§8.564ταὐτόν, ἦν δʼ ἐγώ, ὅπερ ἐν τῇ ὀλιγαρχίᾳ νόσημα ἐγγενόμενον ἀπώλεσεν αὐτήν, τοῦτο καὶ ἐν ταύτῃ πλέον τε καὶ ἰσχυρότερον ἐκ τῆς ἐξουσίας ἐγγενόμενον καταδουλοῦται δημοκρατίαν.
“我说:‘在寡头政体中产生并毁灭它的那种病,在这个政体中也由于放任自流而生得更大、更强,从而奴役了民主政体。
καὶ τῷ ὄντι τὸ ἄγαν τι ποιεῖν μεγάλην φιλεῖ εἰς τοὐναντίον μεταβολὴν ἀνταποδιδόναι, ἐν ὥραις τε καὶ ἐν φυτοῖς καὶ ἐν σώμασιν, καὶ δὴ καὶ ἐν πολιτείαις οὐχ ἥκιστα.
事实上,任何事情做得过火,往往会带来向相反方向的巨大转变,在季节、在植物、在身体里都是如此,尤其在政体中更是如此。
εἰκός, ἔφη.
’”“很有可能,”他说。
ἡ γὰρ ἄγαν ἐλευθερία ἔοικεν οὐκ εἰς ἄλλο τι ἢ εἰς ἄγαν δουλείαν μεταβάλλειν καὶ ἰδιώτῃ καὶ πόλει.
“‘因为极度的自由,对个人和城邦而言,似乎都只会转变为极度的奴役。
εἰκὸς γάρ.
’”“确实很有可能。
εἰκότως τοίνυν, εἶπον, οὐκ ἐξ ἄλλης πολιτείας τυραννὶς καθίσταται ἢ ἐκ δημοκρατίας, ἐξ οἶμαι τῆς ἀκροτάτης ἐλευθερίας δουλεία πλείστη τε καὶ ἀγριωτάτη.
”“‘那么,很自然地,’我说,‘僭主政体不是从别的政体,而正是从民主政体中建立起来的;我想,最极端的自由中,会产生最大也最野蛮的奴役。
ἔχει γάρ, ἔφη, λόγον.
’”“这确实合乎情理,”他说。
ἀλλʼ οὐ τοῦτʼ οἶμαι, ἦν δʼ ἐγώ, ἠρώτας, ἀλλὰ ποῖον νόσημα ἐν ὀλιγαρχίᾳ τε φυόμενον ταὐτὸν καὶ ἐν δημοκρατίᾳ δουλοῦται αὐτήν.
“‘但我认为这并不是你刚才问的问题,’我说,‘你问的是,那在寡头政体和民主政体中同样生长出来并奴役它的,究竟是什么样的病。
ἀληθῆ, ἔφη, λέγεις.
’”“你说得对,”他说。
ἐκεῖνο τοίνυν, ἔφην, ἔλεγον τὸ τῶν ἀργῶν τε καὶ δαπανηρῶν ἀνδρῶν γένος, τὸ μὲν ἀνδρειότατον ἡγούμενον αὐτῶν, τὸ δʼ ἀνανδρότερον ἑπόμενον·
“‘那么,’我说,‘我刚才说的是那些懒散而挥耗无度的人。 其中最勇敢的一批人充当领导,而较不勇敢的人跟在后面。
οὓς δὴ ἀφομοιοῦμεν κηφῆσι, τοὺς μὲν κέντρα ἔχουσι, τοὺς δὲ ἀκέντροις.
我们把他们比作雄蜂,有的带刺,有的不带刺。
καὶ ὀρθῶς γʼ, ἔφη.
’”“非常正确,”他说。
τούτω τοίνυν, ἦν δʼ ἐγώ, ταράττετον ἐν πάσῃ πολιτείᾳ ἐγγιγνομένω, οἷον περὶ σῶμα φλέγμα τε καὶ χολή·
“‘这两个群体,’我说,‘一旦在任何政体中产生,都会带来混乱,就像身体里的粘液和胆汁一样。
ὣ δὴ καὶ δεῖ τὸν ἀγαθὸν ἰατρόν τε καὶ νομοθέτην πόλεως μὴ ἧττον ἢ σοφὸν μελιττουργὸν πόρρωθεν εὐλαβεῖσθαι, μάλιστα μὲν ὅπως μὴ ἐγγενήσεσθον, ἂν δὲ ἐγγένησθον, ὅπως ὅτι τάχιστα σὺν αὐτοῖσι τοῖς κηρίοις ἐκτετμήσεσθον.
因此,城邦的优秀医生和立法者应当像聪明的养蜂人一样,提前从远处加以防范;最重要的是不让它们产生,而一旦产生,就要尽快连同蜂巢一起切除。
ναὶ μὰ Δία, ἦ δʼ ὅς, παντάπασί γε.
’”“天哪,”他说,“确实应该彻底如此。
ὧδε τοίνυν, ἦν δʼ ἐγώ, λάβωμεν, ἵνʼ εὐκρινέστερον ἴδωμεν ὃ βουλόμεθα.
