§8.562τί οὖν;
“那么怎么样?
τετάχθω ἡμῖν κατὰ δημοκρατίαν ὁ τοιοῦτος ἀνήρ, ὡς δημοκρατικὸς ὀρθῶς ἂν προσαγορευόμενος;
”我说,“我们要把这样的人放在民主政体一边,称他为真正的民主主义者吗?
τετάχθω, ἔφη.
”“放吧,”他说。
ἡ καλλίστη δή, ἦν δʼ ἐγώ, πολιτεία τε καὶ ὁ κάλλιστος ἀνὴρ λοιπὰ ἂν ἡμῖν εἴη διελθεῖν, τυραννίς τε καὶ τύραννος.
“那么,”我说,“最美的政体和最美的凡人,现在只剩下僭主政体和僭主供我们讨论了。
κομιδῇ γʼ, ἔφη.
”“确实如此,”他说。
φέρε δή, τίς τρόπος τυραννίδος, ὦ φίλε ἑταῖρε, γίγνεται;
“来吧,我的朋友,僭主政体是以什么方式产生的?
ὅτι μὲν γὰρ ἐκ δημοκρατίας μεταβάλλει σχεδὸν δῆλον.
因为它是由民主政体转变而来,这几乎是显而易见的。
δῆλον.
”“显而易见。
ἆρʼ οὖν τρόπον τινὰ τὸν αὐτὸν ἔκ τε ὀλιγαρχίας δημοκρατία γίγνεται καὶ ἐκ δημοκρατίας τυραννίς;
”“那么,民主政体由寡头政体产生的方式,在某种意义上,是否与僭主政体由民主政体产生的方式相同?
πῶς;
”“怎么说?
ὃ προύθεντο, ἦν δʼ ἐγώ, ἀγαθόν, καὶ διʼ ὃ ἡ ὀλιγαρχία καθίστατο—τοῦτο δʼ ἦν πλοῦτος·
”“他们设立为善的,并作为确立寡头政体基础的东西——这就是财富,不是吗?
ἦ γάρ; — ναί.
”——“是的。
ἡ πλούτου τοίνυν ἀπληστία καὶ ἡ τῶν ἄλλων ἀμέλεια διὰ χρηματισμὸν αὐτὴν ἀπώλλυ.
”“因此,对财富的贪得无厌,以及为了赚钱而忽视其他事物,毁灭了寡头政体。
ἀληθῆ, ἔφη.
”“确实如此,”他说。
ἆρʼ οὖν καὶ ὃ δημοκρατία ὁρίζεται ἀγαθόν, ἡ τούτου ἀπληστία καὶ ταύτην καταλύει;
“那么,民主政体定义为善的东西,对它的贪得无厌是否也会瓦解民主政体?
λέγεις δʼ αὐτὴν τί ὁρίζεσθαι;
”“你说民主政体定义什么为善?
τὴν ἐλευθερίαν, εἶπον.
”“自由,”我说。
τοῦτο γάρ που ἐν δημοκρατουμένῃ πόλει ἀκούσαις ἂν ὡς ἔχει τε κάλλιστον καὶ διὰ ταῦτα ἐν μόνῃ ταύτῃ ἄξιον οἰκεῖν ὅστις φύσει ἐλεύθερος.
“因为在一个民主治理的城邦里,你会听到人们说这是它最美好的东西,因此,对于天生自由的人来说,只有在这个城邦里才值得居住。
λέγεται γὰρ δή, ἔφη, καὶ πολὺ τοῦτο τὸ ῥῆμα.
”“确实,”他说,“这句话非常流行。
ἆρʼ οὖν, ἦν δʼ ἐγώ, ὅπερ ᾖα νυνδὴ ἐρῶν, ἡ τοῦ τοιούτου ἀπληστία καὶ ἡ τῶν ἄλλων ἀμέλεια καὶ ταύτην τὴν πολιτείαν μεθίστησίν τε καὶ παρασκευάζει τυραννίδος δεηθῆναι;
”“那么,”我说,“正如我刚才想说的那样,对这种东西的贪得无厌和对其他事物的忽视,是否也改变了这种政体,并使其准备好需要僭主政体?
πῶς;
”“怎么会呢?
ἔφη.
”他说。
ὅταν οἶμαι δημοκρατουμένη πόλις ἐλευθερίας διψήσασα κακῶν οἰνοχόων προστατούντων τύχῃ, καὶ πορρωτέρω τοῦ δέοντος ἀκράτου αὐτῆς μεθυσθῇ, τοὺς ἄρχοντας δή, ἂν μὴ πάνυ πρᾷοι ὦσι καὶ πολλὴν παρέχωσι τὴν ἐλευθερίαν, κολάζει αἰτιωμένη ὡς μιαρούς τε καὶ ὀλιγαρχικούς.
