Humanitext Reader

柏拉图 · 理想国 §8.551-8.552

寡头政体的确立及其固有的缺陷

第 117 段,共 153 段 · 希腊语

内容简介

苏格拉底和阿德曼托斯讨论了基于财产估价的寡头政体的建立过程及其根本缺陷,包括忽视能力的统治、穷富分裂、军事无能,以及产生被称为“雄蜂”的无产贫民和潜在罪犯。

§8.551τιμωμένου δὴ πλούτου ἐν πόλει καὶ τῶν πλουσίων ἀτιμοτέρα ἀρετή τε καὶ οἱ ἀγαθοί.
“在城邦中,当财富和富人受到推崇时,美德和好人就会受到轻视。
δῆλον.
”“显然如此。
ἀσκεῖται δὴ τὸ ἀεὶ τιμώμενον, ἀμελεῖται δὲ τὸ ἀτιμαζόμενον.
”“人们总是去追求受到推崇的事物,而忽视受到轻视的事物。
οὕτω.
”“确实如此。
ἀντὶ δὴ φιλονίκων καὶ φιλοτίμων ἀνδρῶν φιλοχρηματισταὶ καὶ φιλοχρήματοι τελευτῶντες ἐγένοντο, καὶ τὸν μὲν πλούσιον ἐπαινοῦσίν τε καὶ θαυμάζουσι καὶ εἰς τὰς ἀρχὰς ἄγουσι, τὸν δὲ πένητα ἀτιμάζουσι.
”“因此,人们最终不再是好胜和爱荣誉的人,而变成了爱财和贪财的人。 他们赞美并敬慕富人,让他们担任官职,却轻视穷人。
πάνυ γε.
”“确实。
οὐκοῦν τότε δὴ νόμον τίθενται ὅρον πολιτείας ὀλιγαρχικῆς ταξάμενοι πλῆθος χρημάτων, οὗ μὲν μᾶλλον ὀλιγαρχία, πλέον, οὗ δʼ ἧττον, ἔλαττον, προειπόντες ἀρχῶν μὴ μετέχειν ᾧ ἂν μὴ ᾖ οὐσία εἰς τὸ ταχθὲν τίμημα, ταῦτα δὲ ἢ βίᾳ μεθʼ ὅπλων διαπράττονται, ἢ καὶ πρὸ τούτου φοβήσαντες κατεστήσαντο τὴν τοιαύτην πολιτείαν.
”“那么,他们当时是否通过规定一定的财产数额,作为寡头政制的界限来制定法律? 在寡头政治程度较深的地方,数额就多一些;在程度较浅的地方,数额就少一些。 他们预先宣布,凡是财产达不到规定估价的人,不得参与官职。 他们要么通过武力来实现这些,要么在武力之前通过恐吓来建立这种政制。
ἢ οὐχ οὕτως;
难道不是这样吗?
οὕτω μὲν οὖν.
”“正是如此。
ἡ μὲν δὴ κατάστασις ὡς ἔπος εἰπεῖν αὕτη.
”“那么,可以说,这种体制的建立过程就是这样的。
ναί, ἔφη· ἀλλὰ τίς δὴ ὁ τρόπος τῆς πολιτείας;
”“是的,”他说,“但是这种政制的运作方式究竟是怎样的呢?
καὶ ποῖά ἐστιν ἃ ἔφαμεν αὐτὴν ἁμαρτήματα ἔχειν;
我们说过它有哪些缺点呢?
πρῶτον μέν, ἔφην, τοῦτο αὐτό, ὅρος αὐτῆς οἷός ἐστιν.
”“首先,”我说,“正是这一点,即它的界限本身。
ἄθρει γάρ, εἰ νεῶν οὕτω τις ποιοῖτο κυβερνήτας, ἀπὸ τιμημάτων, τῷ δὲ πένητι, εἰ καὶ κυβερνητικώτερος εἴη, μὴ ἐπιτρέποι— πονηράν, ἦ δʼ ὅς, τὴν ναυτιλίαν αὐτοὺς ναυτίλλεσθαι.
