Humanitext Reader

柏拉图 · 理想国 §8.547-8.548

向荣誉政制的转变与统治者特征

第 115 段,共 153 段 · 希腊语

内容简介

通过统治阶层中因金属混合而产生内讧的过程,阐述了贵族政治向中间政制(荣誉政治)的过渡,并刻画了荣誉政制统治者既重视荣誉和战争、又暗中贪图财富的性格特征。

§8.547ὁμοῦ δὲ μιγέντος σιδηροῦ ἀργυρῷ καὶ χαλκοῦ χρυσῷ ἀνομοιότης ἐγγενήσεται καὶ ἀνωμαλία ἀνάρμοστος, ἃ γενόμενα, οὗ ἂν ἐγγένηται, ἀεὶ τίκτει πόλεμον καὶ ἔχθραν.
当铁与银混合、铜与金混合时,就会产生不均匀和不协调的无序,这些东西一旦产生,无论在何处产生,都会不断引发战争和敌意。
"ταύτης τοι γενεῆς" χρὴ φάναι εἶναι στάσιν, ὅπου ἂν γίγνηται ἀεί.
应当说,“这一代人”就是内讧的温床,无论它在何处不断发生。
καὶ ὀρθῶς γʼ, ἔφη, αὐτὰς ἀποκρίνεσθαι φήσομεν.
“而且我们要说,她们回答得很正确,”他说。
καὶ γάρ, ἦν δʼ ἐγώ, ἀνάγκη μούσας γε οὔσας.
“当然,”我说,“因为她们毕竟是缪斯女神。
τί οὖν, ἦ δʼ ὅς, τὸ μετὰ τοῦτο λέγουσιν αἱ Μοῦσαι;
” “那么,”他说,“在这之后,缪斯女神们又说了什么呢?
στάσεως, ἦν δʼ ἐγώ, γενομένης εἱλκέτην ἄρα ἑκατέρω τὼ γένει, τὸ μὲν σιδηροῦν καὶ χαλκοῦν ἐπὶ χρηματισμὸν καὶ γῆς κτῆσιν καὶ οἰκίας χρυσίου τε καὶ ἀργύρου, τὼ δʼ αὖ, τὸ χρυσοῦν τε καὶ ἀργυροῦν, ἅτε οὐ πενομένω ἀλλὰ φύσει ὄντε πλουσίω, τὰς ψυχὰς ἐπὶ τὴν ἀρετὴν καὶ τὴν ἀρχαίαν κατάστασιν ἠγέτην·
”“当内讧产生时,”我说,“这两个族群便各向一处拉扯:铁和铜的族群倒向赚钱、占有土地、房屋以及金银;而另外两个,即金和银的族群,因为并不贫穷而是天生富有,则将灵魂引导向美德和古老的秩序。
βιαζομένων δὲ καὶ ἀντιτεινόντων ἀλλήλοις, εἰς μέσον ὡμολόγησαν γῆν μὲν καὶ οἰκίας κατανειμαμένους ἰδιώσασθαι, τοὺς δὲ πρὶν φυλαττομένους ὑπʼ αὐτῶν ὡς ἐλευθέρους φίλους τε καὶ τροφέας, δουλωσάμενοι τότε περιοίκους τε καὶ οἰκέτας ἔχοντες, αὐτοὶ πολέμου τε καὶ φυλακῆς αὐτῶν ἐπιμελεῖσθαι.
在他们互相争斗和相持不下之际,他们达成了折中协议:分配土地和房屋,将其私有化,而将以前被他们作为自由的朋友和抚养者加以守护的人民,此时则加以奴役,作为周边居民和仆役对待,他们自己则负责战争和对这些人的守卫。
δοκεῖ μοι, ἔφη, αὕτη ἡ μετάβασις ἐντεῦθεν γίγνεσθαι.
”“在我看来,”他说,“这一转变确实是这样发生的。
οὐκοῦν, ἦν δʼ ἐγώ, ἐν μέσῳ τις ἂν εἴη ἀριστοκρατίας τε καὶ ὀλιγαρχίας αὕτη ἡ πολιτεία;
”“那么,”我说,“这一政制不就处于贵族政治和寡头政治之间吗?
πάνυ μὲν οὖν.
”“完全如此。
μεταβήσεται μὲν δὴ οὕτω· μεταβᾶσα δὲ πῶς οἰκήσει;
”“它确实会这样转变;但在转变之后,它将如何运作呢?
ἢ φανερὸν ὅτι τὰ μὲν μιμήσεται τὴν προτέραν πολιτείαν, τὰ δὲ τὴν ὀλιγαρχίαν, ἅτʼ ἐν μέσῳ οὖσα, τὸ δέ τι καὶ αὑτῆς ἕξει ἴδιον;
或者很显然,由于它处于中间,它在某些方面会模仿前一种政制,在另一些方面会模仿寡头政治,同时也会有一些它自己的独特性质?
οὕτως, ἔφη.
”“正是这样,”他说。
οὐκοῦν τῷ μὲν τιμᾶν τοὺς ἄρχοντας καὶ γεωργιῶν ἀπέχεσθαι τὸ προπολεμοῦν αὐτῆς καὶ χειροτεχνιῶν καὶ τοῦ ἄλλου χρηματισμοῦ, συσσίτια δὲ κατεσκευάσθαι καὶ γυμναστικῆς τε καὶ τῆς τοῦ πολέμου ἀγωνίας ἐπιμελεῖσθαι, πᾶσι τοῖς τοιούτοις τὴν προτέραν μιμήσεται;
“那么,在敬重统治者、其战斗阶级不从事农业、手工业和其他赚钱行业,以及设立公共食堂、专注于体育和战争训练方面,在所有这些事情上,它不都是在模仿前一种政制吗?
ναί.
”“是的。
