ τοῦ ἀεὶ ὁμοίου.
” “始终同一的事物要远远胜出,”他说。
ἡ οὖν ἀεὶ ὁμοίου οὐσία οὐσίας τι μᾶλλον ἢ ἐπιστήμης μετέχει;
“那么,始终同一之物的实体,分有实体的程度会多于分有知识吗?
οὐδαμῶς.
” “绝不可能。
τί δʼ; ἀληθείας;
” “那么分有真理呢?
οὐδὲ τοῦτο.
” “也不可能。
εἰ δὲ ἀληθείας ἧττον, οὐ καὶ οὐσίας;
” “但如果它分有真理较少,分有实体不也较少吗?
ἀνάγκη.
” “必然如此。
οὐκοῦν ὅλως τὰ περὶ τὴν τοῦ σώματος θεραπείαν γένη τῶν γενῶν αὖ τῶν περὶ τὴν τῆς ψυχῆς θεραπείαν ἧττον ἀληθείας τε καὶ οὐσίας μετέχει;
” “因此,总的来说,关照身体的各类事物,比起关照灵魂的各类事物,分有真理和实体的程度是不是要少得多?
πολύ γε.
” “要少得多。
σῶμα δὲ αὐτὸ ψυχῆς οὐκ οἴει οὕτως;
” “而你认为身体本身对灵魂的关系不也是这样吗?
ἔγωγε.
” “我认为是。
οὐκοῦν τὸ τῶν μᾶλλον ὄντων πληρούμενον καὶ αὐτὸ μᾶλλον ὂν ὄντως μᾶλλον πληροῦται ἢ τὸ τῶν ἧττον ὄντων καὶ αὐτὸ ἧττον ὄν;
” “因此,被存在较多之物所充满且其自身也存在较多之物,与被存在较少之物所充满且其自身也存在较少之物相比,前者难道不是真的被充满了更多吗?
πῶς γὰρ οὔ;
” “怎么会不呢?
εἰ ἄρα τὸ πληροῦσθαι τῶν φύσει προσηκόντων ἡδύ ἐστι, τὸ τῷ ὄντι καὶ τῶν ὄντων πληρούμενον μᾶλλον μᾶλλον ὄντως τε καὶ ἀληθεστέρως χαίρειν ἂν ποιοῖ ἡδονῇ ἀληθεῖ, τὸ δὲ τῶν ἧττον ὄντων μεταλαμβάνον ἧττόν τε ἂν ἀληθῶς καὶ βεβαίως πληροῖτο καὶ ἀπιστοτέρας ἂν ἡδονῆς καὶ ἧττον ἀληθοῦς μεταλαμβάνοι.
” “那么,如果被天然适合的事物所充满是快乐的,那么真正地且被存在之物所充满的东西,就会更真实、更真切地让人以真实的快乐而高兴;而那分有存在较少之物的东西,则会不够真实和不够牢固地被充满,分有不够可靠且不够真实的快乐。
ἀναγκαιότατα, ἔφη.
” “最为必然,”他说。
§9.586οἱ ἄρα φρονήσεως καὶ ἀρετῆς ἄπειροι, εὐωχίαις δὲ καὶ τοῖς τοιούτοις ἀεὶ συνόντες, κάτω, ὡς ἔοικεν, καὶ μέχρι πάλιν πρὸς τὸ μεταξὺ φέρονταί τε καὶ ταύτῃ πλανῶνται διὰ βίου, ὑπερβάντες δὲ τοῦτο πρὸς τὸ ἀληθῶς ἄνω οὔτε ἀνέβλεψαν πώποτε οὔτε ἠνέχθησαν, οὐδὲ τοῦ ὄντος τῷ ὄντι ἐπληρώθησαν, οὐδὲ βεβαίου τε καὶ καθαρᾶς ἡδονῆς ἐγεύσαντο, ἀλλὰ βοσκημάτων δίκην κάτω ἀεὶ βλέποντες καὶ κεκυφότες εἰς γῆν καὶ εἰς τραπέζας βόσκονται χορταζόμενοι καὶ ὀχεύοντες, καὶ ἕνεκα τῆς τούτων πλεονεξίας λακτίζοντες καὶ κυρίττοντες ἀλλήλους σιδηροῖς κέρασί τε καὶ ὁπλαῖς ἀποκτεινύασι διʼ ἀπληστίαν, ἅτε οὐχὶ τοῖς οὖσιν οὐδὲ τὸ ὂν οὐδὲ τὸ στέγον ἑαυτῶν πιμπλάντες.