因为你想清,如果有人以财产估价为标准来选拔船只的舵手,而不允许穷人担任,即使穷人更擅长航海——”“那他们就会航行在一次悲惨的航行中。 ”他说。
οὐκοῦν καὶ περὶ ἄλλου οὕτως ὁτουοῦν ἀρχῆς;
“那么,对于任何其他官职来说,不也是这样吗?
οἶμαι ἔγωγε.
”“我想是的。
πλὴν πόλεως;
”“除了城邦之外?
ἦν δʼ ἐγώ· ἢ καὶ πόλεως πέρι;
”我说,“还是说,对城邦也是如此?
πολύ γʼ, ἔφη, μάλιστα, ὅσῳ χαλεπωτάτη καὶ μεγίστη ἡ ἀρχή.
”“尤其是对城邦更是这样,”他说,“因为城邦的管理是最困难也是最重大的。
ἓν μὲν δὴ τοῦτο τοσοῦτον ὀλιγαρχία ἂν ἔχοι ἁμάρτημα.
” “那么,这便是寡头政治所具有的一个如此巨大的缺点。
φαίνεται.
”“看来是这样。
τί δέ;
”“那么,这个缺点又如何呢?
τόδε ἆρά τι τούτου ἔλαττον; τὸ ποῖον;
它是否比上一个更小一些? ”“哪一个?
τὸ μὴ μίαν ἀλλὰ δύο ἀνάγκῃ εἶναι τὴν τοιαύτην πόλιν, τὴν μὲν πενήτων, τὴν δὲ πλουσίων, οἰκοῦντας ἐν τῷ αὐτῷ, ἀεὶ ἐπιβουλεύοντας ἀλλήλοις.
”“那就是这样的城邦必然不是一个,而是两个:一个是穷人的城邦,一个是富人的城邦,他们住在同一个地方,总是互相阴谋对付。
οὐδὲν μὰ Δίʼ, ἔφη, ἔλαττον.
”“凭宙斯起誓,”他说,“绝不比上一个更小。
ἀλλὰ μὴν οὐδὲ τόδε καλόν, τὸ ἀδυνάτους εἶναι ἴσως πόλεμόν τινα πολεμεῖν διὰ τὸ ἀναγκάζεσθαι ἢ χρωμένους τῷ πλήθει ὡπλισμένῳ δεδιέναι μᾶλλον ἢ τοὺς πολεμίους, ἢ μὴ χρωμένους ὡς ἀληθῶς ὀλιγαρχικοὺς φανῆναι ἐν αὐτῷ τῷ μάχεσθαι, καὶ ἅμα χρήματα μὴ ἐθέλειν εἰσφέρειν, ἅτε φιλοχρημάτους.
”“而且,这也不好:由于被迫,他们可能无法进行任何战争,因为在动用武装的大众时,他们害怕大众甚于害怕敌人;而如果不动用大众,在战斗本身中他们就会显得是名副其实的寡头,同时,由于他们爱钱,他们又不乐意出钱。
οὐ καλόν.
”“不好。
§8.552τί δέ;
” “那还有呢?
ὃ πάλαι ἐλοιδοροῦμεν, τὸ πολυπραγμονεῖν γεωργοῦντας καὶ χρηματιζομένους καὶ πολεμοῦντας ἅμα τοὺς αὐτοὺς ἐν τῇ τοιαύτῃ πολιτείᾳ, ἦ δοκεῖ ὀρθῶς ἔχειν;
我们很久以前非难过的,即在这样的政制中,同样的人既耕作、赚钱,又同时打仗,这种多管闲事的做法,看起来正确吗?
οὐδʼ ὁπωστιοῦν.
”“绝不正确。
ὅρα δή, τούτων πάντων τῶν κακῶν εἰ τόδε μέγιστον αὕτη πρώτη παραδέχεται.
”“那么,请看,在所有这些坏事中,这种政制是不是最先接纳了以下这件最大的坏事?
τὸ ποῖον;
”“哪一件?
