§8.568ἦ μακάριον, ἦν δʼ ἐγώ, λέγεις τυράννου χρῆμα, εἰ τοιούτοις φίλοις τε καὶ πιστοῖς ἀνδράσι χρῆται, τοὺς προτέρους ἐκείνους ἀπολέσας.
我说:“确实,你所说的僭主是个多么‘幸福’的家伙啊,如果他在消灭了以前的那些人之后,竟然把这样的人当作朋友和忠实的人来使用。
ἀλλὰ μήν, ἔφη, τοιούτοις γε χρῆται.
”他说:“但确实,他使用的正是这样的人。
καὶ θαυμάζουσι δή, εἶπον, οὗτοι οἱ ἑταῖροι αὐτὸν καὶ σύνεισιν οἱ νέοι πολῖται, οἱ δʼ ἐπιεικεῖς μισοῦσί τε καὶ φεύγουσι;
”我说:“那么,这些同伴崇拜他,新的市民与他交往,而体面的人们则憎恨并回避他,是吗?
τί δʼ οὐ μέλλουσιν;
”“怎么会不呢?
οὐκ ἐτός, ἦν δʼ ἐγώ, ἥ τε τραγῳδία ὅλως σοφὸν δοκεῖ εἶναι καὶ ὁ Εὐριπίδης διαφέρων ἐν αὐτῇ.
”我说:“怪不得悲剧在整体上被认为是智慧的,而欧里庇得斯在其中又显得尤为杰出。
τί δή;
”“为什么这么说?
ὅτι καὶ τοῦτο πυκνῆς διανοίας ἐχόμενον ἐφθέγξατο, ὡς ἄρα
σοφοὶ τύραννοί
εἰσι
τῶν σοφῶν συνουσίᾳ.
”“因为他吐露了这句饱含深意的话,即:‘僭主因与智者交往而成为智者。
καὶ ἔλεγε δῆλον ὅτι τούτους εἶναι τοὺς σοφοὺς οἷς σύνεστιν.
’”我说:“而他显然是在说,僭主所交往的这些人就是‘智者’。
καὶ ὡς ἰσόθεόν γʼ, ἔφη, τὴν τυραννίδα ἐγκωμιάζει, καὶ ἕτερα πολλά, καὶ οὗτος καὶ οἱ ἄλλοι ποιηταί.
”他说:“而且,他和其他诗人还把僭主统治赞颂为神一般的事物,此外还有许多其他的赞词。
τοιγάρτοι, ἔφην, ἅτε σοφοὶ ὄντες οἱ τῆς τραγῳδίας ποιηταὶ συγγιγνώσκουσιν ἡμῖν τε καὶ ἐκείνοις ὅσοι ἡμῶν ἐγγὺς πολιτεύονται, ὅτι αὐτοὺς εἰς τὴν πολιτείαν οὐ παραδεξόμεθα ἅτε τυραννίδος ὑμνητάς.
”我说:“因此,既然悲剧诗人是充满智慧的,他们应该会宽恕我们以及所有国制与我们相近的人,因为他们是僭主统治的歌颂者,我们不会接纳他们进入我们的城邦。
οἶμαι ἔγωγʼ, ἔφη, συγγιγνώσκουσιν ὅσοιπέρ γε αὐτῶν κομψοί.
”他说:“我想他们确实会宽恕的,至少在他们之中那些聪明的人是如此。
εἰς δέ γε οἶμαι τὰς ἄλλας περιιόντες πόλεις, συλλέγοντες τοὺς ὄχλους, καλὰς φωνὰς καὶ μεγάλας καὶ πιθανὰς μισθωσάμενοι, εἰς τυραννίδας τε καὶ δημοκρατίας ἕλκουσι τὰς πολιτείας.
”“但是,我想,他们会周游其他城邦,聚集起群众,雇佣那些优美、响亮且有说服力的声音,把国制拉向僭主制和民主制。
μάλα γε.