τῷ δέ γε φοβεῖσθαι τοὺς σοφοὺς ἐπὶ τὰς ἀρχὰς ἄγειν, ἅτε οὐκέτι κεκτημένην ἁπλοῦς τε καὶ ἀτενεῖς τοὺς τοιούτους ἄνδρας ἀλλὰ μεικτούς, ἐπὶ δὲ θυμοειδεῖς τε καὶ ἁπλουστέρους ἀποκλίνειν, τοὺς πρὸς πόλεμον μᾶλλον πεφυκότας ἢ πρὸς εἰρήνην, καὶ τοὺς περὶ ταῦτα δόλους τε καὶ μηχανὰς ἐντίμως ἔχειν, καὶ πολεμοῦσα τὸν ἀεὶ χρόνον διάγειν, αὐτὴ ἑαυτῆς αὖ τὰ πολλὰ τῶν τοιούτων ἴδια ἕξει;
” “但在害怕让智者掌握权力方面(因为由于它不再拥有单纯和坚定的这种人,而是拥有混合的人),它倾向于那些具有气概且更为单纯的人,即天生更适合战争而非和平的人,并且重视与战争相关的诡计和策略,且始终处于战争状态中——在这些事情上,它自身不就会有很多类似的独特性质吗?
§8.548ναί.
” “是的。
ἐπιθυμηταὶ δέ γε, ἦν δʼ ἐγώ, χρημάτων οἱ τοιοῦτοι ἔσονται, ὥσπερ οἱ ἐν ταῖς ὀλιγαρχίαις, καὶ τιμῶντες ἀγρίως ὑπὸ σκότου χρυσόν τε καὶ ἄργυρον, ἅτε κεκτημένοι ταμιεῖα καὶ οἰκείους θησαυρούς, οἷ θέμενοι ἂν αὐτὰ κρύψειαν, καὶ αὖ περιβόλους οἰκήσεων, ἀτεχνῶς νεοττιὰς ἰδίας, ἐν αἷς ἀναλίσκοντες γυναιξί τε καὶ οἷς ἐθέλοιεν ἄλλοις πολλὰ ἂν δαπανῷντο.
”“而且,”我说,“这样的人会渴望金钱,就像寡头政治中的人一样,他们会在黑暗中狂热地敬重金和银,因为他们拥有私人的储藏室和金库,可以将它们藏在里面,此外他们还拥有住宅的围墙,简直就是私人的巢穴,在其中他们为妻子和他们所喜欢的其他人肆意挥霍,会耗费大量钱财。
ἀληθέστατα, ἔφη.
”“极其真实,”他说。
οὐκοῦν καὶ φειδωλοὶ χρημάτων, ἅτε τιμῶντες καὶ οὐ φανερῶς κτώμενοι, φιλαναλωταὶ δὲ ἀλλοτρίων διʼ ἐπιθυμίαν, καὶ λάθρᾳ τὰς ἡδονὰς καρπούμενοι, ὥσπερ παῖδες πατέρα τὸν νόμον ἀποδιδράσκοντες, οὐχ ὑπὸ πειθοῦς ἀλλʼ ὑπὸ βίας πεπαιδευμένοι διὰ τὸ τῆς ἀληθινῆς Μούσης τῆς μετὰ λόγων τε καὶ φιλοσοφίας ἠμεληκέναι καὶ πρεσβυτέρως γυμναστικὴν μουσικῆς τετιμηκέναι.
“因此他们对自己的钱财也是吝啬的,因为他们敬重它且不公开获取,但由于欲望,他们又喜欢挥霍别人的钱,并秘密地享受快乐,就像孩子逃避父亲一样逃避法律。 他们不是通过说服而是通过强力受到教育的,因为他们忽视了伴随着理性和哲学的那位真正的缪斯,而把体育看得比音乐文雅更重要。
παντάπασιν, ἔφη, λέγεις μεμειγμένην πολιτείαν ἐκ κακοῦ τε καὶ ἀγαθοῦ.
”“完全如此,”他说,“你所说的确实是一个恶与善混合在一起的政制。
μέμεικται γάρ, ἦν δʼ ἐγώ· διαφανέστατον δʼ ἐν αὐτῇ ἐστὶν ἕν τι μόνον ὑπὸ τοῦ θυμοειδοῦς κρατοῦντος, φιλονικίαι καὶ φιλοτιμίαι.
”“因为它的确是混合的,”我说,“但在其中仅有一点由于气概的统治而最显而易见,那就是爱胜和爱荣誉。
σφόδρα γε, ἦ δʼ ὅς.
”“确实非常明显,”他说。
οὐκοῦν, ἦν δʼ ἐγώ, αὕτη μὲν ἡ πολιτεία οὕτω γεγονυῖα καὶ τοιαύτη ἄν τις εἴη, ὡς λόγῳ σχῆμα πολιτείας ὑπογράψαντα μὴ ἀκριβῶς ἀπεργάσασθαι διὰ τὸ ἐξαρκεῖν μὲν ἰδεῖν καὶ ἐκ τῆς ὑπογραφῆς τόν τε δικαιότατον καὶ τὸν ἀδικώτατον, ἀμήχανον δὲ μήκει ἔργον εἶναι πάσας μὲν πολιτείας, πάντα δὲ ἤθη μηδὲν παραλιπόντα διελθεῖν.
“那么,”我说,“这一政制这样产生并成为如此性质,就好像在言辞中勾画出政制的轮廓,而没有精确地完成它,因为仅仅从轮廓中就足以看清最正义和最不正义的人,而若要毫无遗漏地讨论所有的政制和所有的性格,将是一项冗长得令人无法应付的工作。
καὶ ὀρθῶς, ἔφη.
”“说得对,”他说。
τίς οὖν ὁ κατὰ ταύτην τὴν πολιτείαν ἀνήρ;
“那么,与这一政制相对应的人是谁?
πῶς τε γενόμενος ποῖός τέ τις ὤν;
他是如何产生的,又是什么样的人?
οἶμαι μέν, ἔφη ὁ Ἀδείμαντος, ἐγγύς τι αὐτὸν Γλαύκωνος τουτουὶ τείνειν ἕνεκά γε φιλονικίας.
”“我认为,”阿德曼托斯说,“至少在爱胜这方面,他相当接近于这里的葛劳孔。
ἴσως, ἦν δʼ ἐγώ, τοῦτό γε· ἀλλά μοι δοκεῖ τάδε οὐ κατὰ τοῦτον πεφυκέναι.
” “也许,”我说,“在这一点上是这样;但我认为,在以下这些方面,他的天性并不像他。
τὰ ποῖα;
”“在哪些方面? ”

