Humanitext Reader

柏拉图 · 理想国 §8.553-8.554

寡头式人物的形成与其灵魂特质

第 118 段,共 153 段 · 希腊语

内容简介

苏格拉底和阿德曼托斯讨论了从爱荣誉的人向寡头式的人的转变及其形成过程。他们分析了一个儿子在目睹父亲倒台后,如何放弃荣誉和激情而执着于积累财富,并考察了其灵魂中由于压制欲望而产生的双重性格。

§8.553ἀπειργάσθω δὴ ἡμῖν καὶ αὕτη, ἦν δʼ ἐγώ, ἡ πολιτεία, ἣν ὀλιγαρχίαν καλοῦσιν, ἐκ τιμημάτων ἔχουσα τοὺς ἄρχοντας·
“那么,”我说,“这一个被他们称为寡头政治、由财产估价产生统治者的政制,对我们来说就算完成了。
τὸν δὲ ταύτῃ ὅμοιον μετὰ ταῦτα σκοπῶμεν, ὥς τε γίγνεται οἷός τε γενόμενός ἐστιν.
接下来,我们要考察与它相似的人,他是如何产生,以及产生后是怎样的人。
πάνυ μὲν οὖν, ἔφη.
”“完全同意,”他说。
ἆρʼ οὖν ὧδε μάλιστα εἰς ὀλιγαρχικὸν ἐκ τοῦ τιμοκρατικοῦ ἐκείνου μεταβάλλει;
“那么,他是否主要是以这种方式,从那个爱名誉的人转变为寡头主义者的?
πῶς;
”“如何转变?
ὅταν αὐτοῦ παῖς γενόμενος τὸ μὲν πρῶτον ζηλοῖ τε τὸν πατέρα καὶ τὰ ἐκείνου ἴχνη διώκῃ, ἔπειτα αὐτὸν ἴδῃ ἐξαίφνης πταίσαντα ὥσπερ πρὸς ἕρματι πρὸς τῇ πόλει, καὶ ἐκχέαντα τά τε αὑτοῦ καὶ ἑαυτόν, ἢ στρατηγήσαντα ἤ τινʼ ἄλλην μεγάλην ἀρχὴν ἄρξαντα, εἶτα εἰς δικαστήριον ἐμπεσόντα ὑπὸ συκοφαντῶν ἢ ἀποθανόντα ἢ ἐκπεσόντα ἢ ἀτιμωθέντα καὶ τὴν οὐσίαν ἅπασαν ἀποβαλόντα.
”“当他的儿子出生后,起初崇拜父亲并追随父亲的足迹,但后来突然看到他像撞上暗礁一样在城邦里受挫,倾覆了自己的财产和自身——或者是担任过将军或担任过其他重大官职,然后被诬告者告上法庭,或被处死,或被驱逐,或被剥夺公民权并丧失了全部财产。
εἰκός γʼ, ἔφη.
”“很有可能,”他说。
ἰδὼν δέ γε, ὦ φίλε, ταῦτα καὶ παθὼν καὶ ἀπολέσας τὰ ὄντα, δείσας οἶμαι εὐθὺς ἐπὶ κεφαλὴν ὠθεῖ ἐκ τοῦ θρόνου τοῦ ἐν τῇ ἑαυτοῦ ψυχῇ φιλοτιμίαν τε καὶ τὸ θυμοειδὲς ἐκεῖνο, καὶ ταπεινωθεὶς ὑπὸ πενίας πρὸς χρηματισμὸν τραπόμενος γλίσχρως καὶ κατὰ σμικρὸν φειδόμενος καὶ ἐργαζόμενος χρήματα συλλέγεται.
“我的朋友,看到这些,经历这些,并失去了所有的财产,我想他会立刻感到害怕,倒栽葱地把荣誉心和那个激情部分从他自己灵魂的王座上推下去。 他因贫困而变得卑微,转而从事赚钱,斤斤计较,通过一点一滴的节省和劳作来积累财富。
ἆρʼ οὐκ οἴει τὸν τοιοῦτον τότε εἰς μὲν τὸν θρόνον ἐκεῖνον τὸ ἐπιθυμητικόν τε καὶ φιλοχρήματον ἐγκαθίζειν καὶ μέγαν βασιλέα ποιεῖν ἐν ἑαυτῷ, τιάρας τε καὶ στρεπτοὺς καὶ ἀκινάκας παραζωννύντα;
你难道不认为这样的人当时会在那个王座上安置欲望和爱财的部分,并让它成为他内部的伟大国王,给它配上冠冕、项圈和短剑吗?
