Humanitext Reader

柏拉图 · 理想国 §9.571-9.572

睡眠中的非法欲望与民主式人的形成

第 127 段,共 153 段 · 希腊语

内容简介

苏格拉底在开始分析僭主式的人时,首先阐述了潜藏在人类灵魂中的“违法与狂野的欲望”是如何在睡眠中显现的,随后回顾了此前讨论过的民主式的人的形成过程。

§9.571αὐτὸς δὴ λοιπός, ἦν δʼ ἐγώ, ὁ τυραννικὸς ἀνὴρ σκέψασθαι, πῶς τε μεθίσταται ἐκ δημοκρατικοῦ, γενόμενός τε ποῖός τίς ἐστιν καὶ τίνα τρόπον ζῇ, ἄθλιον ἢ μακάριον.
我说:“那么,最后剩下的就是僭主式的人本身了,我们要考察他是如何从民主式的人演变而来的,以及他一旦形成后是怎样的人,以何种方式生活——是悲惨还是幸福。
λοιπὸς γὰρ οὖν ἔτι οὗτος, ἔφη.
”他说:“确实,还剩下这一个。
οἶσθʼ οὖν, ἦν δʼ ἐγώ, ὃ ποθῶ ἔτι;
”我说:“那么,你知道我还缺少什么吗?
τὸ ποῖον;
”“哪一类的东西?
τὸ τῶν ἐπιθυμιῶν, οἷαί τε καὶ ὅσαι εἰσίν, οὔ μοι δοκοῦμεν ἱκανῶς διῃρῆσθαι.
”“关于欲望,它们是怎样的,以及有多少种,我觉得我们还没有做充分的划分。
τούτου δὴ ἐνδεῶς ἔχοντος, ἀσαφεστέρα ἔσται ἡ ζήτησις οὗ ζητοῦμεν.
如果这一点还有欠缺,那么对我们要寻找之物的探求就会变得模糊不清。
οὐκοῦν, ἦ δʼ ὅς, ἔτʼ ἐν καλῷ;
”他说:“那现在不正是时候吗?
πάνυ μὲν οὖν·
”“完全是。
καὶ σκόπει γε ὃ ἐν αὐταῖς βούλομαι ἰδεῖν.
请你想一想,在这些欲望中我想看到什么。
ἔστιν δὲ τόδε.
那就是这个。
τῶν μὴ ἀναγκαίων ἡδονῶν τε καὶ ἐπιθυμιῶν δοκοῦσί τινές μοι εἶναι παράνομοι, αἳ κινδυνεύουσι μὲν ἐγγίγνεσθαι παντί, κολαζόμεναι δὲ ὑπό τε τῶν νόμων καὶ τῶν βελτιόνων ἐπιθυμιῶν μετὰ λόγου ἐνίων μὲν ἀνθρώπων ἢ παντάπασιν ἀπαλλάττεσθαι ἢ ὀλίγαι λείπεσθαι καὶ ἀσθενεῖς, τῶν δὲ ἰσχυρότεραι καὶ πλείους.
在非必要的快乐和欲望中,有一些在我看来是违法的。 这些欲望有在每个人身上产生的危险,但通过法律以及伴随理性的更好的欲望的制约,在有些人身上,它们要么被完全消除,要么只剩下少数且软弱的,而在另一些人身上,它们却更强大、更多。
λέγεις δὲ καὶ τίνας, ἔφη, ταύτας;
”他说:“您说的是哪些欲望呢?
τὰς περὶ τὸν ὕπνον, ἦν δʼ ἐγώ, ἐγειρομένας, ὅταν τὸ μὲν ἄλλο τῆς ψυχῆς εὕδῃ, ὅσον λογιστικὸν καὶ ἥμερον καὶ ἄρχον ἐκείνου, τὸ δὲ θηριῶδές τε καὶ ἄγριον, ἢ σίτων ἢ μέθης πλησθέν, σκιρτᾷ τε καὶ ἀπωσάμενον τὸν ὕπνον ζητῇ ἰέναι καὶ ἀποπιμπλάναι τὰ αὑτοῦ ἤθη·
”我说:“就是在睡眠时被唤醒的那些欲望。 当灵魂的其他部分——那些理性的、温顺的、统治着那一部分的部分——在熟睡,而那野兽般的、狂野的部分,在填满食物或美酒后,便跳跃起来,赶走睡意,企图去满足它自己的本性。
οἶσθʼ ὅτι πάντα ἐν τῷ τοιούτῳ τολμᾷ ποιεῖν, ὡς ἀπὸ πάσης λελυμένον τε καὶ ἀπηλλαγμένον αἰσχύνης καὶ φρονήσεως.
你知道,在这种状态下,它敢于做一切事情,仿佛已经从所有的羞耻和理智中解脱并释放出来。
