§9.583τριῶν ἄρʼ οὐσῶν τῶν ἡδονῶν ἡ τούτου τοῦ μέρους τῆς ψυχῆς ᾧ μανθάνομεν ἡδίστη ἂν εἴη, καὶ ἐν ᾧ ἡμῶν τοῦτο ἄρχει, ὁ τούτου βίος ἥδιστος;
“那么,既然有三种快乐,我们用以学习的灵魂部分的快乐,难道不是最愉快的吗? 而在我们之中以此为统治者的那个人,他的生活难道不是最愉快的吗?
πῶς δʼ οὐ μέλλει;
” “怎么会不呢?
ἔφη· κύριος γοῦν ἐπαινέτης ὢν ἐπαινεῖ τὸν ἑαυτοῦ βίον ὁ φρόνιμος.
”他说,“因为明智者作为一个有权威的赞扬者,赞扬着他自己的生活。
τίνα δὲ δεύτερον, εἶπον, βίον καὶ τίνα δευτέραν ἡδονήν φησιν ὁ κριτὴς εἶναι;
” “那么,”我说,“裁判者认为哪种生活是第二位的,哪种快乐是第二位的快乐呢?
δῆλον ὅτι τὴν τοῦ πολεμικοῦ τε καὶ φιλοτίμου· ἐγγυτέρω γὰρ αὐτοῦ ἐστιν ἢ ἡ τοῦ χρηματιστοῦ.
” “显然是战士和爱名誉者的生活与快乐;因为这比起经商者的生活更接近于他(明智者)。
ὑστάτην δὴ τὴν τοῦ φιλοκερδοῦς, ὡς ἔοικεν.
” “而最后则是爱利者的生活,似乎是这样。
τί μήν;
” “怎么会不呢?
ἦ δʼ ὅς.
”他说。
ταῦτα μὲν τοίνυν οὕτω δύʼ ἐφεξῆς ἂν εἴη καὶ δὶς νενικηκὼς ὁ δίκαιος τὸν ἄδικον· τὸ δὲ τρίτον Ὀλυμπικῶς τῷ σωτῆρί τε καὶ τῷ Ὀλυμπίῳ Διί, ἄθρει ὅτι οὐδὲ παναληθής ἐστιν ἡ τῶν ἄλλων ἡδονὴ πλὴν τῆς τοῦ φρονίμου οὐδὲ καθαρά, ἀλλʼ ἐσκιαγραφημένη τις, ὡς ἐγὼ δοκῶ μοι τῶν σοφῶν τινος ἀκηκοέναι.
“因此,这两者就如此相继,而正义者已经两次击败了非正义者;至于第三次,就像奥林匹亚式地献给救主和奥林匹亚的宙斯一样,请看:除了明智者的快乐之外,其他人的快乐甚至都不完全是真实的,也不是纯洁的,而只是一种阴影画,正如我想我从某位智者那里听到过的那样。
καίτοι τοῦτʼ ἂν εἴη μέγιστόν τε καὶ κυριώτατον τῶν πτωμάτων.
然而,这确实将是最大、最致命的跌落(失败)。
πολύ γε· ἀλλὰ πῶς λέγεις;
” “确实如此;但你这是什么意思?
ὧδʼ, εἶπον, ἐξευρήσω, σοῦ ἀποκρινομένου ζητῶν ἅμα.
” “这样,”我说,“我将通过你的回答,在我们共同探究的过程中找出答案。
Ἐρώτα δή, ἔφη.
” “那就提问吧,”他说。
λέγε δή, ἦν δʼ ἐγώ· οὐκ ἐναντίον φαμὲν λύπην ἡδονῇ;
“那么请说,”我说,“我们不是说痛苦是快乐的对立面吗?
καὶ μάλα.
” “确实如此。
οὐκοῦν καὶ τὸ μήτε χαίρειν μήτε λυπεῖσθαι εἶναί τι;
” “那么,既不高兴也不痛苦的状态也存在吗?
εἶναι μέντοι.
” “确实存在。
μεταξὺ τούτοιν ἀμφοῖν ἐν μέσῳ ὂν ἡσυχίαν τινὰ περὶ ταῦτα τῆς ψυχῆς;
” “处于这两者之间的中间状态,即灵魂关于这些事物的一种静谧?
ἢ οὐχ οὕτως αὐτὸ λέγεις;
还是你不是这样说的?
οὕτως, ἦ δʼ ὅς.
” “我是这样说的,”他说。
ἆρʼ οὖν μνημονεύεις, ἦν δʼ ἐγώ, τοὺς τῶν καμνόντων λόγους, οὓς λέγουσιν ὅταν κάμνωσιν;
“那么,你还记得,”我说,“病人在生病时所说的话吗?
ποίους;
” “什么话?
ὡς οὐδὲν ἄρα ἐστὶν ἥδιον τοῦ ὑγιαίνειν, ἀλλὰ σφᾶς ἐλελήθει, πρὶν κάμνειν, ἥδιστον ὄν.
