§9.582ὅτε δὴ οὖν, εἶπον, ἀμφισβητοῦνται ἑκάστου τοῦ εἴδους αἱ ἡδοναὶ καὶ αὐτὸς ὁ βίος, μὴ ὅτι πρὸς τὸ κάλλιον καὶ αἴσχιον ζῆν μηδὲ τὸ χεῖρον καὶ ἄμεινον, ἀλλὰ πρὸς αὐτὸ τὸ ἥδιον καὶ ἀλυπότερον, πῶς ἂν εἰδεῖμεν τίς αὐτῶν ἀληθέστατα λέγει;
“那么,”我说,“既然每个类别的快乐和生命本身受到了争论,不是关于生活得更美还是更丑,也不是更坏还是更好,而是关于哪一个本身更愉快、更无痛苦,那我们如何才能知道他们中谁说得最真实呢?
οὐ πάνυ, ἔφη, ἔγωγε ἔχω εἰπεῖν.
” “我实在说不出来,”他说。
ἀλλʼ ὧδε σκόπει· τίνι χρὴ κρίνεσθαι τὰ μέλλοντα καλῶς κριθήσεσθαι;
“但是这样想:要得到妥善判定的事物,应该用什么来判定?
ἆρʼ οὐκ ἐμπειρίᾳ τε καὶ φρονήσει καὶ λόγῳ;
难道不应当用经验、智慧和理智吗?
ἢ τούτων ἔχοι ἄν τις βέλτιον κριτήριον;
或者,谁能有比这些更好的判定标准呢?
καὶ πῶς ἄν;
” “怎么可能呢?
ἔφη.
”他说。
σκόπει δή· τριῶν ὄντων τῶν ἀνδρῶν τίς ἐμπειρότατος πασῶν ὧν εἴπομεν ἡδονῶν;
“那么看吧:在这三种人中,谁对我们所说的所有快乐最有经验?
πότερον ὁ φιλοκερδής, μανθάνων αὐτὴν τὴν ἀλήθειαν οἷόν ἐστιν, ἐμπειρότερος δοκεῖ σοι εἶναι τῆς ἀπὸ τοῦ εἰδέναι ἡδονῆς, ἢ ὁ φιλόσοφος τῆς ἀπὸ τοῦ κερδαίνειν;
在你看来,爱利者在学习真理本身的性质时,对源于知识的快乐的经验,难道会比爱智者对源于得利的快乐的经验更丰富吗?
πολύ, ἔφη, διαφέρει.
” “相差太远了,”他说。
τῷ μὲν γὰρ ἀνάγκη γεύεσθαι τῶν ἑτέρων ἐκ παιδὸς ἀρξαμένῳ· τῷ δὲ φιλοκερδεῖ, ὅπῃ πέφυκε τὰ ὄντα μανθάνοντι, τῆς ἡδονῆς ταύτης, ὡς γλυκεῖά ἐστιν, οὐκ ἀνάγκη γεύεσθαι οὐδʼ ἐμπείρῳ γίγνεσθαι, μᾶλλον δὲ καὶ προθυμουμένῳ οὐ ῥᾴδιον.
“因为对前者来说,从小开始就必然要体验另一种快乐;但对爱利者来说,在学习事物的本质时,他既不必然要去体验这种学习的快乐有多么甘甜,也不必然要去积累经验,甚至相反,即使他极其渴望,也不是一件容易的事。
πολὺ ἄρα, ἦν δʼ ἐγώ, διαφέρει τοῦ γε φιλοκερδοῦς ὁ φιλόσοφος ἐμπειρίᾳ ἀμφοτέρων τῶν ἡδονῶν.
” “因此,”我说,“在对这两种快乐的经验上,爱智者大大超过了爱利者。
πολὺ μέντοι.
” “确实相差极极远。
τί δὲ τοῦ φιλοτίμου;
” “那么,比起爱名誉者又如何?
