§9.580οὐκοῦν καὶ πρὸς τούτοις ἔτι ἀποδώσομεν τῷ ἀνδρὶ καὶ ἃ τὸ πρότερον εἴπομεν, ὅτι ἀνάγκη καὶ εἶναι καὶ ἔτι μᾶλλον γίγνεσθαι αὐτῷ ἢ πρότερον διὰ τὴν ἀρχὴν φθονερῷ, ἀπίστῳ, ἀδίκῳ, ἀφίλῳ, ἀνοσίῳ καὶ πάσης κακίας πανδοκεῖ τε καὶ τροφεῖ, καὶ ἐξ ἁπάντων τούτων μάλιστα μὲν αὐτῷ δυστυχεῖ εἶναι, ἔπειτα δὲ καὶ τοὺς πλησίον αὑτῷ τοιούτους ἀπεργάζεσθαι.
“因此,除了这些之外,我们还要把我们以前说过的话也归于这个男人,即由于他的统治,他不仅必然变得,而且比以前更必然地成为一个嫉妒、不信、不公、无友、不敬的人,并成为一切邪恶的收容者和抚育者;而由于这一切,他首先使自己变得最为不幸,其次也使他的亲近者变得像他一样。
οὐδείς σοι, ἔφη, τῶν νοῦν ἐχόντων ἀντερεῖ.
” “有理智的人谁也不会反驳你,”他说。
ἴθι δή μοι, ἔφην ἐγώ, νῦν ἤδη ὥσπερ ὁ διὰ πάντων κριτὴς ἀποφαίνεται, καὶ σὺ οὕτω, τίς πρῶτος κατὰ τὴν σὴν δόξαν εὐδαιμονίᾳ καὶ τίς δεύτερος, καὶ τοὺς ἄλλους ἑξῆς πέντε ὄντας κρῖνε, βασιλικόν, τιμοκρατικόν, ὀλιγαρχικόν, δημοκρατικόν, τυραννικόν.
“来吧,”我说,“现在,正如那个看透一切的裁判宣告那样,你也这样做:在你看来,谁在幸福上是第一,谁是第二,并依次判定其余的,总共有五个,即王政式、荣誉政体式、寡头政体式、民主政体式、僭主政体式的人。
ἀλλὰ ῥᾳδία, ἔφη, ἡ κρίσις.
” “但这判定是容易的,”他说。
καθάπερ γὰρ εἰσῆλθον ἔγωγε ὥσπερ χοροὺς κρίνω ἀρετῇ καὶ κακίᾳ καὶ εὐδαιμονίᾳ καὶ τῷ ἐναντίῳ.
“因为就像他们入场时一样,我像评判合唱队那样,在德行与邪恶、幸福与不幸方面来评判他们。
μισθωσώμεθα οὖν κήρυκα, ἦν δʼ ἐγώ, ἢ αὐτὸς ἀνείπω ὅτι ὁ Ἀρίστωνος ὑὸς τὸν ἄριστόν τε καὶ δικαιότατον εὐδαιμονέστατον ἔκρινε, τοῦτον δʼ εἶναι τὸν βασιλικώτατον καὶ βασιλεύοντα αὑτοῦ, τὸν δὲ κάκιστόν τε καὶ ἀδικώτατον ἀθλιώτατον, τοῦτον δὲ αὖ τυγχάνειν ὄντα ὃς ἂν τυραννικώτατος ὢν ἑαυτοῦ τε ὅτι μάλιστα τυραννῇ καὶ τῆς πόλεως;
” “那么,我们是雇一个传令官呢,”我说,“还是由我自己来宣布:阿里斯同的儿子判定,最善和最正义的人是最幸福的,而这个人就是最具有王者气概并统治着自己的人;而最恶和最不正义的人是最悲惨的,而这又恰好是那个最具有僭主特征、最大程度地僭主式地统治自己和城邦的人?
ἀνειρήσθω σοι, ἔφη.
” “由你宣布吧,”他说。
ἦ οὖν προσαναγορεύω, εἶπον, ἐάντε λανθάνωσιν τοιοῦτοι ὄντες ἐάντε μὴ πάντας ἀνθρώπους τε καὶ θεούς;
“那么,我是否要补充宣布,”我说,“无论他们是否瞒过所有的凡人和神明?
προσαναγόρευε, ἔφη.
” “补充宣布吧,”他说。
εἶεν δή, εἶπον· αὕτη μὲν ἡμῖν ἡ ἀπόδειξις μία ἂν εἴη, δευτέραν δὲ ἰδὲ τήνδε, ἐάν τι δόξῃ εἶναι.
