§9.575τυραννευθεὶς δὲ ὑπὸ Ἔρωτος, οἷος ὀλιγάκις ἐγίγνετο ὄναρ, ὕπαρ τοιοῦτος ἀεὶ γενόμενος, οὔτε τινὸς φόνου δεινοῦ ἀφέξεται οὔτε βρώματος οὔτʼ ἔργου, ἀλλὰ τυραννικῶς ἐν αὐτῷ ὁ Ἔρως ἐν πάσῃ ἀναρχίᾳ καὶ ἀνομίᾳ ζῶν, ἅτε αὐτὸς ὢν μόναρχος, τὸν ἔχοντά τε αὐτὸν ὥσπερ πόλιν ἄξει ἐπὶ πᾶσαν τόλμαν, ὅθεν αὑτόν τε καὶ τὸν περὶ αὑτὸν θόρυβον θρέψει, τὸν μὲν ἔξωθεν εἰσεληλυθότα ἀπὸ κακῆς ὁμιλίας, τὸν δʼ ἔνδοθεν ὑπὸ τῶν αὐτῶν τρόπων καὶ ἑαυτοῦ ἀνεθέντα καὶ ἐλευθερωθέντα·
“‘而且,一个被爱欲僭主式地统治着的人,在清醒时总是变得像他过去在梦中偶尔显现的那样,他将不会戒绝任何可怕的谋杀、任何禁忌的食物或任何恶行。 相反,在他体内统治着的爱欲,在完全的无政府状态和无法无天中过着僭主般的生活,由于它自身就是独裁者,它将驱使那个拥有它的人,就像统治一个城邦一样,去进行一切大胆的暴行,以便养活它自身以及它周围喧嚣的欲望群——有些欲望是从外部由于恶劣的交往而侵入的,有些则是由于同样的性格和其自身而从内部被释放和解放出来的。
ἢ οὐχ οὗτος ὁ βίος τοῦ τοιούτου;
难道此类人的生活不正是这样的吗?
οὗτος μὲν οὖν, ἔφη.
’‘确实如此,’他说。
καὶ ἂν μέν γε, ἦν δʼ ἐγώ, ὀλίγοι οἱ τοιοῦτοι ἐν πόλει ὦσι καὶ τὸ ἄλλο πλῆθος σωφρονῇ, ἐξελθόντες ἄλλον τινὰ δορυφοροῦσι τύραννον ἢ μισθοῦ ἐπικουροῦσιν, ἐάν που πόλεμος ᾖ·
‘而且,’我说,‘如果这样的人在城邦中人数很少,而其余的平民都保持节制,他们就会出国去充当某个其他僭主的护卫,或者在某处有战争时充当雇佣兵。
ἐὰν δʼ ἐν εἰρήνῃ τε καὶ ἡσυχίᾳ γένωνται, αὐτοῦ δὴ ἐν τῇ πόλει κακὰ δρῶσι σμικρὰ πολλά.
但如果他们处于和平与安宁之中,他们就会留在城邦里犯下许多微小的恶行。
τὰ ποῖα δὴ λέγεις;
’‘你指的是哪种恶行?
οἷα κλέπτουσι, τοιχωρυχοῦσι, βαλλαντιοτομοῦσι, λωποδυτοῦσιν, ἱεροσυλοῦσιν, ἀνδραποδίζονται· ἔστι δʼ ὅτε συκοφαντοῦσιν, ἐὰν δυνατοὶ ὦσι λέγειν, καὶ ψευδομαρτυροῦσι καὶ δωροδοκοῦσιν.
’‘例如偷窃、凿壁入室、割包、抢夺衣服、洗劫神庙、拐卖人口;有时,如果他们擅长辞令,他们还会进行诬告、作伪证并收受贿赂。
σμικρά γʼ, ἔφη, κακὰ λέγεις, ἐὰν ὀλίγοι ὦσιν οἱ τοιοῦτοι.
’ ‘如果这样的人很少,那确实是“微小”的恶行,’他说。
τὰ γὰρ σμικρά, ἦν δʼ ἐγώ, πρὸς τὰ μεγάλα σμικρά ἐστιν, καὶ ταῦτα δὴ πάντα πρὸς τύραννον πονηρίᾳ τε καὶ ἀθλιότητι πόλεως, τὸ λεγόμενον, οὐδʼ ἵκταρ βάλλει.
‘因为微小的事,’我说,‘与巨大的相比才是微小的,而所有这些恶行,在城邦的邪恶与痛苦方面,与一个僭主(的存在)相比,用俗话说,“连边都沾不上”(根本无法相比)。
ὅταν γὰρ δὴ πολλοὶ ἐν πόλει γένωνται οἱ τοιοῦτοι καὶ ἄλλοι οἱ συνεπόμενοι αὐτοῖς, καὶ αἴσθωνται ἑαυτῶν τὸ πλῆθος, τότε οὗτοί εἰσιν οἱ τὸν τύραννον γεννῶντες μετὰ δήμου ἀνοίας ἐκεῖνον, ὃς ἂν αὐτῶν μάλιστα αὐτὸς ἐν αὑτῷ μέγιστον καὶ πλεῖστον ἐν τῇ ψυχῇ τύραννον ἔχῃ.
