Humanitext Reader

柏拉图 · 理想国 §9.578-9.579

掌握实权的僭主所处的恐惧与极端悲惨

第 131 段,共 153 段 · 希腊语

内容简介

苏格拉底论证,实际统治城邦的僭主比保持私人身份的僭主式人物更为悲惨,因为他处于被敌意包围的境地,且终生受到恐惧和无法满足的欲望的折磨。

§9.578καὶ ψυχὴν ἄρα τυραννικὴν πενιχρὰν καὶ ἄπληστον ἀνάγκη ἀεὶ εἶναι.
““因此,僭主式的灵魂也必然总是贫困和无法满足的。
οὕτως, ἦ δʼ ὅς.
”“正是如此,”他说。
τί δέ;
“那么这个呢?
φόβου γέμειν ἆρʼ οὐκ ἀνάγκη τήν τε τοιαύτην πόλιν τόν τε τοιοῦτον ἄνδρα;
这样的城邦和这样的个人难道不也必然充满恐惧吗?
πολλή γε.
”“非常充满。
ὀδυρμούς τε καὶ στεναγμοὺς καὶ θρήνους καὶ ἀλγηδόνας οἴει ἔν τινι ἄλλῃ πλείους εὑρήσειν;
”“你认为在其他任何地方,能比在这里发现更多的哀嚎、呻吟、痛哭和痛苦吗?
οὐδαμῶς.
”“绝不可能。
ἐν ἀνδρὶ δὲ ἡγῇ τὰ τοιαῦτα ἐν ἄλλῳ τινὶ πλείω εἶναι ἢ ἐν τῷ μαινομένῳ ὑπὸ ἐπιθυμιῶν τε καὶ ἐρώτων τούτῳ τῷ τυραννικῷ;
”“在人当中,你认为还有谁比这个被欲望和情欲逼得疯狂的僭主式的人,拥有更多此类痛苦呢?
πῶς γὰρ ἄν;
”“怎么会呢?
ἔφη.
”他说。
εἰς πάντα δὴ οἶμαι ταῦτά τε καὶ ἄλλα τοιαῦτα ἀποβλέψας τήν τε πόλιν τῶν πόλεων ἀθλιωτάτην ἔκρινας— οὐκοῦν ὀρθῶς;
“那么,看看所有这些以及其他类似的情况,你判定那个城邦是所有城邦中最悲惨的——这难道不正确吗?
ἔφη.
”“确实如此,”他说。
καὶ μάλα, ἦν δʼ ἐγώ.
“正是,”我说。
ἀλλὰ περὶ τοῦ ἀνδρὸς αὖ τοῦ τυραννικοῦ τί λέγεις εἰς ταὐτὰ ταῦτα ἀποβλέπων;
“但是,看着这些同样的事情,你对那个僭主式的人又怎么说呢?
μακρῷ, ἔφη, ἀθλιώτατον εἶναι τῶν ἄλλων ἁπάντων.
”“在所有人中,”他说,“他显然是最悲惨的。
τοῦτο, ἦν δʼ ἐγώ, οὐκέτʼ ὀρθῶς λέγεις.
”“关于这一点,”我说,“你说的就不再正确了。
πῶς;
”“怎么会呢?
ἦ δʼ ὅς.
”他说。
οὔπω, ἔφην, οἶμαι, οὗτός ἐστιν ὁ τοιοῦτος μάλιστα.
“我认为,”我说,“这样的人还不是最悲惨的。
ἀλλὰ τίς μήν;
”“那么究竟是谁呢?
ὅδε ἴσως σοι ἔτι δόξει εἶναι τούτου ἀθλιώτερος.
”“或许另一个在你看来会比他还要悲惨。
ποῖος;
”“是哪一种人呢?
ὃς ἄν, ἦν δʼ ἐγώ, τυραννικὸς ὢν μὴ ἰδιώτην βίον καταβιῷ, ἀλλὰ δυστυχὴς ᾖ καὶ αὐτῷ ὑπό τινος συμφορᾶς ἐκπορισθῇ ὥστε τυράννῳ γενέσθαι.
” “那就是,”我说,“具有僭主本性,却无法过普通人的生活,而是不幸地被某种机缘赋予了成为僭主的机会的人。
