§8.559δικαίως δὴ τοῦτο ἐπʼ αὐταῖς ἐροῦμεν, τὸ ἀναγκαῖον.
“那么,在他们的情况中,我们将合理地称这种欲望为‘必要的’。
δικαίως.
”“合理。
τί δέ; ἅς γέ τις ἀπαλλάξειεν ἄν, εἰ μελετῷ ἐκ νέου, καὶ πρὸς οὐδὲν ἀγαθὸν ἐνοῦσαι δρῶσιν, αἱ δὲ καὶ τοὐναντίον, πάσας ταύτας εἰ μὴ ἀναγκαίους φαῖμεν εἶναι, ἆρʼ οὐ καλῶς ἂν λέγοιμεν;
”“而对于那些只要一个人从小训练就能摆脱的、并且在存在时并不带来任何好处、有的甚至带来相反效果的欲望,如果我们称这一切为‘非必要的’,岂不是说得很对吗?
καλῶς μὲν οὖν.
”“确实很对。
προελώμεθα δή τι παράδειγμα ἑκατέρων αἵ εἰσιν, ἵνα τύπῳ λάβωμεν αὐτάς;
”“那么,我们是否应该为这两种欲望各选一些例子,以便在轮廓上把握它们?
οὐκοῦν χρή.
”“确实应该。
ἆρʼ οὖν οὐχ ἡ τοῦ φαγεῖν μέχρι ὑγιείας τε καὶ εὐεξίας καὶ αὐτοῦ σίτου τε καὶ ὄψου ἀναγκαῖος ἂν εἴη;
”“那么,为了健康和好的体魄而饮食的欲望,以及对单纯主食和副食的欲望,难道不是必要的吗?
οἶμαι.
”“我想是的。
ἡ μέν γέ που τοῦ σίτου κατʼ ἀμφότερα ἀναγκαία, ᾗ τε ὠφέλιμος ᾗ τε μὴ παῦσαι ζῶντα δυνατή.
”“对主食的欲望在两方面大概都是必要的:一方面因为它是有益的,另一方面因为它能够维持生命不致终止。
ναί.
”“是的。
ἡ δὲ ὄψου, εἴ πῄ τινα ὠφελίαν πρὸς εὐεξίαν παρέχεται, πάνυ μὲν οὖν.
”“而对副食的欲望,只要它在某种程度上对好的体魄提供一些益处,也是必要的吧? ”“完全如此。
τί δὲ ἡ πέρα τούτων καὶ ἀλλοίων ἐδεσμάτων ἢ τοιούτων ἐπιθυμία, δυνατὴ δὲ κολαζομένη ἐκ νέων καὶ παιδευομένη ἐκ τῶν πολλῶν ἀπαλλάττεσθαι, καὶ βλαβερὰ μὲν σώματι, βλαβερὰ δὲ ψυχῇ πρός τε φρόνησιν καὶ τὸ σωφρονεῖν;
”“但是,超出这些的、对其他种类食物或类似事物的欲望,如果从小受到约束和管教,在大多数情况下是可以摆脱的,而且对身体有害,对灵魂的智慧和节制也有害,难道不应该被正确地称为非必要的吗?
ἆρά γε ὀρθῶς οὐκ ἀναγκαία ἂν καλοῖτο; ὀρθότατα μὲν οὖν.
”“确实最正确不过了。
οὐκοῦν καὶ ἀναλωτικὰς φῶμεν εἶναι ταύτας, ἐκείνας δὲ χρηματιστικὰς διὰ τὸ χρησίμους πρὸς τὰ ἔργα εἶναι;
”“那么,我们是否可以说这些欲望是挥霍的,而另一类则是赚钱的,因为它们对工作有用?
τί μήν;
”“怎么不呢?
οὕτω δὴ καὶ περὶ ἀφροδισίων καὶ τῶν ἄλλων φήσομεν;
”“关于性爱及其他欲望,我们是否也同样这样说?
οὕτω.
”“是的。
ἆρʼ οὖν καὶ ὃν νυνδὴ κηφῆνα ὠνομάζομεν, τοῦτον ἐλέγομεν τὸν τῶν τοιούτων ἡδονῶν καὶ ἐπιθυμιῶν γέμοντα καὶ ἀρχόμενον ὑπὸ τῶν μὴ ἀναγκαίων, τὸν δὲ ὑπὸ τῶν ἀναγκαίων φειδωλόν τε καὶ ὀλιγαρχικόν;
”“那么,我们刚才称为‘雄蜂’的,岂不就是指那个充满了此类快乐和欲望、并被非必要欲望所统治的人;而那个被必要欲望所统治的人,则是‘省吃俭用’且‘实行寡头制的人’吗?