”“‘那么,’我说,‘让我们这样来把握,以便更清楚地看到我们想要看到的东西。
πῶς;
’”“怎么做?
τριχῇ διαστησώμεθα τῷ λόγῳ δημοκρατουμένην πόλιν, ὥσπερ οὖν καὶ ἔχει. ἓν μὲν γάρ που τὸ τοιοῦτον γένος ἐν αὐτῇ ἐμφύεται διʼ ἐξουσίαν οὐκ ἔλαττον ἢ ἐν τῇ ὀλιγαρχουμένῃ.
”“‘让我们在讨论中把民主城邦一分为三,事实上它也确实是如此。
ἔστιν οὕτω.
’”“确实是这样。 ”“‘因为首先,第一种这样的雄蜂群体,在民主城邦中由于放任自流而生长起来,其数量绝不亚于在寡头城邦中。 ’”“是的。
πολὺ δέ γε δριμύτερον ἐν ταύτῃ ἢ ἐν ἐκείνῃ.
”“‘但在这个城邦中,他们要凶猛得多。
πῶς;
’”“怎么说?
ἐκεῖ μὲν διὰ τὸ μὴ ἔντιμον εἶναι, ἀλλʼ ἀπελαύνεσθαι τῶν ἀρχῶν, ἀγύμναστον καὶ οὐκ ἐρρωμένον γίγνεται·
”“‘在寡头城邦里,因为他们不受尊重,被排斥在官职之外,所以得不到锻炼,也不够强壮;但在民主政体中,除少数例外,这个群体几乎主宰了城邦。
ἐν δημοκρατίᾳ δὲ τοῦτό που τὸ προεστὸς αὐτῆς, ἐκτὸς ὀλίγων, καὶ τὸ μὲν δριμύτατον αὐτοῦ λέγει τε καὶ πράττει, τὸ δʼ ἄλλο περὶ τὰ βήματα προσίζον βομβεῖ τε καὶ οὐκ ἀνέχεται τοῦ ἄλλα λέγοντος, ὥστε πάντα ὑπὸ τοῦ τοιούτου διοικεῖται ἐν τῇ τοιαύτῃ πολιτείᾳ χωρίς τινων ὀλίγων.
他们中最凶猛的部分发表演说并付诸行动,而其余的人则聚集在讲坛周围,嗡嗡作响,不容许任何持不同意见的人发言。 因此,在这种政体中,除了极少数例外,一切都由这样的群体来管理。
μάλα γε, ἦ δʼ ὅς.
’”“确实如此,”他说。
ἄλλο τοίνυν τοιόνδε ἀεὶ ἀποκρίνεται ἐκ τοῦ πλήθους.
“‘接着,另一种这样的群体总是从大群体中分离出来。
τὸ ποῖον;
’”“哪一种?
χρηματιζομένων που πάντων, οἱ κοσμιώτατοι φύσει ὡς τὸ πολὺ πλουσιώτατοι γίγνονται.
”“‘我想,在大家都忙于挣钱的时候,那些天生最安分守己的人通常会变得最富有。
εἰκός.
’”“很有可能。
πλεῖστον δὴ οἶμαι τοῖς κηφῆσι μέλι καὶ εὐπορώτατον ἐντεῦθεν βλίττει.
”“‘因此,我想,雄蜂能从这里榨取最多、也最容易得到的蜂蜜。
πῶς γὰρ ἄν, ἔφη, παρά γε τῶν σμικρὰ ἐχόντων τις βλίσειεν;
’”“‘是啊,’他说,‘谁能从那些财产微薄的人身上榨出蜂蜜来呢?
πλούσιοι δὴ οἶμαι οἱ τοιοῦτοι καλοῦνται κηφήνων βοτάνη.
’”“‘我想,这样的人就被称为雄蜂的饲料了。
σχεδόν τι, ἔφη.
’”“差不多是这样,”他说。
§8.565δῆμος δʼ ἂν εἴη τρίτον γένος, ὅσοι αὐτουργοί τε καὶ ἀπράγμονες, οὐ πάνυ πολλὰ κεκτημένοι·
“‘第三个群体就是平民,也就是那些自食其力、不干预政治、财产也不多的人。
ὃ δὴ πλεῖστόν τε καὶ κυριώτατον ἐν δημοκρατίᾳ ὅτανπερ ἁθροισθῇ.
在民主政体中,这个群体一旦聚集起来,就是最大、也最拥有主权的力量。
ἔστιν γάρ, ἔφη· ἀλλʼ οὐ θαμὰ ἐθέλει ποιεῖν τοῦτο, ἐὰν μὴ μέλιτός τι μεταλαμβάνῃ.
’”“确实如此,”他说,“但除非他们能分到一些蜂蜜,否则他们是不愿意经常聚集的。
οὐκοῦν μεταλαμβάνει, ἦν δʼ ἐγώ, ἀεί, καθʼ ὅσον δύνανται οἱ προεστῶτες, τοὺς ἔχοντας τὴν οὐσίαν ἀφαιρούμενοι, διανέμοντες τῷ δήμῳ, τὸ πλεῖστον αὐτοὶ ἔχειν.