μητρί τε γὰρ ἐπιχειρεῖν μείγνυσθαι, ὡς οἴεται, οὐδὲν ὀκνεῖ, ἄλλῳ τε ὁτῳοῦν ἀνθρώπων καὶ θεῶν καὶ θηρίων, μιαιφονεῖν τε ὁτιοῦν, βρώματός τε ἀπέχεσθαι μηδενός·
因为,它毫不犹豫地企图与母亲交合,正如它心里所想的,或者与任何其他人、神明、野兽交合;它也毫不犹豫地去犯下任何杀戮,不忌讳任何食物。
καὶ ἑνὶ λόγῳ οὔτε ἀνοίας οὐδὲν ἐλλείπει οὔτʼ ἀναισχυντίας.
一言以蔽之,它既不缺任何愚蠢,也不缺任何无耻。
ἀληθέστατα, ἔφη, λέγεις.
”他说:“您说得太对了。
ὅταν δέ γε οἶμαι ὑγιεινῶς τις ἔχῃ αὐτὸς αὑτοῦ καὶ σωφρόνως, καὶ εἰς τὸν ὕπνον ἴῃ τὸ λογιστικὸν μὲν ἐγείρας ἑαυτοῦ καὶ ἑστιάσας λόγων καλῶν καὶ σκέψεων, εἰς σύννοιαν αὐτὸς αὑτῷ ἀφικόμενος, τὸ ἐπιθυμητικὸν δὲ μήτε ἐνδείᾳ δοὺς μήτε πλησμονῇ, ὅπως ἂν κοιμηθῇ καὶ μὴ παρέχῃ θόρυβον τῷ βελτίστῳ χαῖρον ἢ λυπούμενον, ἀλλʼ ἐᾷ αὐτὸ καθʼ αὑτὸ μόνον καθαρὸν σκοπεῖν καὶ ὀρέγεσθαί του αἰσθάνεσθαι ὃ μὴ οἶδεν, ἤ τι τῶν γεγονότων ἢ ὄντων ἢ καὶ μελλόντων, §9.572ὡσαύτως δὲ καὶ τὸ θυμοειδὲς πραΰνας καὶ μή τισιν εἰς ὀργὰς ἐλθὼν κεκινημένῳ τῷ θυμῷ καθεύδῃ, ἀλλʼ ἡσυχάσας μὲν τὼ δύο εἴδη, τὸ τρίτον δὲ κινήσας ἐν ᾧ τὸ φρονεῖν ἐγγίγνεται, οὕτως ἀναπαύηται, οἶσθʼ ὅτι τῆς τʼ ἀληθείας ἐν τῷ τοιούτῳ μάλιστα ἅπτεται καὶ ἥκιστα παράνομοι τότε αἱ ὄψεις φαντάζονται τῶν ἐνυπνίων.
”“但是我想,当一个人自身处于健康且节制的状态,他在入睡前唤醒了自己灵魂中的理性部分,用优美的言论和思考来宴请它,使自己进入内省,而对于欲望的部分,既不让它匮乏也不让它过饱,好让它安睡,不至于因狂喜或悲伤而给那最优秀的部分带来骚扰,而是允许那最优秀的部分凭其自身、单质且纯洁地去考察并渴望感知它所不知道的事情——无论是过去、现在还是未来的事情,同样地,他也平息了激情的部分,不带着对任何人的愤怒、在激情被煽起的状态下入睡,而是使这两个部分平静下来,激发那产生智慧的第三个部分,并以此方式安息,你知道,在这种状态下,他最能接触到真理,而那时幻化出来的梦境也最不违法。
παντελῶς μὲν οὖν, ἔφη, οἶμαι οὕτως.
”他说:“完全是这样,我也是这么认为的。
ταῦτα μὲν τοίνυν ἐπὶ πλέον ἐξήχθημεν εἰπεῖν· ὃ δὲ βουλόμεθα γνῶναι τόδʼ ἐστίν, ὡς ἄρα δεινόν τι καὶ ἄγριον καὶ ἄνομον ἐπιθυμιῶν εἶδος ἑκάστῳ ἔνεστι, καὶ πάνυ δοκοῦσιν ἡμῶν ἐνίοις μετρίοις εἶναι·
”我说:“那么,这些话我们说得有些冗长了;但我们想要认清的是这一点:在每个人身上,确实都存在着某种可怕、狂野且违法的欲望,甚至在那些看起来非常温和的人身上也是如此。
τοῦτο δὲ ἄρα ἐν τοῖς ὕπνοις γίγνεται ἔνδηλον.
而这一点在睡眠中变得显而易见。
εἰ οὖν τι δοκῶ λέγειν καὶ συγχωρεῖς, ἄθρει.
所以,如果你觉得我说的有道理并且你表示赞同,请你审视一下。
ἀλλὰ συγχωρῶ.
”“我赞同。
τὸν τοίνυν δημοτικὸν ἀναμνήσθητι οἷον ἔφαμεν εἶναι.
”“那么,请回想一下,我们曾说民主式的人是怎样的。
