§9.577ἆρʼ οὖν, ἦν δʼ ἐγώ, καὶ περὶ τῶν ἀνδρῶν τὰ αὐτὰ ταῦτα προκαλούμενος ὀρθῶς ἂν προκαλοίμην, ἀξιῶν κρίνειν περὶ αὐτῶν ἐκεῖνον, ὃς δύναται τῇ διανοίᾳ εἰς ἀνδρὸς ἦθος ἐνδὺς διιδεῖν καὶ μὴ καθάπερ παῖς ἔξωθεν ὁρῶν ἐκπλήττεται ὑπὸ τῆς τῶν τυραννικῶν προστάσεως ἣν πρὸς τοὺς ἔξω σχηματίζονται, ἀλλʼ ἱκανῶς διορᾷ;
““那么,”我说,“关于这些人,如果我提出这同样的要求,我是否算提出了正确的要求呢? 即要求那个对他们进行判定的人,应该是一个能够用理智深入并看穿人性的品格、而不像孩子那样只从外部观看就被僭主们向外人展示的门面所震慑,而是能够充分洞察其内实的人。
εἰ οὖν οἰοίμην δεῖν ἐκείνου πάντας ἡμᾶς ἀκούειν, τοῦ δυνατοῦ μὲν κρῖναι, συνῳκηκότος δὲ ἐν τῷ αὐτῷ καὶ παραγεγονότος ἔν τε ταῖς κατʼ οἰκίαν πράξεσιν, ὡς πρὸς ἑκάστους τοὺς οἰκείους ἔχει, ἐν οἷς μάλιστα γυμνὸς ἂν ὀφθείη τῆς τραγικῆς σκευῆς, καὶ ἐν αὖ τοῖς δημοσίοις κινδύνοις, καὶ ταῦτα πάντα ἰδόντα κελεύοιμεν ἐξαγγέλλειν πῶς ἔχει εὐδαιμονίας καὶ ἀθλιότητος ὁ τύραννος πρὸς τοὺς ἄλλους;
如果我认为我们大家都应该听从那个人的话——他既有能力判定,又与僭主共同生活在同一个屋檐下,亲身经历过他的家庭行为,观察到他对待每一个家里人的态度(因为在这些场合下他最容易被看到剥去悲剧戏装后的真实面目),并且也经历过他在公共危机中的表现;而我们要求这位目睹了这一切的人向我们报告,与其他国家的人相比,僭主在幸福和悲惨方面处于何种状态,这样做是否最正确呢?
ὀρθότατʼ ἄν, ἔφη, καὶ ταῦτα προκαλοῖο.
”“你提出这个要求也将是极其正确的,”他说。
βούλει οὖν, ἦν δʼ ἐγώ, προσποιησώμεθα ἡμεῖς εἶναι τῶν δυνατῶν ἂν κρῖναι καὶ ἤδη ἐντυχόντων τοιούτοις, ἵνα ἔχωμεν ὅστις ἀποκρινεῖται ἃ ἐρωτῶμεν;
“那么,”我说,“你是否愿意我们假装自己就是那些有能力判定、并且已经接触过此类人的人,以便我们能有一个人来回答我们提出的问题?
πάνυ γε.
”“当然愿意。
ἴθι δή μοι, ἔφην, ὧδε σκόπει.
” “来吧,”我说,“请这样考虑。
τὴν ὁμοιότητα ἀναμιμνῃσκόμενος τῆς τε πόλεως καὶ τοῦ ἀνδρός, οὕτω καθʼ ἕκαστον ἐν μέρει ἀθρῶν, τὰ παθήματα ἑκατέρου λέγε.
回忆一下城邦与个人的相似性,如此轮流观察每一个,然后告诉我他们各自的遭遇。
τὰ ποῖα;
”“哪种遭遇?
ἔφη.
”他说。
πρῶτον μέν, ἦν δʼ ἐγώ, ὡς πόλιν εἰπεῖν, ἐλευθέραν ἢ δούλην τὴν τυραννουμένην ἐρεῖς;
“首先,”我说,“以城邦而言,你会说被僭主统治的城邦是自由的还是奴役的?
ὡς οἷόν τʼ, ἔφη, μάλιστα δούλην.
”“尽可能最彻底地处于奴役状态,”他说。
καὶ μὴν ὁρᾷς γε ἐν αὐτῇ δεσπότας καὶ ἐλευθέρους.
“然而,你在其中确实看到了主人和自由人。
ὁρῶ, ἔφη, σμικρόν γέ τι τοῦτο· τὸ δὲ ὅλον, ὡς ἔπος εἰπεῖν, ἐν αὐτῇ καὶ τὸ ἐπιεικέστατον ἀτίμως τε καὶ ἀθλίως δοῦλον.
”“我看到了,”他说,“但那只是极小的一部分;整体而言,可以这么说,在其中即使最优秀的部分也处于不名誉且悲惨的奴役状态。
εἰ οὖν, εἶπον, ὅμοιος ἀνὴρ τῇ πόλει, οὐ καὶ ἐν ἐκείνῳ ἀνάγκη τὴν αὐτὴν τάξιν ἐνεῖναι, καὶ πολλῆς μὲν δουλείας τε καὶ ἀνελευθερίας γέμειν τὴν ψυχὴν αὐτοῦ, καὶ ταῦτα αὐτῆς τὰ μέρη δουλεύειν, ἅπερ ἦν ἐπιεικέστατα, μικρὸν δὲ καὶ τὸ μοχθηρότατον καὶ μανικώτατον δεσπόζειν;
” “那么,”我说,“如果个人与城邦相似,那么在他的内部难道不也必然存在同样的秩序,他的灵魂难道不也充满着极大的奴役和不自由,以至于其中最优秀的部分被奴役,而极小的、最邪恶且最疯狂的部分却在行使统治权吗?
ἀνάγκη, ἔφη.
”“必然如此,”他说。
τί οὖν; δούλην ἢ ἐλευθέραν τὴν τοιαύτην φήσεις εἶναι ψυχήν;
“那么,你认为这样的灵魂是奴役的还是自由的呢?
δούλην δήπου ἔγωγε.
”“我当然会说是奴役的。
οὐκοῦν ἥ γε αὖ δούλη καὶ τυραννουμένη πόλις ἥκιστα ποιεῖ ἃ βούλεται;
”“那么,被奴役和被僭主统治的城邦,不是最不能做它自己想做的事吗?
πολύ γε.
”“确实最不能。
καὶ ἡ τυραννουμένη ἄρα ψυχὴ ἥκιστα ποιήσει ἃ ἂν βουληθῇ, ὡς περὶ ὅλης εἰπεῖν ψυχῆς· ὑπὸ δὲ οἴστρου ἀεὶ ἑλκομένη βίᾳ ταραχῆς καὶ μεταμελείας μεστὴ ἔσται.
” “因此,被僭主统治的灵魂,整体而言,也最不能做它自己想做的事;它总是被狂热的牛虻强行拖拽,充满了混乱与悔恨。
πῶς γὰρ οὔ;
”“怎么会不呢?
πλουσίαν δὲ ἢ πενομένην ἀνάγκη τὴν τυραννουμένην πόλιν εἶναι;
”“那么,被僭主统治的城邦是必然富裕还是必然贫穷?
πενομένην.
”“贫穷。 ””