τεκμαίρομαί σε, ἔφη, ἐκ τῶν προειρημένων ἀληθῆ λέγειν.
”“从前面所说的话来看,”他说,“我认为你说的对。
ναί, ἦν δʼ ἐγώ, ἀλλʼ οὐκ οἴεσθαι χρὴ τὰ τοιαῦτα, ἀλλʼ εὖ μάλα τῷ τοιούτῳ λόγῳ σκοπεῖν· περὶ γάρ τοι τοῦ μεγίστου ἡ σκέψις, ἀγαθοῦ τε βίου καὶ κακοῦ.
”“是的,”我说,“但我们不能仅凭感觉这么想,而必须用这个论证好好加以考察;因为我们的探讨关系到最大的事情,即好生活与坏生活。
ὀρθότατα, ἦ δʼ ὅς.
”“最正确,”他说。
σκόπει δὴ εἰ ἄρα τι λέγω.
“那么看看我的话是否有道理。
δοκεῖ γάρ μοι δεῖν ἐννοῆσαι ἐκ τῶνδε περὶ αὐτοῦ σκοποῦντας.
因为在我看来,我们在考察他时,需要从这些方面来理解。
ἐκ τίνων;
” “从哪些方面?
ἐξ ἑνὸς ἑκάστου τῶν ἰδιωτῶν, ὅσοι πλούσιοι ἐν πόλεσιν ἀνδράποδα πολλὰ κέκτηνται.
”“从城邦中那些拥有许多奴隶的富裕私人身上。
οὗτοι γὰρ τοῦτό γε προσόμοιον ἔχουσιν τοῖς τυράννοις, τὸ πολλῶν ἄρχειν· διαφέρει δὲ τὸ ἐκείνου πλῆθος.
因为他们至少在这一点上与僭主相似:他们统治着许多人;虽然僭主所统治的人数有所不同。
διαφέρει γάρ.
”“确实不同。
οἶσθʼ οὖν ὅτι οὗτοι ἀδεῶς ἔχουσιν καὶ οὐ φοβοῦνται τοὺς οἰκέτας;
”“那么,你是否知道,这些人生活得毫无畏惧,并不害怕他们的家奴?
τί γὰρ ἂν φοβοῖντο;
”“因为他们有什么好怕的呢?
οὐδέν, εἶπον· ἀλλὰ τὸ αἴτιον ἐννοεῖς;
”“没什么,”我说,“但你明白其中的原因吗?
ναί, ὅτι γε πᾶσα ἡ πόλις ἑνὶ ἑκάστῳ βοηθεῖ τῶν ἰδιωτῶν.
”“是的,因为整个城邦都在帮助每一个私人。
καλῶς, ἦν δʼ ἐγώ, λέγεις.
” “说得好,”我说。
τί δέ;
“那么这个呢?
εἴ τις θεῶν ἄνδρα ἕνα, ὅτῳ ἔστιν ἀνδράποδα πεντήκοντα ἢ καὶ πλείω, ἄρας ἐκ τῆς πόλεως αὐτόν τε καὶ γυναῖκα καὶ παῖδας θείη εἰς ἐρημίαν μετὰ τῆς ἄλλης οὐσίας τε καὶ τῶν οἰκετῶν, ὅπου αὐτῷ μηδεὶς τῶν ἐλευθέρων μέλλοι βοηθήσειν, ἐν ποίῳ ἄν τινι καὶ ὁπόσῳ φόβῳ οἴει γενέσθαι αὐτὸν περί τε αὑτοῦ καὶ παίδων καὶ γυναικός, μὴ ἀπόλοιντο ὑπὸ τῶν οἰκετῶν;
如果某位神明把一个拥有五十个甚至更多奴隶的人,带离城邦,把他以及他的妻子和孩子们,连同其他财产和奴隶一起,安置在一片荒野里,在那里没有任何自由人会去帮助他,你认为他会陷入何种程度、多么巨大的恐惧之中,担心自己和妻子儿女会被奴隶们杀害呢?
ἐν παντί, ἦ δʼ ὅς, ἔγωγε.
”“就我而言,”他说,“会陷入极度的恐惧之中。