ἀλλὰ τί μήν;
”“确实如此。
πάλιν τοίνυν, ἦν δʼ ἐγώ, λέγωμεν ὡς ἐξ ὀλιγαρχικοῦ δημοκρατικὸς γίγνεται.
”“那么,我们再来谈谈,”我说,“民主制的人是如何从寡头制的人那里产生的。
φαίνεται δέ μοι τά γε πολλὰ ὧδε γίγνεσθαι.
在我看来,大多数情况下是这样产生的。
πῶς;
”“如何产生的?
ὅταν νέος, τεθραμμένος ὡς νυνδὴ ἐλέγομεν, ἀπαιδεύτως τε καὶ φειδωλῶς, γεύσηται κηφήνων μέλιτος, καὶ συγγένηται αἴθωσι θηρσὶ καὶ δεινοῖς, παντοδαπὰς ἡδονὰς καὶ ποικίλας καὶ παντοίως ἐχούσας δυναμένοις σκευάζειν, ἐνταῦθά που οἴου εἶναι ἀρχὴν αὐτῷ μεταβολῆς ὀλιγαρχικῆς τῆς ἑαυτῷ εἰς δημοκρατικήν.
”“当一个年轻人,像我们刚才所说的那样,在缺乏教育和省吃俭用的环境中长大,尝到了雄蜂的蜜糖,并与那些凶猛可怕的野兽混在一起,而这些野兽能够调制各种五彩缤纷、形形色色的快乐时,就在这里,我想,你可以认为是他内心的寡头制性格向民主制性格转变的开始。
πολλὴ ἀνάγκη, ἔφη.
”“这非常必然,”他说。
ἆρʼ οὖν, ὥσπερ ἡ πόλις μετέβαλλε βοηθησάσης τῷ ἑτέρῳ μέρει συμμαχίας ἔξωθεν, ὁμοίας ὁμοίῳ, οὕτω καὶ ὁ νεανίας μεταβάλλει βοηθοῦντος αὖ εἴδους ἐπιθυμιῶν ἔξωθεν τῷ ἑτέρῳ τῶν παρʼ ἐκείνῳ, συγγενοῦς τε καὶ ὁμοίου;
“那么,正如城邦的改变是因为外部的盟友援助了城邦中的一方,同类相帮一样,年轻人的改变也是因为外部一类与其内心某一部分同源且相似的欲望,反过来援助了他内心的一方,对吗?
παντάπασιν μὲν οὖν.
”“完全正确。
§8.560καὶ ἐὰν μέν γε οἶμαι ἀντιβοηθήσῃ τις τῷ ἐν ἑαυτῷ ὀλιγαρχικῷ συμμαχία, ἤ ποθεν παρὰ τοῦ πατρὸς ἢ καὶ τῶν ἄλλων οἰκείων νουθετούντων τε καὶ κακιζόντων, στάσις δὴ καὶ ἀντίστασις καὶ μάχη ἐν αὐτῷ πρὸς αὑτὸν τότε γίγνεται.
” “我想,如果有什么同盟,无论是来自他的父亲还是来自其他亲戚的劝诫和责备,来援助他内心中的寡头制部分,那么他内心就会产生反对自己的内讧、抗争和战斗。
τί μήν;
”“怎么不呢?
καὶ ποτὲ μὲν οἶμαι τὸ δημοκρατικὸν ὑπεχώρησε τῷ ὀλιγαρχικῷ, καί τινες τῶν ἐπιθυμιῶν αἱ μὲν διεφθάρησαν, αἱ δὲ καὶ ἐξέπεσον, αἰδοῦς τινος ἐγγενομένης ἐν τῇ τοῦ νέου ψυχῇ, καὶ κατεκοσμήθη πάλιν.
”“我想,有时民主制的部分会向寡头制的部分妥协,由于年轻人灵魂中产生了一种羞耻感,某些欲望被消灭了,另一些被驱逐了,秩序重新得以建立。
γίγνεται γὰρ ἐνίοτε, ἔφη.
”“确实有时会这样,”他说。
αὖθις δὲ οἶμαι τῶν ἐκπεσουσῶν ἐπιθυμιῶν ἄλλαι ὑποτρεφόμεναι συγγενεῖς διʼ ἀνεπιστημοσύνην τροφῆς πατρὸς πολλαί τε καὶ ἰσχυραὶ ἐγένοντο.
“但我想,那些被驱逐的欲望中,与其同类的其他欲望又被暗中抚育起来,由于父亲对抚养的无知,它们变得又多又强。
φιλεῖ γοῦν, ἔφη, οὕτω γίγνεσθαι.
”“确实容易这样,”他说。
οὐκοῦν εἵλκυσάν τε πρὸς τὰς αὐτὰς ὁμιλίας, καὶ λάθρᾳ συγγιγνόμεναι πλῆθος ἐνέτεκον.