“因此,那些对智慧和美德没有经验,却总是与宴席及类似事物相伴的人,正如所显得的那样,被带向下方,然后又被带回到中间,并以此方式终生游荡。 他们从未越过这个界限去仰望真正的高处,也从未被带到那里,更从未真正被存在之物所充满,也从未尝过牢固而纯洁的快乐。 相反,他们像牲畜一样,总是向下看,低头朝着土地和餐桌,吃草料以充饥、交配;为了获得更多这些东西,他们用铁角和铁蹄互相踢打和冲撞,因贪婪而自相残杀,因为他们没有用存在之物来充满他们自己存在的部分,也没有填满他们那具有容纳能力的器皿。
παντελῶς, ἔφη ὁ Γλαύκων, τὸν τῶν πολλῶν, ὦ Σώκρατες, χρησμῳδεῖς βίον.
” “格劳孔说:‘苏格拉底,你完全像神谕一样,把大众的生活描述得淋漓尽致。
ἆρʼ οὖν οὐκ ἀνάγκη καὶ ἡδοναῖς συνεῖναι μεμειγμέναις λύπαις, εἰδώλοις τῆς ἀληθοῦς ἡδονῆς καὶ ἐσκιαγραφημέναις, ὑπὸ τῆς παρʼ ἀλλήλας θέσεως ἀποχραινομέναις, ὥστε σφοδροὺς ἑκατέρας φαίνεσθαι, καὶ ἔρωτας ἑαυτῶν λυττῶντας τοῖς ἄφροσιν ἐντίκτειν καὶ περιμαχήτους εἶναι, ὥσπερ τὸ τῆς Ἑλένης εἴδωλον ὑπὸ τῶν ἐν Τροίᾳ Στησίχορός φησι γενέσθαι περιμάχητον ἀγνοίᾳ τοῦ ἀληθοῦς;
’” “那么,他们难道不也必然要与混杂着痛苦的快乐相伴吗? 这些快乐是真实快乐的幻影,如同阴影画一般,因彼此并列而着色,以至于每一个显得都很强烈,并在愚蠢的人身上产生对它们自身的狂热之爱,成为争夺的对象,就像斯特西霍罗斯所说,特洛伊的人们因为对真实的无知而争夺海伦的幻影一样?
πολλὴ ἀνάγκη, ἔφη, τοιοῦτόν τι αὐτὸ εἶναι.
” “非常必然,”他说,“情况必然是这样的。
τί δέ;
” “那么气概的部分呢?
περὶ τὸ θυμοειδὲς οὐχ ἕτερα τοιαῦτα ἀνάγκη γίγνεσθαι, ὃς ἂν αὐτὸ τοῦτο διαπράττηται ἢ φθόνῳ διὰ φιλοτιμίαν ἢ βίᾳ διὰ φιλονικίαν ἢ θυμῷ διὰ δυσκολίαν, πλησμονὴν τιμῆς τε καὶ νίκης καὶ θυμοῦ διώκων ἄνευ λογισμοῦ τε καὶ νοῦ;
当有人仅仅为了这一部分而行事,或者因为爱名誉而嫉妒,或者因为好胜而诉诸暴力,或者因为乖戾而发怒,在没有理性和理智的情况下,追求名誉、胜利和愤怒的满足时,难道不也必然会发生其他类似的事情吗?
τοιαῦτα, ἦ δʼ ὅς, ἀνάγκη καὶ περὶ τοῦτο εἶναι.
” “对于这个部分,”他说,“类似的事情也是必然会发生的。
τί οὖν, ἦν δʼ ἐγώ· θαρροῦντες λέγωμεν ὅτι καὶ περὶ τὸ φιλοκερδὲς καὶ τὸ φιλόνικον ὅσαι ἐπιθυμίαι εἰσίν, αἳ μὲν ἂν τῇ ἐπιστήμῃ καὶ λόγῳ ἑπόμεναι καὶ μετὰ τούτων τὰς ἡδονὰς διώκουσαι, ἃς ἂν τὸ φρόνιμον ἐξηγῆται, λαμβάνωσι, τὰς ἀληθεστάτας τε λήψονται, ὡς οἷόν τε αὐταῖς ἀληθεῖς λαβεῖν, ἅτε ἀληθείᾳ ἑπομένων, καὶ τὰς ἑαυτῶν οἰκείας, εἴπερ τὸ βέλτιστον ἑκάστῳ, τοῦτο καὶ οἰκειότατον;
” “‘那么,’我说,‘我们可以大胆地说,即使对于爱利和好胜的部分,凡是跟随着知识和理性、并与它们一起追求由明智部分所引导的快乐的欲望,它们都将获得最真实的快乐,这在它们能够获得真实快乐的范围内是可能的,因为它们跟随的是真理;同时,它们也将获得最属于它们自己的、最适宜的快乐,如果对每个人来说最好的东西确实也就是最适宜的话。
ἀλλὰ μήν, ἔφη, οἰκειότατόν γε.
’” “那确实是最适宜的,”他说。