因为当城邦中出现许多这样的人以及追随他们的其他人,并且他们意识到自己人数众多时,正是他们与民众的愚蠢一起,孕育了那个僭主——即他们当中在自己的灵魂内拥有最大、最强僭主的那个人。
εἰκότως γʼ, ἔφη· τυραννικώτατος γὰρ ἂν εἴη.
’‘理所当然,’他说,‘因为那个人将是最具僭主特征的。
οὐκοῦν ἐὰν μὲν ἑκόντες ὑπείκωσιν· ἐὰν δὲ μὴ ἐπιτρέπῃ ἡ πόλις, ὥσπερ τότε μητέρα καὶ πατέρα ἐκόλαζεν, οὕτω πάλιν τὴν πατρίδα, ἐὰν οἷός τʼ ᾖ, κολάσεται ἐπεισαγόμενος νέους ἑταίρους, καὶ ὑπὸ τούτοις δὴ δουλεύουσαν τὴν πάλαι φίλην μητρίδα τε, Κρῆτές φασι, καὶ πατρίδα ἕξει τε καὶ θρέψει.
’‘那么,如果市民们自愿屈服便罢;但如果城邦不应允,正如他当时惩罚母亲和父亲一样,他就会在可能的情况下,通过引入年轻的伙伴,再次惩罚他的祖国。 在这些伙伴的奴役下,他将占有并养活他那昔日心爱的母国(如克里特人所说)和祖国。
καὶ τοῦτο δὴ τὸ τέλος ἂν εἴη τῆς ἐπιθυμίας τοῦ τοιούτου ἀνδρός.
而这确实将是这类人欲望的终点。
τοῦτο, ἦ δʼ ὅς, παντάπασί γε.
’ ‘完全如此,’他说。
§9.576οὐκοῦν, ἦν δʼ ἐγώ, οὗτοί γε τοιοίδε γίγνονται ἰδίᾳ καὶ πρὶν ἄρχειν·
” ““那么,”我说,“在篡夺权力之前,他们个人在私生活中不也是这样的吗?
πρῶτον μὲν οἷς ἂν συνῶσιν, ἢ κόλαξιν ἑαυτῶν συνόντες καὶ πᾶν ἑτοίμοις ὑπηρετεῖν, ἢ ἐάν τού τι δέωνται, αὐτοὶ ὑποπεσόντες, πάντα σχήματα τολμῶντες ποιεῖν ὡς οἰκεῖοι, διαπραξάμενοι δὲ ἀλλότριοι;
首先,关于与他们交往的人,他们要么与谄媚他们、随时准备为他们服务的人交往,要么在需要别人什么东西时,他们自己也会向人屈膝,敢于做出一切亲密的姿态,而一旦达到了目的,他们就变得形同路人?
καὶ σφόδρα γε.
”“非常如此。
ἐν παντὶ ἄρα τῷ βίῳ ζῶσι φίλοι μὲν οὐδέποτε οὐδενί, ἀεὶ δέ του δεσπόζοντες ἢ δουλεύοντες ἄλλῳ, ἐλευθερίας δὲ καὶ φιλίας ἀληθοῦς τυραννικὴ φύσις ἀεὶ ἄγευστος.
”“因此,在他们的一生中,他们从未和任何人做过朋友,总是要么统治着别人,要么服从着别人,而僭主式的天性永远尝不到真正的自由和友谊。
πάνυ μὲν οὖν.
”“完全如此。
ἆρʼ οὖν οὐκ ὀρθῶς ἂν τοὺς τοιούτους ἀπίστους καλοῖμεν;
”“那么,我们难道不应该正确地称这些人是不可信的吗?
πῶς δʼ οὔ;
”“怎么会不呢?
καὶ μὴν ἀδίκους γε ὡς οἷόν τε μάλιστα, εἴπερ ὀρθῶς ἐν τοῖς πρόσθεν ὡμολογήσαμεν περὶ δικαιοσύνης οἷόν ἐστιν.
”“而且,他们确实是不义到极点的,如果我们之前对正义的本质所达成的共识是正确的话。
ἀλλὰ μήν, ἦ δʼ ὅς, ὀρθῶς γε.
”“确实是正确的,”他说。
κεφαλαιωσώμεθα τοίνυν, ἦν δʼ ἐγώ, τὸν κάκιστον.
