§8.561ἆρʼ οὐχ οὕτω πως, ἦν δʼ ἐγώ, νέος ὢν μεταβάλλει ἐκ τοῦ ἐν ἀναγκαίοις ἐπιθυμίαις τρεφομένου τὴν τῶν μὴ ἀναγκαίων καὶ ἀνωφελῶν ἡδονῶν ἐλευθέρωσίν τε καὶ ἄνεσιν;
“我想,”我说,“一个年轻人在必要欲望中长大,岂不就是通过大约这样的方式,转变到对非必要且无益的快乐的释放和放任吗?
καὶ μάλα γʼ, ἦ δʼ ὅς, ἐναργῶς.
”“确实非常明显,”他说。
Ζῇ δὴ οἶμαι μετὰ ταῦτα ὁ τοιοῦτος οὐδὲν μᾶλλον εἰς ἀναγκαίους ἢ μὴ ἀναγκαίους ἡδονὰς ἀναλίσκων καὶ χρήματα καὶ πόνους καὶ διατριβάς·
“我想,在此之后,这样的人生活着,把金钱、劳力和时间花在必要快乐上并不比花在非必要快乐上更多。
ἀλλʼ ἐὰν εὐτυχὴς ᾖ καὶ μὴ πέρα ἐκβακχευθῇ, ἀλλά τι καὶ πρεσβύτερος γενόμενος τοῦ πολλοῦ θορύβου παρελθόντος μέρη τε καταδέξηται τῶν ἐκπεσόντων καὶ τοῖς ἐπεισελθοῦσι μὴ ὅλον ἑαυτὸν ἐνδῷ, εἰς ἴσον δή τι καταστήσας τὰς ἡδονὰς διάγει, τῇ παραπιπτούσῃ ἀεὶ ὥσπερ λαχούσῃ τὴν ἑαυτοῦ ἀρχὴν παραδιδοὺς ἕως ἂν πληρωθῇ, καὶ αὖθις ἄλλῃ, οὐδεμίαν ἀτιμάζων ἀλλʼ ἐξ ἴσου τρέφων.
但是,如果他足够幸运,没有过度放纵而陷于狂乱,反而在年龄稍长、大骚动过去之后,接纳了部分被驱逐的欲望,并且不把自己完全交托给那些新侵入的欲望,那么,他就会把各种快乐置于某种平等的地位来过日子,总是把对自己的统治权交托给当时碰巧出现的那个快乐,就好像它是通过抽签赢得统治权的一样,直到它满足为止,然后再交给下一个,他不轻视任何快乐,而是平等地养育它们。
πάνυ μὲν οὖν.
”“完全如此。
καὶ λόγον γε, ἦν δʼ ἐγώ, ἀληθῆ οὐ προσδεχόμενος οὐδὲ παριεὶς εἰς τὸ φρούριον, ἐάν τις λέγῃ ὡς αἱ μέν εἰσι τῶν καλῶν τε καὶ ἀγαθῶν ἐπιθυμιῶν ἡδοναί, αἱ δὲ τῶν πονηρῶν, καὶ τὰς μὲν χρὴ ἐπιτηδεύειν καὶ τιμᾶν, τὰς δὲ κολάζειν τε καὶ δουλοῦσθαι·
” “而且,”我说,“如果有人说,某些快乐属于美好而善良的欲望,而另一些属于邪恶的欲望,对于前者应当追求和尊重,对于后者则应当约束和奴役,他也不会接受这一真理,更不会放它进入城堡。
ἀλλʼ ἐν πᾶσι τούτοις ἀνανεύει τε καὶ ὁμοίας φησὶν ἁπάσας εἶναι καὶ τιμητέας ἐξ ἴσου.
相反,对所有这些说法,他都会摇头否定,并声称所有的快乐都是相似的,应该平等地受到尊重。
σφόδρα γάρ, ἔφη, οὕτω διακείμενος τοῦτο δρᾷ.
”“非常对,”他说,“处于这种心境中的人正是这样做的。
οὐκοῦν, ἦν δʼ ἐγώ, καὶ διαζῇ τὸ καθʼ ἡμέραν οὕτω χαριζόμενος τῇ προσπιπτούσῃ ἐπιθυμίᾳ, τοτὲ μὲν μεθύων καὶ καταυλούμενος, αὖθις δὲ ὑδροποτῶν καὶ κατισχναινόμενος, τοτὲ δʼ αὖ γυμναζόμενος, ἔστιν δʼ ὅτε ἀργῶν καὶ πάντων ἀμελῶν, τοτὲ δʼ ὡς ἐν φιλοσοφίᾳ διατρίβων.
” “那么,”我说,“他过着有今天没明天的生活,以此满足碰巧产生的欲望:有时醉酒并听着笛声,有时又只喝水并节食减肥;有时又去健身锻炼,有时却懒散无为、不闻不问,有时又表现得好像在钻研哲学。
πολλάκις δὲ πολιτεύεται, καὶ ἀναπηδῶν ὅτι ἂν τύχῃ λέγει τε καὶ πράττει·
他常常参与政治,跃身而起,想到什么就说什么、做什么。
κἄν ποτέ τινας πολεμικοὺς ζηλώσῃ, ταύτῃ φέρεται, ἢ χρηματιστικούς, ἐπὶ τοῦτʼ αὖ.
如果他什么时候羡慕军人,他就朝军事方向奔去;如果羡慕生意人,他就又朝赚钱方向奔去。
καὶ οὔτε τις τάξις οὔτε ἀνάγκη ἔπεστιν αὐτοῦ τῷ βίῳ, ἀλλʼ ἡδύν τε δὴ καὶ ἐλευθέριον καὶ μακάριον καλῶν τὸν βίον τοῦτον χρῆται αὐτῷ διὰ παντός.
他的生活既没有秩序,也没有必然,但他称这种生活是快乐的、自由的和幸福的,并且终生沉溺于其中。
παντάπασιν, ἦ δʼ ὅς, διελήλυθας βίον ἰσονομικοῦ τινος ἀνδρός.
” “完全正确,”他说,“你彻底地描述了一个平等主义者的生活。
οἶμαι δέ γε, ἦν δʼ ἐγώ, καὶ παντοδαπόν τε καὶ πλείστων ἠθῶν μεστόν, καὶ τὸν καλόν τε καὶ ποικίλον, ὥσπερ ἐκείνην τὴν πόλιν, τοῦτον τὸν ἄνδρα εἶναι·
” “而且我认为,”我说,“这个人也是包罗万象、充满了最多样性格的,就像那个城邦一样,既美妙又五彩缤纷;许多男人和许多女人都会羡慕他的生活,因为他自己身上就拥有最多样化的政体和性格的范例。
ὃν πολλοὶ ἂν καὶ πολλαὶ ζηλώσειαν τοῦ βίου, παραδείγματα πολιτειῶν τε καὶ τρόπων πλεῖστα ἐν αὐτῷ ἔχοντα. οὗτος γάρ, ἔφη, ἔστιν.
”“确实,”他说,“他就是这样的人。 ”