“好吧,”我说,“这可以说是我们的第一个证明,但请看这第二个证明,如果它显得有什么价值的话。
τίς αὕτη;
” “这是什么证明?
ἐπειδή, ὥσπερ πόλις, ἦν δʼ ἐγώ, διῄρηται κατὰ τρία εἴδη, οὕτω καὶ ψυχὴ ἑνὸς ἑκάστου τριχῇ, δέξεται, ὡς ἐμοὶ δοκεῖ, καὶ ἑτέραν ἀπόδειξιν.
” “因为,”我说,“就像城邦被划分为三个部分一样,每个人的灵魂也以同样的三分法被划分,在我看来,它也将接受另一个证明。
τίνα ταύτην;
” “那是哪个证明?
τήνδε.
” “这个。
τριῶν ὄντων τριτταὶ καὶ ἡδοναί μοι φαίνονται, ἑνὸς ἑκάστου μία ἰδία· ἐπιθυμίαι τε ὡσαύτως καὶ ἀρχαί.
既然有三个部分,在我看来快乐也是三重的,每一个部分都有其独特的一个;欲望和统治原则也是如此。
πῶς λέγεις;
” “你这是什么意思?
ἔφη.
”他说。
τὸ μέν, φαμέν, ἦν ᾧ μανθάνει ἄνθρωπος, τὸ δὲ ᾧ θυμοῦται, τὸ δὲ τρίτον διὰ πολυειδίαν ἑνὶ οὐκ ἔσχομεν ὀνόματι προσειπεῖν ἰδίῳ αὐτοῦ, ἀλλὰ ὃ μέγιστον καὶ ἰσχυρότατον εἶχεν ἐν αὑτῷ, τούτῳ ἐπωνομάσαμεν·
“我们说,一部分是人用来学习的,另一部分是用来发怒的,而第三部分由于其形式多样,我们无法用一个独特的名称来称呼它,但我们以它自身中最大、最强的东西来命名它。
§9.581ἐπιθυμητικὸν γὰρ αὐτὸ κεκλήκαμεν διὰ σφοδρότητα τῶν τε περὶ τὴν ἐδωδὴν ἐπιθυμιῶν καὶ πόσιν καὶ ἀφροδίσια καὶ ὅσα ἄλλα τούτοις ἀκόλουθα, καὶ φιλοχρήματον δή, ὅτι διὰ χρημάτων μάλιστα ἀποτελοῦνται αἱ τοιαῦται ἐπιθυμίαι.
” “因为我们因其对食物、饮料、性爱及所有其他随之而来的事物的强烈欲望,而称其为‘欲望部分’;又称其为‘爱财部分’,因为此类欲望主要通过金钱来实现。
καὶ ὀρθῶς γʼ, ἔφη.
” “非常正确,”他说。
ἆρʼ οὖν καὶ τὴν ἡδονὴν αὐτοῦ καὶ φιλίαν εἰ φαῖμεν εἶναι τοῦ κέρδους, μάλιστʼ ἂν εἰς ἓν κεφάλαιον ἀπερειδοίμεθα τῷ λόγῳ, ὥστε τι ἡμῖν αὐτοῖς δηλοῦν, ὁπότε τοῦτο τῆς ψυχῆς τὸ μέρος λέγοιμεν, καὶ καλοῦντες αὐτὸ φιλοχρήματον καὶ φιλοκερδὲς ὀρθῶς ἂν καλοῖμεν;
“那么,如果我们说它的快乐和爱恋是针对‘利得’的,我们是否最能把论证归结为一个要点,以便在谈到灵魂的这一部分时对我们自己说得明白,而称它为‘爱财的’和‘爱利的’,我们是否就称呼得正确呢?
ἐμοὶ γοῦν δοκεῖ, ἔφη.
” “至少在我看来是这样,”他说。
τί δέ;
“那么,那个激情的部分呢?
τὸ θυμοειδὲς οὐ πρὸς τὸ κρατεῖν μέντοι φαμὲν καὶ νικᾶν καὶ εὐδοκιμεῖν ἀεὶ ὅλον ὡρμῆσθαι;
我们难道不是说,它总是完全致力于统治、克服和赢得好名声吗?
καὶ μάλα.
” “确实如此。
εἰ οὖν φιλόνικον αὐτὸ καὶ φιλότιμον προσαγορεύοιμεν, ἦ ἐμμελῶς ἂν ἔχοι;
” “那么,如果我们称它为‘爱胜的’和‘爱名誉的’,这合适吗?
ἐμμελέστατα μὲν οὖν.
” “最合适不过了。
ἀλλὰ μὴν ᾧ γε μανθάνομεν, παντὶ δῆλον ὅτι πρὸς τὸ εἰδέναι τὴν ἀλήθειαν ὅπῃ ἔχει πᾶν ἀεὶ τέταται, καὶ χρημάτων τε καὶ δόξης ἥκιστα τούτων τούτῳ μέλει.