” “就是说,没有什么比健康更愉快的了,但在生病之前,他们并没有意识到这是最愉快的。
μέμνημαι, ἔφη.
” “我记得,”他说。
οὐκοῦν καὶ τῶν περιωδυνίᾳ τινὶ ἐχομένων ἀκούεις λεγόντων ὡς οὐδὲν ἥδιον τοῦ παύσασθαι ὀδυνώμενον;
“你难道没有听到那些处于剧烈痛苦之中的人说,没有什么比停止痛苦更愉快的了吗?
ἀκούω.
” “我听过。
καὶ ἐν ἄλλοις γε οἶμαι πολλοῖς τοιούτοις αἰσθάνῃ γιγνομένους τοὺς ἀνθρώπους, ἐν οἷς, ὅταν λυπῶνται, τὸ μὴ λυπεῖσθαι καὶ τὴν ἡσυχίαν τοῦ τοιούτου ἐγκωμιάζουσιν ὡς ἥδιστον, οὐ τὸ χαίρειν.
” “而且在许多其他类似的情况下,我想你会注意到人们也是这样,当他们痛苦时,他们赞扬不痛苦和这种静谧是最愉快的,而不是赞扬高兴。
τοῦτο γάρ, ἔφη, τότε ἡδὺ ἴσως καὶ ἀγαπητὸν γίγνεται, ἡσυχία.
” “因为,”他说,“在那个时候,静谧也许就变得愉快而可爱了。
καὶ ὅταν παύσηται ἄρα, εἶπον, χαίρων τις, ἡ τῆς ἡδονῆς ἡσυχία λυπηρὸν ἔσται.
” “那么,当有人停止高兴时,”我说,“快乐的静谧就会变得痛苦。
ἴσως, ἔφη.
” “也许,”他说。
ὃ μεταξὺ ἄρα νυνδὴ ἀμφοτέρων ἔφαμεν εἶναι, τὴν ἡσυχίαν, τοῦτό ποτε ἀμφότερα ἔσται, λύπη τε καὶ ἡδονή.
“那么,我们刚才说处于两者之间的那个东西——即静谧——有时就会同时变成两者,即痛苦和快乐。
ἔοικεν.
” “似乎是这样。
ἦ καὶ δυνατὸν τὸ μηδέτερα ὂν ἀμφότερα γίγνεσθαι;
” “但是,既非此亦非彼的东西,难道可能同时变成两者吗?
οὔ μοι δοκεῖ.
” “在我看来不可能。
καὶ μὴν τό γε ἡδὺ ἐν ψυχῇ γιγνόμενον καὶ τὸ λυπηρὸν κίνησίς τις ἀμφοτέρω ἐστόν·
” “而且,在灵魂中产生的愉快和痛苦,两者都是一种运动,不是吗?
ἢ οὔ; ναί.
” “是的。
§9.584τὸ δὲ μήτε λυπηρὸν μήτε ἡδὺ οὐχὶ ἡσυχία μέντοι καὶ ἐν μέσῳ τούτοιν ἐφάνη ἄρτι; ἐφάνη γάρ.
” “但是,既不痛苦也不愉快的东西,刚才不正是显得是静谧并处于两者之间吗? ” “确实显得是这样。
πῶς οὖν ὀρθῶς ἔστι τὸ μὴ ἀλγεῖν ἡδὺ ἡγεῖσθαι ἢ τὸ μὴ χαίρειν ἀνιαρόν;
” “那么,把不痛苦视为愉快,或者把不高兴视为痛苦,怎么会是正确的呢?
οὐδαμῶς.
” “绝不可能。
οὐκ ἔστιν ἄρα τοῦτο, ἀλλὰ φαίνεται, ἦν δʼ ἐγώ, παρὰ τὸ ἀλγεινὸν ἡδὺ καὶ παρὰ τὸ ἡδὺ ἀλγεινὸν τότε ἡ ἡσυχία, καὶ οὐδὲν ὑγιὲς τούτων τῶν φαντασμάτων πρὸς ἡδονῆς ἀλήθειαν, ἀλλὰ γοητεία τις.
” “因此,这并不是真实的,但是,”我说,“此时静谧在痛苦之旁显得是愉快,在愉快之旁显得是痛苦。 而在这些幻影中,对于快乐的真实性而言,没有什么是健康的,而只是一种魔术。
ὡς γοῦν ὁ λόγος, ἔφη, σημαίνει.
” “至少正如论证所表明的那样,”他说。
ἰδὲ τοίνυν, ἔφην ἐγώ, ἡδονάς, αἳ οὐκ ἐκ λυπῶν εἰσίν, ἵνα μὴ πολλάκις οἰηθῇς ἐν τῷ παρόντι οὕτω τοῦτο πεφυκέναι, ἡδονὴν μὲν παῦλαν λύπης εἶναι, λύπην δὲ ἡδονῆς.