§9.579οὐκοῦν ἀναγκάζοιτο ἄν τινας ἤδη θωπεύειν αὐτῶν τῶν δούλων καὶ ὑπισχνεῖσθαι πολλὰ καὶ ἐλευθεροῦν οὐδὲν δεόμενος, καὶ κόλαξ αὐτὸς ἂν θεραπόντων ἀναφανείη;
” “那么,他难道不被迫去巴结那些奴隶中的某些人,许下许多诺言,并在没有必要的情况下释放他们,使他自己表现为仆人们的谄媚者吗?
πολλὴ ἀνάγκη, ἔφη, αὐτῷ, ἢ ἀπολωλέναι.
”“他有极大的必要这么做,”他说,“否则就会灭亡。
τί δʼ, εἰ καὶ ἄλλους, ἦν δʼ ἐγώ, ὁ θεὸς κύκλῳ κατοικίσειεν γείτονας πολλοὺς αὐτῷ, οἳ μὴ ἀνέχοιντο εἴ τις ἄλλος ἄλλου δεσπόζειν ἀξιοῖ, ἀλλʼ εἴ πού τινα τοιοῦτον λαμβάνοιεν, ταῖς ἐσχάταις τιμωροῖντο τιμωρίαις;
”“那么,如果,”我说,“神在他周围安顿了许多其他的邻居,他们不能容忍任何人企图主宰他人,一旦抓住这样的人就会处以最严厉的惩罚,那会怎么样呢?
ἔτι ἄν, ἔφη, οἶμαι, μᾶλλον ἐν παντὶ κακοῦ εἴη, κύκλῳ φρουρούμενος ὑπὸ πάντων πολεμίων.
” “那么,”他说,“我想他会更加陷入各种灾难之中,因为他被周围所有的敌人们监视着。
ἆρʼ οὖν οὐκ ἐν τοιούτῳ μὲν δεσμωτηρίῳ δέδεται ὁ τύραννος, φύσει ὢν οἷον διεληλύθαμεν, πολλῶν καὶ παντοδαπῶν φόβων καὶ ἐρώτων μεστός·
”“僭主不正是被关在这样的监狱里吗?
λίχνῳ δὲ ὄντι αὐτῷ τὴν ψυχὴν μόνῳ τῶν ἐν τῇ πόλει οὔτε ἀποδημῆσαι ἔξεστιν οὐδαμόσε, οὔτε θεωρῆσαι ὅσων δὴ καὶ οἱ ἄλλοι ἐλεύθεροι ἐπιθυμηταί εἰσιν, καταδεδυκὼς δὲ ἐν τῇ οἰκίᾳ τὰ πολλὰ ὡς γυνὴ ζῇ, φθονῶν καὶ τοῖς ἄλλοις πολίταις, ἐάν τις ἔξω ἀποδημῇ καί τι ἀγαθὸν ὁρᾷ;
他本性上就是我们所描述的那样,充满了许多且各种各样的恐惧和欲望;虽然他的灵魂是贪婪的,但他却是城邦里唯一不能去任何地方旅行,也不能去观看其他自由人所向往的事物的人,他只能蜷缩在家里,大半生像女人一样生活,嫉妒着其他公民,如果有人能出国旅行并看到美好的事物的话。
παντάπασιν μὲν οὖν, ἔφη.
”“完全如此,”他说。
οὐκοῦν τοῖς τοιούτοις κακοῖς πλείω καρποῦται ἀνὴρ ὃς ἂν κακῶς ἐν ἑαυτῷ πολιτευόμενος, ὃν νυνδὴ σὺ ἀθλιώτατον ἔκρινας, τὸν τυραννικόν, ὡς μὴ ἰδιώτης καταβιῷ, ἀλλὰ ἀναγκασθῇ ὑπό τινος τύχης τυραννεῦσαι καὶ ἑαυτοῦ ὢν ἀκράτωρ ἄλλων ἐπιχειρήσῃ ἄρχειν, ὥσπερ εἴ τις κάμνοντι σώματι καὶ ἀκράτορι ἑαυτοῦ μὴ ἰδιωτεύων ἀλλʼ ἀγωνιζόμενος πρὸς ἄλλα σώματα καὶ μαχόμενος ἀναγκάζοιτο διάγειν τὸν βίον.