”“确实如此。
οὐκοῦν καὶ προσέτι τούτων μισθοὺς λαμβάνουσι καὶ τιμῶνται, μάλιστα μέν, ὥσπερ τὸ εἰκός, ὑπὸ τυράννων, δεύτερον δὲ ὑπὸ δημοκρατίας·
”“而且此外,他们还为此获得报酬并受到尊敬,正如所料,最主要是受到僭主的尊敬,其次是受到民主制的尊敬。
ὅσῳ δʼ ἂν ἀνωτέρω ἴωσιν πρὸς τὸ ἄναντες τῶν πολιτειῶν, μᾶλλον ἀπαγορεύει αὐτῶν ἡ τιμή, ὥσπερ ὑπὸ ἄσθματος ἀδυνατοῦσα πορεύεσθαι.
然而,他们越是往国制的高陡处走,对他们的尊敬就越是难以为继,就像因气喘吁吁而无法前行一样。
πάνυ μὲν οὖν.
”“完全是这样。
ἀλλὰ δή, εἶπον, ἐνταῦθα μὲν ἐξέβημεν·
”我说:“不过,我们在这里离题了。
λέγωμεν δὲ πάλιν ἐκεῖνο τὸ τοῦ τυράννου στρατόπεδον, τὸ καλόν τε καὶ πολὺ καὶ ποικίλον καὶ οὐδέποτε ταὐτόν, πόθεν θρέψεται.
让我们再谈谈僭主的那支军队,那支优美、庞大、混杂且变幻不定的军队,它将靠什么来供养呢?
δῆλον, ἔφη, ὅτι, ἐάν τε ἱερὰ χρήματα ᾖ ἐν τῇ πόλει, ταῦτα ἀναλώσει, ὅποι ποτὲ ἂν ἀεὶ ἐξαρκῇ τὰ τῶν ἀποδομένων, ἐλάττους εἰσφορὰς ἀναγκάζων τὸν δῆμον εἰσφέρειν.
”他说:“显然,如果城邦里有神庙的财产,他就会消耗这些财产,只要变卖所得还够用,他就可以迫使平民缴纳较少的税。
τί δʼ ὅταν δὴ ταῦτα ἐπιλίπῃ;
” “那如果这些财产用完了呢?
δῆλον, ἔφη, ὅτι ἐκ τῶν πατρῴων θρέψεται αὐτός τε καὶ οἱ συμπόται τε καὶ ἑταῖροι καὶ ἑταῖραι.
”他说:“显然,他自己、他的酒友、男伴和女伴,都将靠父亲的家产来供养。
μανθάνω, ἦν δʼ ἐγώ·
”我说:“我明白了:也就是说,生育了僭主的平民将不得不供养他及他的同伴。
ὅτι ὁ δῆμος ὁ γεννήσας τὸν τύραννον θρέψει αὐτόν τε καὶ ἑταίρους.
”他说:“平民对此有极大的必然性。
πολλὴ αὐτῷ, ἔφη, ἀνάγκη.
” 我说:“你这怎么说?