τὸ ἐξεῖναι πάντα τὰ αὑτοῦ ἀποδόσθαι, καὶ ἄλλῳ κτήσασθαι τὰ τούτου, καὶ ἀποδόμενον οἰκεῖν ἐν τῇ πόλει μηδὲν ὄντα τῶν τῆς πόλεως μερῶν, μήτε χρηματιστὴν μήτε δημιουργὸν μήτε ἱππέα μήτε ὁπλίτην, ἀλλὰ πένητα καὶ ἄπορον κεκλημένον.
”“那就是允许一个人出卖自己所有的财产,也允许另一个人购买他的财产;而在出卖之后,他依然住在城邦里,却不属于城邦的任何组成部分——既不是金商,也不是手艺人,既不是骑兵,也不是重装步兵,而仅仅被称为穷人和无产者。
πρώτη, ἔφη.
” “这确实是第一个这样做的。 ”他说。
οὔκουν διακωλύεταί γε ἐν ταῖς ὀλιγαρχουμέναις τὸ τοιοῦτον· οὐ γὰρ ἂν οἱ μὲν ὑπέρπλουτοι ἦσαν, οἱ δὲ παντάπασι πένητες.
“在那些实行寡头统治的城邦里,这种事情绝不会受到阻止;否则,就不会有一些人富可敌国,而另一些人则一贫如洗了。
ὀρθῶς.
”“对。
τόδε δὲ ἄθρει· ἆρα ὅτε πλούσιος ὢν ἀνήλισκεν ὁ τοιοῦτος, μᾶλλόν τι τότʼ ἦν ὄφελος τῇ πόλει εἰς ἃ νυνδὴ ἐλέγομεν;
”“但请看这一点:当这样的人富有并挥霍财产时,他当时对城邦在我们刚才提到的那些方面是否更有用处?
ἢ ἐδόκει μὲν τῶν ἀρχόντων εἶναι, τῇ δὲ ἀληθείᾳ οὔτε ἄρχων οὔτε ὑπηρέτης ἦν αὐτῆς, ἀλλὰ τῶν ἑτοίμων ἀναλωτής;
或者,他只是看起来属于统治者之列,而实际上既不是城邦的统治者,也不是城邦的仆人,而只是一个现成财富的消耗者?
οὕτως, ἔφη· ἐδόκει, ἦν δὲ οὐδὲν ἄλλο ἢ ἀναλωτής.
” “正是这样,”他说,“他看起来是,但其实除了是一个消耗者之外什么都不是。
βούλει οὖν, ἦν δʼ ἐγώ, φῶμεν αὐτόν, ὡς ἐν κηρίῳ κηφὴν ἐγγίγνεται, σμήνους νόσημα, οὕτω καὶ τὸν τοιοῦτον ἐν οἰκίᾳ κηφῆνα ἐγγίγνεσθαι, νόσημα πόλεως;
”“那么,”我说,“我们是不是可以说他,就像蜂巢里产生雄蜂是蜂群的疾病一样,这样的人在家庭中产生也是作为雄蜂,是城邦的疾病?
πάνυ μὲν οὖν, ἔφη, ὦ Σώκρατες.
”“完全如此,苏格拉底。 ”他说。
οὐκοῦν, ὦ Ἀδείμαντε, τοὺς μὲν πτηνοὺς κηφῆνας πάντας ἀκέντρους ὁ θεὸς πεποίηκεν, τοὺς δὲ πεζοὺς τούτους ἐνίους μὲν αὐτῶν ἀκέντρους, ἐνίους δὲ δεινὰ κέντρα ἔχοντας;
“那么,阿德曼托斯,神是不是让所有长翅膀的雄蜂都没有刺,而这些在地上走的雄蜂中,有些没有刺,有些却有可怕的刺?
καὶ ἐκ μὲν τῶν ἀκέντρων πτωχοὶ πρὸς τὸ γῆρας τελευτῶσιν, ἐκ δὲ τῶν κεκεντρωμένων πάντες ὅσοι κέκληνται κακοῦργοι;
那些没有刺的雄蜂到了老年最终成了乞丐,而那些有刺的,则成了所有被称为罪犯的人?
ἀληθέστατα, ἔφη.
”“极其真实。 ”他说。