“于是它们把他拉回到同样的交往中,并在暗中结合,繁衍出大批同类。
τί μήν;
”“怎么不呢?
τελευτῶσαι δὴ οἶμαι κατέλαβον τὴν τοῦ νέου τῆς ψυχῆς ἀκρόπολιν, αἰσθόμεναι κενὴν μαθημάτων τε καὶ ἐπιτηδευμάτων καλῶν καὶ λόγων ἀληθῶν, οἳ δὴ ἄριστοι φρουροί τε καὶ φύλακες ἐν ἀνδρῶν θεοφιλῶν εἰσι διανοίαις.
”“我想,它们最终占领了年轻人灵魂的城堡,发现这里空无学问、美好的追求和真理的话语,而这些正是深受神明喜爱的有德之人心中最好的卫兵和守护者。
καὶ πολύ γʼ, ἔφη.
” “确实非常如此,”他说。
ψευδεῖς δὴ καὶ ἀλαζόνες οἶμαι λόγοι τε καὶ δόξαι ἀντʼ ἐκείνων ἀναδραμόντες κατέσχον τὸν αὐτὸν τόπον τοῦ τοιούτου.
“我想,虚假和傲慢的话语和意见便跑上来代替了它们,占领了这同一个年轻人的同一领地。
σφόδρα γʼ, ἔφη.
”“非常如此,”他说。
ἆρʼ οὖν οὐ πάλιν τε εἰς ἐκείνους τοὺς Λωτοφάγους ἐλθὼν φανερῶς κατοικεῖ, καὶ ἐὰν παρʼ οἰκείων τις βοήθεια τῷ φειδωλῷ αὐτοῦ τῆς ψυχῆς ἀφικνῆται, κλῄσαντες οἱ ἀλαζόνες λόγοι ἐκεῖνοι τὰς τοῦ βασιλικοῦ τείχους ἐν αὐτῷ πύλας οὔτε αὐτὴν τὴν συμμαχίαν παριᾶσιν, οὔτε πρέσβεις πρεσβυτέρων λόγους ἰδιωτῶν εἰσδέχονται, αὐτοί τε κρατοῦσι μαχόμενοι, καὶ τὴν μὲν αἰδῶ ἠλιθιότητα ὀνομάζοντες ὠθοῦσιν ἔξω ἀτίμως φυγάδα, σωφροσύνην δὲ ἀνανδρίαν καλοῦντές τε καὶ προπηλακίζοντες ἐκβάλλουσι, μετριότητα δὲ καὶ κοσμίαν δαπάνην ὡς ἀγροικίαν καὶ ἀνελευθερίαν οὖσαν πείθοντες ὑπερορίζουσι μετὰ πολλῶν καὶ ἀνωφελῶν ἐπιθυμιῶν;
“那么,他岂不是又回到了那些莲食者的国度并公开定居下来? 如果他亲戚的某些援助送到了他灵魂的省吃俭用部分,那些傲慢的话语便会关闭他内心皇家城墙的城门,既不让盟军进入,也不接待年长私人话语的使者;他们自己战斗并夺取统治权,将羞耻称为‘愚蠢’并将其作为不名誉的流亡者驱逐出境,将节制称为‘懦弱’并加以侮辱和排斥,把适度和有秩序的开支说成是‘乡气’和‘小气’,将它们连同许多无益的欲望一起驱逐出境。
σφόδρα γε.
”“确实如此。
τούτων δέ γέ που κενώσαντες καὶ καθήραντες τὴν τοῦ κατεχομένου τε ὑπʼ αὐτῶν καὶ τελουμένου ψυχὴν μεγάλοισι τέλεσι, τὸ μετὰ τοῦτο ἤδη ὕβριν καὶ ἀναρχίαν καὶ ἀσωτίαν καὶ ἀναίδειαν λαμπρὰς μετὰ πολλοῦ χοροῦ κατάγουσιν ἐστεφανωμένας, ἐγκωμιάζοντες καὶ ὑποκοριζόμενοι, ὕβριν μὲν εὐπαιδευσίαν καλοῦντες, ἀναρχίαν δὲ ἐλευθερίαν, ἀσωτίαν δὲ μεγαλοπρέπειαν, ἀναίδειαν δὲ ἀνδρείαν.
”“我想,在将这些东西从被他们占领并正在举行盛大入门仪式的灵魂中清扫和净化干净之后,紧接着他们便带领着傲慢、无政府状态、放荡和无耻,在盛大的合唱中戴着花冠、显赫地归来,赞美并美化它们,将傲慢称为‘有教养’,将无政府状态称为‘自由’,将放荡称为‘慷慨’,将无耻称为‘勇敢’。 ”