§8.569πῶς λέγεις; εἶπον· ἐὰν δὲ ἀγανακτῇ τε καὶ λέγῃ ὁ δῆμος ὅτι οὔτε δίκαιον τρέφεσθαι ὑπὸ πατρὸς ὑὸν ἡβῶντα, ἀλλὰ τοὐναντίον ὑπὸ ὑέος πατέρα, οὔτε τούτου αὐτὸν ἕνεκα ἐγέννησέν τε καὶ κατέστησεν, ἵνα, ἐπειδὴ μέγας γένοιτο, τότε αὐτὸς δουλεύων τοῖς αὑτοῦ δούλοις τρέφοι ἐκεῖνόν τε καὶ τοὺς δούλους μετὰ συγκλύδων ἄλλων, ἀλλʼ ἵνα ἀπὸ τῶν πλουσίων τε καὶ καλῶν κἀγαθῶν λεγομένων ἐν τῇ πόλει ἐλευθερωθείη ἐκείνου προστάντος, καὶ νῦν κελεύει ἀπιέναι ἐκ τῆς πόλεως αὐτόν τε καὶ τοὺς ἑταίρους, ὥσπερ πατὴρ ὑὸν ἐξ οἰκίας μετὰ ὀχληρῶν συμποτῶν ἐξελαύνων;
如果平民发起怒来,并且说道:一个已经长成大人的儿子由父亲来供养,这是不公正的,相反,应当由儿子来供养父亲;而且他们生育并扶植他,也不是为了在他长大成人后,自己反而沦为自己奴隶的奴隶,去供养时间和那些奴隶以及其他乌合之众,而是为了在他的领导下,平民能从城邦里那些有钱人和所谓的‘贤绅’手中解放出来;并像一个父亲把儿子连同其讨厌的酒友一起赶出家门那样,现在命令他和他的同伴离开城邦,那该怎么办呢?
γνώσεταί γε, νὴ Δία, ἦ δʼ ὅς, τότʼ ἤδη ὁ δῆμος οἷος οἷον θρέμμα γεννῶν ἠσπάζετό τε καὶ ηὖξεν, καὶ ὅτι ἀσθενέστερος ὢν ἰσχυροτέρους ἐξελαύνει.
”他说:“凭着宙斯起誓,到那时平民就会明白,自己生下、欢迎并抚养了怎样一个家伙,并且明白,自己作为一个弱者,却企图驱逐更强者。
πῶς, ἦν δʼ ἐγώ, λέγεις;
”我说:“这是什么话?
τολμήσει τὸν πατέρα βιάζεσθαι, κἂν μὴ πείθηται, τύπτειν ὁ τύραννος;
僭主竟然敢对自己的父亲动粗,如果他不听话,甚至还要动手打他吗?
ναί, ἔφη, ἀφελόμενός γε τὰ ὅπλα.
”他说:“是的,只要先把他的武器夺走。
πατραλοίαν, ἦν δʼ ἐγώ, λέγεις τύραννον καὶ χαλεπὸν γηροτρόφον, καὶ ὡς ἔοικε τοῦτο δὴ ὁμολογουμένη ἂν ἤδη τυραννὶς εἴη, καί, τὸ λεγόμενον, ὁ δῆμος φεύγων ἂν καπνὸν δουλείας ἐλευθέρων εἰς πῦρ δούλων δεσποτείας ἂν ἐμπεπτωκὼς εἴη, ἀντὶ τῆς πολλῆς ἐκείνης καὶ ἀκαίρου ἐλευθερίας τὴν χαλεπωτάτην τε καὶ πικροτάτην δούλων δουλείαν μεταμπισχόμενος.
”我说:“那么你所说的僭主,就是一个殴打父亲的人,一个苛虐的养老者,而且看来,这确实已经是公认的僭主制了;正如俗话所说,平民为了逃避对自由人的奴役之‘烟’,却落入了奴隶专制统治之‘火’,用那种过度且不合时宜的自由,换来了最残酷、最痛苦的‘奴隶的奴役’。
καὶ μάλα, ἔφη, ταῦτα οὕτω γίγνεται.
”他说:“确实,事情就是这样发生的。
τί οὖν; εἶπον· οὐκ ἐμμελῶς ἡμῖν εἰρήσεται, ἐὰν φῶμεν ἱκανῶς διεληλυθέναι ὡς μεταβαίνει τυραννὶς ἐκ δημοκρατίας, γενομένη τε οἵα ἐστίν;
”我说:“那么,如果我们说我们已经足够详尽地阐述了僭主制是如何从民主制演变而来、以及它一旦建立后是怎样的,我们这样说不是恰当的吗?
πάνυ μὲν οὖν ἱκανῶς, ἔφη.
”他说:“完全足够了。 ”