ἔγωγʼ, ἔφη.
”“我想是这样,”他说。
τὸ δέ γε οἶμαι λογιστικόν τε καὶ θυμοειδὲς χαμαὶ ἔνθεν καὶ ἔνθεν παρακαθίσας ὑπʼ ἐκείνῳ καὶ καταδουλωσάμενος, τὸ μὲν οὐδὲν ἄλλο ἐᾷ λογίζεσθαι οὐδὲ σκοπεῖν ἀλλʼ ἢ ὁπόθεν ἐξ ἐλαττόνων χρημάτων πλείω ἔσται, τὸ δὲ αὖ θαυμάζειν καὶ τιμᾶν μηδὲν ἄλλο ἢ πλοῦτόν τε καὶ πλουσίους, καὶ φιλοτιμεῖσθαι μηδʼ ἐφʼ ἑνὶ ἄλλῳ ἢ ἐπὶ χρημάτων κτήσει καὶ ἐάν τι ἄλλο εἰς τοῦτο φέρῃ.
“我想,他让理性和激情的部分坐在那个国王脚下的两旁,并奴役它们,一方面不让理性思考或考虑任何其他事情,除了如何用较少的钱赚取更多的钱,另一方面不让激情赞美和崇敬除财富和富人之外的任何事物,也不让它在任何其他事情上争强好胜,除了获取财富和任何能为此做出贡献的事情。
οὐκ ἔστʼ ἄλλη, ἔφη, μεταβολὴ οὕτω ταχεῖά τε καὶ ἰσχυρὰ ἐκ φιλοτίμου νέου εἰς φιλοχρήματον.
”“没有其他转变,”他说,“能如此迅速和强烈地让一个爱荣誉的青年变成爱钱的人。
ἆρʼ οὖν οὗτος, ἦν δʼ ἐγώ, ὀλιγαρχικός ἐστιν;
” “那么这个人,”我说,“就是寡头式的人吗?
ἡ γοῦν μεταβολὴ αὐτοῦ ἐξ ὁμοίου ἀνδρός ἐστι τῇ πολιτείᾳ, ἐξ ἧς ἡ ὀλιγαρχία μετέστη.
”“无论如何,他的转变是从一个类似于产生寡头政治的政制的典型人物开始的。
σκοπῶμεν δὴ εἰ ὅμοιος ἂν εἴη.
那么我们来考察他是否与之相似。
§8.554σκοπῶμεν.
” “我们来考察。
οὐκοῦν πρῶτον μὲν τῷ χρήματα περὶ πλείστου ποιεῖσθαι ὅμοιος ἂν εἴη;
”“那么首先,在把金钱视为最尊贵的东西这一点上,他是不是相似的?
πῶς δʼ οὔ;
”“怎么会不呢?
καὶ μὴν τῷ γε φειδωλὸς εἶναι καὶ ἐργάτης, τὰς ἀναγκαίους ἐπιθυμίας μόνον τῶν παρʼ αὑτῷ ἀποπιμπλάς, τὰ δὲ ἄλλα ἀναλώματα μὴ παρεχόμενος, ἀλλὰ δουλούμενος τὰς ἄλλας ἐπιθυμίας ὡς ματαίους.
”“而且在省吃俭用和勤劳工作这一点上,他只满足自己体内那些必要的欲望,而不提供其他开支,反而把其他欲望当作无用的东西加以奴役。
πάνυ μὲν οὖν.
”“完全如此。
αὐχμηρός γέ τις, ἦν δʼ ἐγώ, ὢν καὶ ἀπὸ παντὸς περιουσίαν ποιούμενος, θησαυροποιὸς ἀνήρ—οὓς δὴ καὶ ἐπαινεῖ τὸ πλῆθος —ἢ οὐχ οὗτος ἂν εἴη ὁ τῇ τοιαύτῃ πολιτείᾳ ὅμοιος;
”“一个有些不修边幅、从一切事物中榨取剩余并积蓄财富的人——大众确实称赞 ――其人,难道他不是与这种政制相似的人吗?
ἐμοὶ γοῦν, ἔφη, δοκεῖ· χρήματα γοῦν μάλιστα ἔντιμα τῇ τε πόλει καὶ παρὰ τῷ τοιούτῳ.
”“在我看来,”他说,“确实如此;无论如何,金钱在城邦中以及在这样的人那里,都受到最高的推崇。
οὐ γὰρ οἶμαι, ἦν δʼ ἐγώ, παιδείᾳ ὁ τοιοῦτος προσέσχηκεν.
”“因为我认为,”我说,“这样的人并没有关注教育。