δῆλον ἄρα, ἦν δʼ ἐγώ, ἐν πόλει οὗ ἂν ἴδῃς πτωχούς, ὅτι εἰσί που ἐν τούτῳ τῷ τόπῳ ἀποκεκρυμμένοι κλέπται τε καὶ βαλλαντιατόμοι καὶ ἱερόσυλοι καὶ πάντων τῶν τοιούτων κακῶν δημιουργοί.
“那么,显然,”我说,“在任何你能看到乞丐的城邦里,在那个地方的某个角落,一定隐藏着小偷、割包皮的、抢劫神庙的,以及所有这些恶行的制造者。
δῆλον, ἔφη.
”“显然如此。 ”他说。
τί οὖν; ἐν ταῖς ὀλιγαρχουμέναις πόλεσι πτωχοὺς οὐχ ὁρᾷς ἐνόντας;
“那么,在实行寡头统治的城邦里,你难道没有看到乞丐吗?
ὀλίγου γʼ, ἔφη, πάντας τοὺς ἐκτὸς τῶν ἀρχόντων.
”“几乎所有人都是,”他说,“除了统治者以外。
μὴ οὖν οἰόμεθα, ἔφην ἐγώ, καὶ κακούργους πολλοὺς ἐν αὐταῖς εἶναι κέντρα ἔχοντας, οὓς ἐπιμελείᾳ βίᾳ κατέχουσιν αἱ ἀρχαί;
” “那么,”我说,“我们难道不认为其中也有许多有刺的罪犯,被官府用武力小心地压制着吗?
οἰόμεθα μὲν οὖν, ἔφη.
”“我们确实这样认为。 ”他说。
ἆρʼ οὖν οὐ διʼ ἀπαιδευσίαν καὶ κακὴν τροφὴν καὶ κατάστασιν τῆς πολιτείας φήσομεν τοὺς τοιούτους αὐτόθι ἐγγίγνεσθαι;
“那我们是不是要说,这样的人产生于那里的缺乏教育、不良的抚养以及这种政制的体制?
φήσομεν.
”“我们会这样说的。
ἀλλʼ οὖν δὴ τοιαύτη γέ τις ἂν εἴη ἡ ὀλιγαρχουμένη πόλις καὶ τοσαῦτα κακὰ ἔχουσα, ἴσως δὲ καὶ πλείω.
”“不管怎样,实行寡头统治的城邦就是这样,拥有如此多的坏处,甚至可能还要多。
σχεδόν τι, ἔφη.
”“差不多就是这样。 ”他说。

词汇与语法注释

  1. 551aτιμωμένου δὴ πλούτου — 属格绝对结构(genitive absolute),在此处起副词性从句的作用,表示条件(“如果财富受到推崇”)或时间(“当财富受到推崇时”)。
  2. 551cπονηράν, ἦ δʼ ὅς, τὴν ναυτιλίαν αὐτοὺς ναυτίλλεσθαι — 不定词 `ναυτίλλεσθαι` 是“对格加不定词”(accusative with infinitive)结构的一部分,用以补全前句条件句省略的结论部。其中 `ναυτιλίαν` 作同族宾格(cognate accusative),由形容词 `πονηράν` 修饰。
  3. 551dτὸ μὴ μίαν ἀλλὰ δύο ἀνάγκῃ εἶναι τὴν τοιαύτην πόλιν — 带冠词不定词 `τὸ ... εἶναι` 与前文的指示代名词 `τόδε` 构成同位语,用以具体说明该缺点的性质。`τὴν τοιαύτην πόλιν` 为该不定词的对格主语。

引用这一段

柏拉图, 理想国 §8.551-8.552. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:8.551-8.552

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。