”“‘那他们总能分到,’我说,‘只要那些领导人有能力,他们就会剥夺有产者财产,分给平民,同时自己保留大部分。
μεταλαμβάνει γὰρ οὖν, ἦ δʼ ὅς, οὕτως.
’”“确实是这样分到的,”他说。
ἀναγκάζονται δὴ οἶμαι ἀμύνεσθαι, λέγοντές τε ἐν τῷ δήμῳ καὶ πράττοντες ὅπῃ δύνανται, οὗτοι ὧν ἀφαιροῦνται.
“‘所以我想,那些被夺走财产的人被迫进行自卫,在平民面前发表演说,并尽其所能地采取行动。
πῶς γὰρ οὔ;
’”“怎么会不呢?
αἰτίαν δὴ ἔσχον ὑπὸ τῶν ἑτέρων, κἂν μὴ ἐπιθυμῶσι νεωτερίζειν, ὡς ἐπιβουλεύουσι τῷ δήμῳ καί εἰσιν ὀλιγαρχικοί.
”“‘于是,他们就被另一方控告,即便他们无意变革,也被指控为对平民图谋不轨、是寡头派。
τί μήν;
’”“可不是吗?
οὐκοῦν καὶ τελευτῶντες, ἐπειδὰν ὁρῶσι τὸν δῆμον, οὐχ ἑκόντα ἀλλʼ ἀγνοήσαντά τε καὶ ἐξαπατηθέντα ὑπὸ τῶν διαβαλλόντων, ἐπιχειροῦντα σφᾶς ἀδικεῖν, τότʼ ἤδη, εἴτε βούλονται εἴτε μή, ὡς ἀληθῶς ὀλιγαρχικοὶ γίγνονται, οὐχ ἑκόντες, ἀλλὰ καὶ τοῦτο τὸ κακὸν ἐκεῖνος ὁ κηφὴν ἐντίκτει κεντῶν αὐτούς.
”“‘最后,当他们看到平民并非出于自愿,而是由于无知和被那些诽谤者欺骗,企图对他们施加不公时,就在那时,无论他们愿意与否,他们真的成了寡头派。 这并非出于自愿,而是因为那只雄蜂用刺刺痛了他们,也在他们身上孕育了这种毒瘤。
κομιδῇ μὲν οὖν.
’”“确实彻底如此。
εἰσαγγελίαι δὴ καὶ κρίσεις καὶ ἀγῶνες περὶ ἀλλήλων γίγνονται.
”“‘于是,相互间的弹劾、审判和诉讼便发生了。
καὶ μάλα.
’”“确实如此。
οὐκοῦν ἕνα τινὰ ἀεὶ δῆμος εἴωθεν διαφερόντως προΐστασθαι ἑαυτοῦ, καὶ τοῦτον τρέφειν τε καὶ αὔξειν μέγαν;
”“‘那么,平民不是通常总是特别拥立某一个人作为自己的领导人,并抚育他、使他成长为强大的力量吗?
εἴωθε γάρ.
’”“确实通常如此。
τοῦτο μὲν ἄρα, ἦν δʼ ἐγώ, δῆλον, ὅτι, ὅτανπερ φύηται τύραννος, ἐκ προστατικῆς ῥίζης καὶ οὐκ ἄλλοθεν ἐκβλαστάνει.
”“‘因此,’我说,‘很明显,每当僭主产生时,他都是从这把保护人的根上发芽的,而绝非来自别处。
καὶ μάλα δῆλον.
’”“非常明显。
τίς ἀρχὴ οὖν μεταβολῆς ἐκ προστάτου ἐπὶ τύραννον;
”“‘那么,从保护人变为僭主的起点是什么呢?
ἢ δῆλον ὅτι ἐπειδὰν ταὐτὸν ἄρξηται δρᾶν ὁ προστάτης τῷ ἐν τῷ μύθῳ ὃς περὶ τὸ ἐν Ἀρκαδίᾳ τὸ τοῦ Διὸς τοῦ Λυκαίου ἱερὸν λέγεται;
难道不是很明显,是当保护人开始做那个关于在阿卡迪亚的吕凯奥斯宙斯神庙的传说中所说的事情时吗?
τίς;
’”“‘什么事?
ἔφη.
’他说。
ὡς ἄρα ὁ γευσάμενος τοῦ ἀνθρωπίνου σπλάγχνου, ἐν ἄλλοις ἄλλων ἱερείων ἑνὸς ἐγκατατετμημένου, ἀνάγκη δὴ τούτῳ λύκῳ γενέσθαι.
”“‘就是说,凡是尝过人肉内脏的人——这块肉是在其他牺牲品的肉中被切碎混入的——他就必然要变成狼。
ἢ οὐκ ἀκήκοας τὸν λόγον;
难道你没听说过这个传说吗?
ἔγωγε.
’”“我听过。 ”