οὐ δοκῶ, ἔφη· οὐ γὰρ ἂν τυφλὸν ἡγεμόνα τοῦ χοροῦ ἐστήσατο καὶ ἐτίμα μάλιστα.
”“我看没有,”他说,“否则他不会设立一个瞎眼的领唱者并给予他最高的崇敬。
εὖ, ἦν δʼ ἐγώ.
”“很好,”我说。
τόδε δὲ σκόπει· κηφηνώδεις ἐπιθυμίας ἐν αὐτῷ διὰ τὴν ἀπαιδευσίαν μὴ φῶμεν ἐγγίγνεσθαι, τὰς μὲν πτωχικάς, τὰς δὲ κακούργους, κατεχομένας βίᾳ ὑπὸ τῆς ἄλλης ἐπιμελείας;
“那么请看这点:由于缺乏教育,我们难道不该说他体内产生了雄蜂般的欲望,一些像乞丐,另一些像罪犯,被他其他的注意用武力压制着吗?
καὶ μάλʼ, ἔφη.
”“非常对,”他说。
οἶσθʼ οὖν, εἶπον, οἷ ἀποβλέψας κατόψει αὐτῶν τὰς κακουργίας;
“那么,”我说,“你知道朝哪里看才能看清他们的犯罪行为吗?
ποῖ;
”“朝哪里?
ἔφη.
”他说。
εἰς τὰς τῶν ὀρφανῶν ἐπιτροπεύσεις, καὶ εἴ πού τι αὐτοῖς τοιοῦτον συμβαίνει, ὥστε πολλῆς ἐξουσίας λαβέσθαι τοῦ ἀδικεῖν.
“朝向对孤儿的监护,以及如果他们遇到类似的事情,以至于获得了极大的作恶权力。
ἀληθῆ.
”“真实。
ἆρʼ οὖν οὐ τούτῳ δῆλον ὅτι ἐν τοῖς ἄλλοις συμβολαίοις ὁ τοιοῦτος, ἐν οἷς εὐδοκιμεῖ δοκῶν δίκαιος εἶναι, ἐπιεικεῖ τινὶ ἑαυτοῦ βίᾳ κατέχει ἄλλας κακὰς ἐπιθυμίας ἐνούσας, οὐ πείθων ὅτι οὐκ ἄμεινον, οὐδʼ ἡμερῶν λόγῳ, ἀλλʼ ἀνάγκῃ καὶ φόβῳ, περὶ τῆς ἄλλης οὐσίας τρέμων;
”“那么,通过这一点,难道不明显吗? 在其他契约中,当这样的人因显得公正而享有声誉时,他是以某种体面的力量强行压制着体内存在的其他恶欲,不是说服它们不这样做更好,也不是用理性的言辞来驯服它们,而是通过必要性和恐惧,因为害怕失去其他财产而战战兢兢?
καὶ πάνυ γʼ, ἔφη.
”“非常确实,”他说。
καὶ νὴ Δία, ἦν δʼ ἐγώ, ὦ φίλε, τοῖς πολλοῖς γε αὐτῶν ἐνευρήσεις, ὅταν δέῃ τἀλλότρια ἀναλίσκειν, τὰς τοῦ κηφῆνος συγγενεῖς ἐνούσας ἐπιθυμίας.
“凭宙斯起誓,我的朋友,”我说,“在他们大多数人中,当需要消耗别人的财产时,你就会发现其中存在着雄蜂同类的欲望。
καὶ μάλα, ἦ δʼ ὅς, σφόδρα.
”“确实,非常强烈。 ”他说。
οὐκ ἄρʼ ἂν εἴη ἀστασίαστος ὁ τοιοῦτος ἐν ἑαυτῷ, οὐδὲ εἷς ἀλλὰ διπλοῦς τις, ἐπιθυμίας δὲ ἐπιθυμιῶν ὡς τὸ πολὺ κρατούσας ἂν ἔχοι βελτίους χειρόνων.
“因此,这样的人在自身内部不会是没有冲突的,也不是单一的,而是双重的人,尽管他的欲望在大多数情况下是较好的统治着较坏的。
ἔστιν οὕτω.
”“正是如此。
διὰ ταῦτα δὴ οἶμαι εὐσχημονέστερος ἂν πολλῶν ὁ τοιοῦτος εἴη· ὁμονοητικῆς δὲ καὶ ἡρμοσμένης τῆς ψυχῆς ἀληθὴς ἀρετὴ πόρρω ποι ἐκφεύγοι ἂν αὐτόν.
”“正因为这些,我想,这样的人会比许多人显得更有体面;但一个和谐与协调的灵魂的真实美德,却会远远地离他而去。
δοκεῖ μοι.
”“对我来说也是这样。 ”