ἦν δέ που γεγονὼς ἐκ νέου ὑπὸ φειδωλῷ πατρὶ τεθραμμένος, τὰς χρηματιστικὰς ἐπιθυμίας τιμῶντι μόνας, τὰς δὲ μὴ ἀναγκαίους ἀλλὰ παιδιᾶς τε καὶ καλλωπισμοῦ ἕνεκα γιγνομένας ἀτιμάζοντι.
他大概是从年轻时起就在一个节俭的父亲手下抚养长大的,这位父亲只看重赚钱的欲望,而轻视那些非必要、只为了娱乐和虚饰而产生的欲望。
ἦ γάρ;
难道不是这样吗?
ναί.
”“是的。
συγγενόμενος δὲ κομψοτέροις ἀνδράσι καὶ μεστοῖς ὧν ἄρτι διήλθομεν ἐπιθυμιῶν, ὁρμήσας εἰς ὕβριν τε πᾶσαν καὶ τὸ ἐκείνων εἶδος μίσει τῆς τοῦ πατρὸς φειδωλίας, φύσιν δὲ τῶν διαφθειρόντων βελτίω ἔχων, ἀγόμενος ἀμφοτέρωσε κατέστη εἰς μέσον ἀμφοῖν τοῖν τρόποιν, καὶ μετρίως δή, ὡς ᾤετο, ἑκάστων ἀπολαύων οὔτε ἀνελεύθερον οὔτε παράνομον βίον ζῇ, δημοτικὸς ἐξ ὀλιγαρχικοῦ γεγονώς.
”“但是,由于他与一些更时髦、满脑子都是我们刚才所说的那些欲望的人交往,出于对父亲节俭作风的憎恨,他冲向了所有的傲慢以及那些人的生活方式;然而,由于他的天性比那些腐蚀他的人要好,在受到两方面的拉扯后,他落在了这两种生活方式的中间,并且在他自己看来是适度地享受每一种,过着一种既非不自由、也非违法的生活,从而从寡头式的人变成了民主式的人。
ἦν γάρ, ἔφη, καὶ ἔστιν αὕτη ἡ δόξα περὶ τὸν τοιοῦτον.
”他说:“确实,过去和现在人们对这种人都是这么评价的。
θὲς τοίνυν, ἦν δʼ ἐγώ, πάλιν τοῦ τοιούτου ἤδη πρεσβυτέρου γεγονότος νέον ὑὸν ἐν τοῖς τούτου αὖ ἤθεσιν τεθραμμένον.
”我说:“那么,现在假设这样的人已经变老了,而他有了一个年轻的儿子,这个儿子又是在他的习惯中抚养长大的。
τίθημι.
”“我假设如此。
τίθει τοίνυν καὶ τὰ αὐτὰ ἐκεῖνα περὶ αὐτὸν γιγνόμενα ἅπερ καὶ περὶ τὸν πατέρα αὐτοῦ, ἀγόμενόν τε εἰς πᾶσαν παρανομίαν, ὀνομαζομένην δʼ ὑπὸ τῶν ἀγόντων ἐλευθερίαν ἅπασαν, βοηθοῦντά τε ταῖς ἐν μέσῳ ταύταις ἐπιθυμίαις πατέρα τε καὶ τοὺς ἄλλους οἰκείους, τοὺς δʼ αὖ παραβοηθοῦντας·
”我说:“那么,也假设发生在他身上的事情,与发生在他父亲身上的完全一样:他被拉向所有的违法行为,而拉拢他的人称之为“完全的自由”;他的父亲和其他亲属则支持这些居中的欲望,而另一方则反过来给予支持——”

词汇与语法注释

  1. 571aσκέψασθαι — 修饰形容词 `λοιπός`(剩下的)的限制或目的不定式,字面意思是“剩下有待考察的”。
  2. 571cτὰς περὶ τὸν ὕπνον... ἐγειρομένας — 此处省略了 571b 中的名词 `ἐπιθυμίας`(欲望),定冠词 `τάς` 与阴性复数分词 `ἐγειρομένας` 修饰并指代该词,直接回答了前文的提问。
  3. 571eὅπως ἂν κοιμηθῇ — 带有虚拟语气 `κοιμηθῇ` 的 `ὅπως ἄν` 从句表示目的。在雅典散文中,通常单独使用 `ὅπως`,加上 `ἄν` 则增添了某种潜在的或条件性的语气(“以便它可能安睡”)。

引用这一段

柏拉图, 理想国 §9.571-9.572. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:9.571-9.572

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。