” “然而,至于我们用来学习的那个部分,大家显然都知道,它总是完全倾向于认识真理在何处,而在这些部分中,这个部分最不关心金钱和名誉。
πολύ γε.
” “差得远呢。
φιλομαθὲς δὴ καὶ φιλόσοφον καλοῦντες αὐτὸ κατὰ τρόπον ἂν καλοῖμεν;
” “那么,如果我们称它为‘爱学的’和‘爱智慧的’,我们是否称呼得得当?
πῶς γὰρ οὔ;
” “怎么会不呢?
οὐκοῦν, ἦν δʼ ἐγώ, καὶ ἄρχει ἐν ταῖς ψυχαῖς τῶν μὲν τοῦτο, τῶν δὲ τὸ ἕτερον ἐκείνων, ὁπότερον ἂν τύχῃ;
” “那么,”我说,“在有些人的灵魂中是这个部分在统治,而在另一些人的灵魂中则是那另外两个中的一个,不管它恰好是哪一个,是不是这样?
οὕτως, ἔφη.
” “是这样,”他说。
διὰ ταῦτα δὴ καὶ ἀνθρώπων λέγομεν τὰ πρῶτα τριττὰ γένη εἶναι, φιλόσοφον, φιλόνικον, φιλοκερδές;
“正是因为这个原因,我们说人类的主要类别有三种:爱智慧的、爱胜的和爱利的?
κομιδῇ γε.
” “完全如此。
καὶ ἡδονῶν δὴ τρία εἴδη, ὑποκείμενον ἓν ἑκάστῳ τούτων;
” “而且快乐也有三种,每一个类别都对应着一种?
πάνυ γε.
” “非常正确。
οἶσθʼ οὖν, ἦν δʼ ἐγώ, ὅτι εἰ ʼθέλοις τρεῖς τοιούτους ἀνθρώπους ἐν μέρει ἕκαστον ἀνερωτᾶν τίς τούτων τῶν βίων ἥδιστος, τὸν ἑαυτοῦ ἕκαστος μάλιστα ἐγκωμιάσεται;
” “那么,你是否知道,”我说,“如果你想依次询问这三种人,他们各自认为这些生活中哪一种最快乐,每个人都会最赞美自己的生活?
ὅ τε χρηματιστικὸς πρὸς τὸ κερδαίνειν τὴν τοῦ τιμᾶσθαι ἡδονὴν ἢ τὴν τοῦ μανθάνειν οὐδενὸς ἀξίαν φήσει εἶναι, εἰ μὴ εἴ τι αὐτῶν ἀργύριον ποιεῖ;
” “那个追求财富的人,相比于得利,会说被尊重的快乐或学习的快乐毫无价值,除非它们能带来金钱?
ἀληθῆ, ἔφη.
” “是的,”他说。
τί δὲ ὁ φιλότιμος;
“那么,那个爱名誉的人呢?
ἦν δʼ ἐγώ·
”我说。
οὐ τὴν μὲν ἀπὸ τῶν χρημάτων ἡδονὴν φορτικήν τινα ἡγεῖται, καὶ αὖ τὴν ἀπὸ τοῦ μανθάνειν, ὅτι μὴ μάθημα τιμὴν φέρει, καπνὸν καὶ φλυαρίαν;
“他难道不认为来自金钱的快乐是某种粗鄙的东西,而来自学习的快乐,除非学习能带来名誉,否则只是烟雾和胡说八道吗?
οὕτως, ἔφη, ἔχει.
” “是这样,”他说。
τὸν δὲ φιλόσοφον, ἦν δʼ ἐγώ, τί οἰώμεθα τὰς ἄλλας ἡδονὰς νομίζειν πρὸς τὴν τοῦ εἰδέναι τἀληθὲς ὅπῃ ἔχει καὶ ἐν τοιούτῳ τινὶ ἀεὶ εἶναι μανθάνοντα;
“而对于爱智慧的人,”我说,“我们认为他怎么看待其他的快乐,相比于认识真理以及在学习中始终处于这种状态的快乐?
οὐ πάνυ πόρρω;
难道不是相差极远?
καὶ καλεῖν τῷ ὄντι ἀναγκαίας, ὡς οὐδὲν τῶν ἄλλων δεόμενον, εἰ μὴ ἀνάγκη ἦν;
而且,他是否真的把它们称为‘必要的’快乐,意即如果没有必要,他就完全不需要其他东西?
εὖ, ἔφη, δεῖ εἰδέναι;
” “必须要清楚这一点,”他说。