“那么,这样的人——那个由于自身内部管理不善而收获更多灾难的人,就是你刚才判定为最悲惨的僭主式的人——当他无法作为私人度过一生,而是被某种命运强迫去行使僭主统治,并且在无法控制自己的情况下企图统治他人时,这难道不就像一个身体病弱、无法控制自己的人,不作为私人生活,却被强迫在与他人的竞争和战斗中度过一生一样吗?
παντάπασιν, ἔφη, ὁμοιότατά τε καὶ ἀληθέστατα λέγεις, ὦ Σώκρατες.
” “完全如此,苏格拉底,”他说,“你说的极度相似,而且极其真实。
οὐκοῦν, ἦν δʼ ἐγώ, ὦ φίλε Γλαύκων, παντελῶς τὸ πάθος ἄθλιον, καὶ τοῦ ὑπὸ σοῦ κριθέντος χαλεπώτατα ζῆν χαλεπώτερον ἔτι ζῇ ὁ τυραννῶν;
”“那么,”我说,“我亲爱的格劳孔,这种状况不是完全悲惨吗? 而僭主的生活,不是比你判定为生活最艰难的那个人还要更加艰难吗?
κομιδῇ γʼ, ἔφη.
”“确实如此,”他说。
ἔστιν ἄρα τῇ ἀληθείᾳ, κἂν εἰ μή τῳ δοκεῖ, ὁ τῷ ὄντι τύραννος τῷ ὄντι δοῦλος τὰς μεγίστας θωπείας καὶ δουλείας καὶ κόλαξ τῶν πονηροτάτων, καὶ τὰς ἐπιθυμίας οὐδʼ ὁπωστιοῦν ἀποπιμπλάς, ἀλλὰ πλείστων ἐπιδεέστατος καὶ πένης τῇ ἀληθείᾳ φαίνεται, ἐάν τις ὅλην ψυχὴν ἐπίστηται θεάσασθαι, καὶ φόβου γέμων διὰ παντὸς τοῦ βίου, σφαδᾳσμῶν τε καὶ ὀδυνῶν πλήρης, εἴπερ τῇ τῆς πόλεως διαθέσει ἧς ἄρχει ἔοικεν.
“因此在真理中,即使有人不这么认为,真正的僭主实际上也是真正的奴隶,对最卑劣的人进行着最大的谄媚和奴役,并且丝毫无法满足自己的欲望,反而显得在绝大多数事物上最为匮乏,在真理中也是贫困的,如果有人懂得如何审视整个灵魂的话;而且他一生都充满恐惧,充满抽搐和痛苦,如果他确实类似于他所统治的城邦的状况的话。
ἔοικεν δέ·
而他确实类似,不是吗?
ἦ γάρ; καὶ μάλα, ἔφη.
”“非常类似,”他说。 ”

词汇与语法注释

  1. 578cὥστε τυράννῳ γενέσθαι — ὥστε 引导的不定式从句表示结果,依附于主句动词 ἐκπορισθῇ(被提供、获得机会),表示“结果成为僭主”。
  2. 579cὡς μὴ ἰδιώτης καταβιῷ — 此处的 ὡς 并非引导目的从句,而是带有某种假设或对比语气(“而非作为一个普通人度过一生”),与后文的 ἀλλὰ ἀ案ἀναγκασθῇ 形成对照。否定词 μή 适用于假设或非事实的情境。
  3. 579eἐάν τις ὅλην ψυχὴν ἐπίστηται θεάσασθαι — 条件从句(ἐάν 搭配虚拟语气 ἐπίστηται),表示一般性或潜在的条件:“如果有人懂得如何审视整个灵魂”。此从句与主句中的直陈式现在时 φαίνεται 相呼应。

引用这一段

柏拉图, 理想国 §9.578-9.579. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:9.578-9.579

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。