“那么,”我说,“让我们来总结一下这个最邪恶的人。
ἔστιν δέ που, οἷον ὄναρ διήλθομεν, ὃς ἂν ὕπαρ τοιοῦτος ᾖ.
他大概就是那个在清醒现实中变得像我们在梦中描述的那样的人。
πάνυ μὲν οὖν.
”“完全如此。
οὐκοῦν οὗτος γίγνεται ὃς ἂν τυραννικώτατος φύσει ὢν μοναρχήσῃ, καὶ ὅσῳ ἂν πλείω χρόνον ἐν τυραννίδι βιῷ, τοσούτῳ μᾶλλον τοιοῦτος.
”“而当一个天性最像僭主的人掌握了独裁权力时,他就成为了这样的人,且他在僭主之位上生活得越久,他就越是如此。
ἀνάγκη, ἔφη διαδεξάμενος τὸν λόγον ὁ Γλαύκων.
”“必然如此,”格劳孔接过话头说。
ἆρʼ οὖν, ἦν δʼ ἐγώ, ὃς ἂν φαίνηται πονηρότατος, καὶ ἀθλιώτατος φανήσεται;
“那么,”我说,“那个看起来最邪恶的人,不也显得最痛苦吗?
καὶ ὃς ἂν πλεῖστον χρόνον καὶ μάλιστα τυραννεύσῃ, μάλιστά τε καὶ πλεῖστον χρόνον τοιοῦτος γεγονὼς τῇ ἀληθείᾳ; τοῖς δὲ πολλοῖς πολλὰ καὶ δοκεῖ.
而那个篡位统治时间最长、最彻底的人,实际上在最长的时间里和最彻底地成为了这样的人,虽然在公众眼中会有许多不同的看法?
ἀνάγκη, ἔφη, ταῦτα γοῦν οὕτως ἔχειν.
”“必然如此,”他说,“至少这些事情确实是这样的。
ἄλλο τι οὖν, ἦν δʼ ἐγώ, ὅ γε τυραννικὸς κατὰ τὴν τυραννουμένην πόλιν ἂν εἴη ὁμοιότητι, δημοτικὸς δὲ κατὰ δημοκρατουμένην, καὶ οἱ ἄλλοι οὕτω;
”“那么,难道不是这样吗,”我说,“僭主式的人在相似性上对应着被僭主统治的城邦,民主式的人对应着民主统治的城邦,而其他人也同样如此?
τί μήν;
”“怎么会不呢?
οὐκοῦν, ὅτι πόλις πρὸς πόλιν ἀρετῇ καὶ εὐδαιμονίᾳ, τοῦτο καὶ ἀνὴρ πρὸς ἄνδρα;
”“那么,城邦与城邦在德行和幸福上的关系,是否也就是人与人之间的关系?
πῶς γὰρ οὔ;
” “怎么会不呢?
τί οὖν ἀρετῇ τυραννουμένη πόλις πρὸς βασιλευομένην οἵαν τὸ πρῶτον διήλθομεν;
”“那么,在德行上,被僭主统治的城邦与我们起初描述的那种王制城邦相比,关系如何?
πᾶν τοὐναντίον, ἔφη· ἡ μὲν γὰρ ἀρίστη, ἡ δὲ κακίστη.
”“完全相反,”他说,“因为一是最善的,一是最恶的。
οὐκ ἐρήσομαι, εἶπον, ὁποτέραν λέγεις· δῆλον γάρ.
”“我不会问,”我说,“你指的是哪一个,因为这是显而易见的。
ἀλλʼ εὐδαιμονίας τε αὖ καὶ ἀθλιότητος ὡσαύτως ἢ ἄλλως κρίνεις;
但是关于幸福和悲惨,你也是同样判定还是不同判定呢?
καὶ μὴ ἐκπληττώμεθα πρὸς τὸν τύραννον ἕνα ὄντα βλέποντες, μηδʼ εἴ τινες ὀλίγοι περὶ ἐκεῖνον, ἀλλʼ ὡς χρὴ ὅλην τὴν πόλιν εἰσελθόντας θεάσασθαι, καταδύντες εἰς ἅπασαν καὶ ἰδόντες, οὕτω δόξαν ἀποφαινώμεθα.
我们不要一看到那仅有的一个僭主或他周围的少数人就感到畏惧,而是正如必须进入并观察整个城邦那样,让我们深入到城邦的每一个角落去观察,然后再发表我们的意见。
ἀλλʼ ὀρθῶς, ἔφη, προκαλῇ· καὶ δῆλον παντὶ ὅτι τυραννουμένης μὲν οὐκ ἔστιν ἀθλιωτέρα, βασιλευομένης δὲ οὐκ εὐδαιμονεστέρα.
”“你的提议很正确,”他说,“而且显而易见,没有比被僭主统治的城邦更悲惨的,也没有比被王制统治的城邦更幸福的。 ””