“那么,”我说,“看看那些不源于痛苦的快乐吧,免得你或许在目前认为这就是自然法则——即快乐是痛苦的止息,而痛苦是快乐的止息。
ποῦ δή, ἔφη, καὶ ποίας λέγεις;
” “你在哪里说的,又是指哪种快乐呢? ”他说。
πολλαὶ μέν, εἶπον, καὶ ἄλλαι, μάλιστα δʼ εἰ ʼθέλεις ἐννοῆσαι τὰς περὶ τὰς ὀσμὰς ἡδονάς.
“还有很多别的,”我说,“但特别是,如果你愿意考虑的话,关于气味的快乐。
αὗται γὰρ οὐ προλυπηθέντι ἐξαίφνης ἀμήχανοι τὸ μέγεθος γίγνονται, παυσάμεναί τε λύπην οὐδεμίαν καταλείπουσιν.
因为这些快乐,在没有任何先期痛苦的情况下,会突然变得无比巨大,而在它们平息时,也不会留下任何痛苦。
ἀληθέστατα, ἔφη.
” “极其真实,”他说。
μὴ ἄρα πειθώμεθα καθαρὰν ἡδονὴν εἶναι τὴν λύπης ἀπαλλαγήν, μηδὲ λύπην τὴν ἡδονῆς.
“那么,让我们不要相信摆脱痛苦就是纯粹的快乐,也不要相信摆脱快乐就是痛苦。
μὴ γάρ.
” “确实不要相信。
ἀλλὰ μέντοι, εἶπον, αἵ γε διὰ τοῦ σώματος ἐπὶ τὴν ψυχὴν τείνουσαι καὶ λεγόμεναι ἡδοναί, σχεδὸν αἱ πλεῖσταί τε καὶ μέγισται, τούτου τοῦ εἴδους εἰσί, λυπῶν τινες ἀπαλλαγαί.
” “然而,”我说,“那些通过肉体延伸到灵魂中并被称为快乐的,几乎大多数也是最大的,都是这种类型的,即对某些痛苦的摆脱。
εἰσὶ γάρ.
” “确实是这样。
οὐκοῦν καὶ αἱ πρὸ μελλόντων τούτων ἐκ προσδοκίας γιγνόμεναι προησθήσεις τε καὶ προλυπήσεις κατὰ ταὐτὰ ἔχουσιν; κατὰ ταὐτά.
” “那么,在这些未来的事情发生之前,由于预期而产生的预期快乐和预期痛苦,不也是处于同样的情况吗? ” “同样的情况。
οἶσθʼ οὖν, ἦν δʼ ἐγώ, οἷαί εἰσιν καὶ ᾧ μάλιστα ἐοίκασιν;
” “那么,”我说,“你知道它们是什么样的,以及它们最像什么吗?
τῷ;
” “像什么?
ἔφη.
”他说。
νομίζεις τι, εἶπον, ἐν τῇ φύσει εἶναι τὸ μὲν ἄνω, τὸ δὲ κάτω, τὸ δὲ μέσον;
“你认为,”我说,“在自然中,有上、有下、有中间吗?
ἔγωγε.
” “我认为有。
οἴει οὖν ἄν τινα ἐκ τοῦ κάτω φερόμενον πρὸς μέσον ἄλλο τι οἴεσθαι ἢ ἄνω φέρεσθαι;
” “那么,你认为,一个从下面被运送到中间的人,除了认为自己正在被往上运送之外,还会认为别吗?
καὶ ἐν μέσῳ στάντα, ἀφορῶντα ὅθεν ἐνήνεκται, ἄλλοθί που ἂν ἡγεῖσθαι εἶναι ἢ ἐν τῷ ἄνω, μὴ ἑωρακότα τὸ ἀληθῶς ἄνω;
当他站在中间,向下看着他被运送上来的地方时,如果他没有见过真正的上面,他会认为自己是在上面以外的任何地方吗?
μὰ Δίʼ, οὐκ ἔγωγε, ἔφη, ἄλλως οἶμαι οἰηθῆναι ἂν τὸν τοιοῦτον.
” “凭宙斯发誓,我不会,”他说,“我不认为这样的人会认为有别的情况。
ἀλλʼ εἰ πάλιν γʼ, ἔφην, φέροιτο, κάτω τʼ ἂν οἴοιτο φέρεσθαι καὶ ἀληθῆ οἴοιτο;
” “但是,如果他再次被往下运送,”我说,“他会认为自己正在往下运送,并且认为这是真的吗?
πῶς γὰρ οὔ;
” “怎么会不呢?
οὐκοῦν ταῦτα πάσχοι ἂν πάντα διὰ τὸ μὴ ἔμπειρος εἶναι τοῦ ἀληθινῶς ἄνω τε ὄντος καὶ ἐν μέσῳ καὶ κάτω;
” “那么,他之所以遭受这一切,难道不是因为他对于真正的上、中、下缺乏经验吗?
δῆλον δή.
” “显然如此。 ”