ἆρα μᾶλλον ἄπειρός ἐστι τῆς ἀπὸ τοῦ τιμᾶσθαι ἡδονῆς ἢ ἐκεῖνος τῆς ἀπὸ τοῦ φρονεῖν;
难道爱智者对于受尊重的快乐的陌生程度,会甚于爱名誉者对于思考的快乐的陌生程度吗?
ἀλλὰ τιμὴ μέν, ἔφη, ἐάνπερ ἐξεργάζωνται ἐπὶ ὃ ἕκαστος ὥρμηκε, πᾶσιν αὐτοῖς ἕπεται—καὶ γὰρ ὁ πλούσιος ὑπὸ πολλῶν τιμᾶται καὶ ὁ ἀνδρεῖος καὶ σοφός—ὥστε ἀπό γε τοῦ τιμᾶσθαι, οἷόν ἐστιν, πάντες τῆς ἡδονῆς ἔμπειροι· τῆς δὲ τοῦ ὄντος θέας, οἵαν ἡδονὴν ἔχει, ἀδύνατον ἄλλῳ γεγεῦσθαι πλὴν τῷ φιλοσόφῳ.
” “但是,”他说,“如果他们完成了各自追求的目标,名誉确实会伴随着他们所有人——因为富人、勇者和智者都会受到众人的尊敬——所以,就受到尊重而言,所有人对这种快乐的性质都有经验;然而,对于观照实在所具有的快乐,除了爱智者之外,其他人是不可能体验到的。
ἐμπειρίας μὲν ἄρα, εἶπον, ἕνεκα κάλλιστα τῶν ἀνδρῶν κρίνει οὗτος.
” “那么,”我说,“就经验而言,在这些人中这个人判定得最好。
πολύ γε.
” “确实如此。
καὶ μὴν μετά γε φρονήσεως μόνος ἔμπειρος γεγονὼς ἔσται.
” “而且,只有他是在伴随着智慧的情况下获得经验的。
τί μήν;
” “可不是吗?
ἀλλὰ μὴν καὶ διʼ οὗ γε δεῖ ὀργάνου κρίνεσθαι, οὐ τοῦ φιλοκερδοῦς τοῦτο ὄργανον οὐδὲ τοῦ φιλοτίμου, ἀλλὰ τοῦ φιλοσόφου.
” “而且,作为判定所必须使用的工具,这既不是爱利者的工具,也不是爱名誉者的工具,而是爱智者的工具。
τὸ ποῖον;
” “那是什么工具?
διὰ λόγων που ἔφαμεν δεῖν κρίνεσθαι.
” “我想,我们说过必须通过言论来进行判定,不是吗?
ἦ γάρ; ναί.
” “是的。
λόγοι δὲ τούτου μάλιστα ὄργανον.
” “而言论尤其是这个人的工具。
πῶς δʼ οὔ;
” “怎么会不呢?
οὐκοῦν εἰ μὲν πλούτῳ καὶ κέρδει ἄριστα ἐκρίνετο τὰ κρινόμενα, ἃ ἐπῄνει ὁ φιλοκερδὴς καὶ ἔψεγεν, ἀνάγκη ἂν ἦν ταῦτα ἀληθέστατα εἶναι.
” “因此,如果被判定的事物是以财富和利得来做最好的判定,那么爱利者所赞扬和贬低的事物就必然是最真实的。
πολλή γε.
” “确实非常必然。
εἰ δὲ τιμῇ τε καὶ νίκῃ καὶ ἀνδρείᾳ, ἆρʼ οὐχ ἃ ὁ φιλότιμός τε καὶ φιλόνικος;
” “如果是以名誉、胜利和勇敢来判定,那难道不就是爱名誉者和爱胜者所赞扬的吗?
δῆλον.
” “很显然。
ἐπειδὴ δʼ ἐμπειρίᾳ καὶ φρονήσει καὶ λόγῳ;
” “但由于是用经验、智慧和言论来判定呢?
ἀνάγκη, ἔφη, ἃ ὁ φιλόσοφός τε καὶ ὁ φιλόλογος ἐπαινεῖ, ἀληθέστατα εἶναι.
” 他说:“那么,爱智者和爱言者所赞扬的事物必然是最真实的。 ”