“我想,当一个民主治理的城邦渴望自由,碰巧遇到了糟糕的斟酒人做领导者,并且因过度饮用未掺水的自由而喝得酩酊大醉时,除非统治者非常温和并提供大量的自由,否则城邦就会惩罚他们,控诉他们是肮脏的寡头分子。
δρῶσιν γάρ, ἔφη, τοῦτο.
”“确实,他们就是这样做的,”他说。
τοὺς δέ γε, εἶπον, τῶν ἀρχόντων κατηκόους προπηλακίζει ὡς ἐθελοδούλους τε καὶ οὐδὲν ὄντας, τοὺς δὲ ἄρχοντας μὲν ἀρχομένοις, ἀρχομένους δὲ ἄρχουσιν ὁμοίους ἰδίᾳ τε καὶ δημοσίᾳ ἐπαινεῖ τε καὶ τιμᾷ.
“而对于那些服从统治者的人,”我说,“城邦则辱骂他们是甘愿做奴隶的无用之辈;相反,它在私下和公开场合都赞美和尊重那些像被统治者的统治者,以及像统治者的被统治者。
ἆρʼ οὐκ ἀνάγκη ἐν τοιαύτῃ πόλει ἐπὶ πᾶν τὸ τῆς ἐλευθερίας ἰέναι;
在这样的城邦里,自由难道不会走向每一个极端吗?
πῶς γὰρ οὔ;
”“怎么会不呢?
καὶ καταδύεσθαί γε, ἦν δʼ ἐγώ, ὦ φίλε, εἴς τε τὰς ἰδίας οἰκίας καὶ τελευτᾶν μέχρι τῶν θηρίων τὴν ἀναρχίαν ἐμφυομένην.
”“而且,我的朋友,”我说,“无政府状态甚至会渗透进私人家庭,最终甚至感染到野兽。
πῶς, ἦ δʼ ὅς, τὸ τοιοῦτον λέγομεν;
”“我们怎么理解这样的话呢?
§8.563οἷον, ἔφην, πατέρα μὲν ἐθίζεσθαι παιδὶ ὅμοιον γίγνεσθαι καὶ φοβεῖσθαι τοὺς ὑεῖς, ὑὸν δὲ πατρί, καὶ μήτε αἰσχύνεσθαι μήτε δεδιέναι τοὺς γονέας, ἵνα δὴ ἐλεύθερος ᾖ·
”他说。
μέτοικον δὲ ἀστῷ καὶ ἀστὸν μετοίκῳ ἐξισοῦσθαι, καὶ ξένον ὡσαύτως.
“例如,”我说,“父亲习惯于变得像孩子,害怕自己的儿子;儿子变得像父亲,既不敬重也不害怕父母,以便让自己真正自由;而外邦居民与公民平等,公民与外邦居民平等,外邦人也是如此。
γίγνεται γὰρ οὕτως, ἔφη.
”“确实如此,”他说。
ταῦτά τε, ἦν δʼ ἐγώ, καὶ σμικρὰ τοιάδε ἄλλα γίγνεται· διδάσκαλός τε ἐν τῷ τοιούτῳ φοιτητὰς φοβεῖται καὶ θωπεύει, φοιτηταί τε διδασκάλων ὀλιγωροῦσιν, οὕτω δὲ καὶ παιδαγωγῶν·
“这些事,”我说,“以及其他类似的小事都会发生:在学校里,教师害怕并讨好学生,学生轻视教师,对启蒙导师也是如此;总的来说,年轻人模仿长辈,在言行上与他们竞争,而老年人则迁就年轻人,充满了幽默和风趣,模仿年轻人,以免显得令人讨厌或专横。
καὶ ὅλως οἱ μὲν νέοι πρεσβυτέροις ἀπεικάζονται καὶ διαμιλλῶνται καὶ ἐν λόγοις καὶ ἐν ἔργοις, οἱ δὲ γέροντες συγκαθιέντες τοῖς νέοις εὐτραπελίας τε καὶ χαριεντισμοῦ ἐμπίμπλανται, μιμούμενοι τοὺς νέους, ἵνα δὴ μὴ δοκῶσιν ἀηδεῖς εἶναι μηδὲ δεσποτικοί.
”“完全如此,”他说。
πάνυ μὲν οὖν, ἔφη.