词汇与语法注释

  1. 553bπταίσαντα ὥσπερ πρὸς ἕρματι πρὸς τῇ πόλει — 分词 πταίσαντα(受挫、触礁)同时受到两个介词短语的修饰:比喻性的 ὥσπερ πρὸς ἕρματι(仿佛撞上暗礁)与具象的 πρὸς τῇ πόλει(在城邦中/对城邦触礁)。动词 πταίω 接 πρὸς 和与格表示“碰撞”或“失败”,在此将政治上的倒台比作航海中的触礁。
  2. 553cπαραζωννύντα — 这是一个宾格现在分词,修饰 τὸν τοιοῦτον。后者是“宾格加不定式”(A.C.I.)结构中不定式 ἐγκαθίζειν 和 ποιεῖν 的逻辑主语。它描述了给被拟人化为“伟大国王”的灵魂欲望部分“配上”波斯君王装束(冠冕、项圈和短剑)的动作。
  3. 554aτῷ χρήματα περὶ πλείστου ποιεῖσθαι — 这是冠词定格不定式(τῷ ... ποιεῖσθαι)的与格形式,用作表示关联或原因的与格,解释了该人在何种方面(“通过将金钱视为最珍贵之物”)会与寡头政制相似(ὅμοιος ἂν εἴη)。
  4. 554dοὐ πείθων ὅτι οὐκ ἄμεινον — 在 οὐκ ἄμεινον(并非更好)之后省略了非人称系动词(如 ἐστί),由 ὅτι 引导的从句作为 πείθων(说服)的宾语,意为“说服它们(满足这些恶欲)并非更好”。这强调了他的自我克制并非通过理性的说服(λόγῳ),而是源于必要与恐惧(ἀνάγκῃ καὶ φόβῳ)。

引用这一段

柏拉图, 理想国 §8.553-8.554. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:8.553-8.554

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。