“而最极端的,”我说,“我的朋友,在这个城邦中发生的大众自由,就是被买来的男奴和女奴,与购买他们的主人一样自由。
τὸ δέ γε, ἦν δʼ ἐγώ, ἔσχατον, ὦ φίλε, τῆς ἐλευθερίας τοῦ πλήθους, ὅσον γίγνεται ἐν τῇ τοιαύτῃ πόλει, ὅταν δὴ οἱ ἐωνημένοι καὶ αἱ ἐωνημέναι μηδὲν ἧττον ἐλεύθεροι ὦσι τῶν πριαμένων. ἐν γυναιξὶ δὲ πρὸς ἄνδρας καὶ ἀνδράσι πρὸς γυναῖκας ὅση ἡ ἰσονομία καὶ ἐλευθερία γίγνεται, ὀλίγου ἐπελαθόμεθʼ εἰπεῖν.
至于妇女对男子,以及男子对妇女之间所享有的平等和自由有多大,我们几乎忘了提及。
οὐκοῦν κατʼ Αἰσχύλον, ἔφη,
ἐροῦμεν ὅτι νῦν ἦλθʼ ἐπὶ στόμα;
”“那么,”他说,“我们要按照埃斯库罗斯所说,说‘现在涌上心头的话’吗?
πάνυ γε, εἶπον· καὶ ἔγωγε οὕτω λέγω·
”“当然,”我说,“我也是这个意思。
τὸ μὲν γὰρ τῶν θηρίων τῶν ὑπὸ τοῖς ἀνθρώποις ὅσῳ ἐλευθερώτερά ἐστιν ἐνταῦθα ἢ ἐν ἄλλῃ, οὐκ ἄν τις πείθοιτο ἄπειρος.
因为人类控制下的野兽,在这里比在其他地方要自由得多,没有经历过的人是不会相信的。
ἀτεχνῶς γὰρ αἵ τε κύνες κατὰ τὴν παροιμίαν οἷαίπερ αἱ δέσποιναι γίγνονταί τε δὴ καὶ ἵπποι καὶ ὄνοι, πάνυ ἐλευθέρως καὶ σεμνῶς εἰθισμένοι πορεύεσθαι, κατὰ τὰς ὁδοὺς ἐμβάλλοντες τῷ ἀεὶ ἀπαντῶντι, ἐὰν μὴ ἐξίστηται, καὶ τἆλλα πάντα οὕτω μεστὰ ἐλευθερίας γίγνεται.
正如俗话所说,狗变得和她们的女主人一模一样,马和驴也习惯于极其自由和庄严地行走,在路上冲撞任何迎面而来、不让路的人。 而其他所有事情也同样充满了自由。
τὸ ἐμόν γʼ, ἔφη, ἐμοὶ λέγεις ὄναρ· αὐτὸς γὰρ εἰς ἀγρὸν πορευόμενος θαμὰ αὐτὸ πάσχω.
”“你是在告诉我我自己的梦,”他说,“因为我自己去乡下时,也经常遇到这种事。
τὸ δὲ δὴ κεφάλαιον, ἦν δʼ ἐγώ, πάντων τούτων συνηθροισμένων, ἐννοεῖς ὡς ἁπαλὴν τὴν ψυχὴν τῶν πολιτῶν ποιεῖ, ὥστε κἂν ὁτιοῦν δουλείας τις προσφέρηται, ἀγανακτεῖν καὶ μὴ ἀνέχεσθαι;
”“那么,所有这些事情汇集起来的要点,”我说,“你是否意识到它使市民的灵魂变得多么脆弱,以至于如果有人向他们展示哪怕一点点奴役,他们就会愤慨而无法忍受?
τελευτῶντες γάρ που οἶσθʼ ὅτι οὐδὲ τῶν νόμων φροντίζουσιν γεγραμμένων ἢ ἀγράφων, ἵνα δὴ μηδαμῇ μηδεὶς αὐτοῖς ᾖ δεσπότης.
因为到了最后,你懂的,他们甚至不再理会成文或不成文的法律,以便在任何地方都没有任何人能成为他们的主人。
καὶ μάλʼ, ἔφη, οἶδα.
”“确实,”他说,“我很清楚。
αὕτη μὲν τοίνυν, ἦν δʼ ἐγώ, ὦ φίλε, ἡ ἀρχὴ οὑτωσὶ καλὴ καὶ νεανική, ὅθεν τυραννὶς φύεται, ὡς ἐμοὶ δοκεῖ.
”“那么,我的朋友,”我说,“这就是在我看来,僭主政体由此诞生的,那个美丽而朝气蓬勃的开端。
νεανικὴ δῆτα, ἔφη· ἀλλὰ τί τὸ μετὰ τοῦτο;
”“确实朝气蓬勃,”他说,“但在这之后又是什么呢? ”