词汇与语法注释

  1. 547aταύτης τοι γενεῆς — 模仿霍美罗斯《伊利亚特》(第6卷第211行等)中著名诗句“ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι”(我自豪地宣称自己属于这一血统)的戏仿性引用。属格 `ταύτης ... γενεῆς` 表示来源或归属,意为“内讧正是源于或属于这一代(这种血统)”。
  2. 547bεἱλκέτην — 动词 `ἕλκω` 的直说法语气未完成过去时双数第三人称形式。主语是双数名词短语 `ἑκατέρω τὼ γένει`(这两个族群,即“铁与铜”和“金与银”),使用双数生动地表现了这两个集团朝相反方向互相拉扯的对立状态。随后的动词 `ἠγέτην`(`ἄγω` 的双数第三人称形式)也具有同样的对应结构。
  3. 547bβιαζομένων δὲ καὶ ἀντιτεινόντων — 未明确写出主语的属格绝对结构(分词短语)。其逻辑主语是紧接在前文出现的两个集团(`ἑκατέρω τὼ γένει`)。译作“在他们互相争执和抗衡的时候”,表现了从内讧对立走向妥协的过渡背景。
  4. 548bπρεσβυτέρως — 比较级副词。在此并非指“更古老”,而是指“更优先”、“更重地”。比较的对象 `μουσικῆς`(音乐/文雅)采用属格形式,表示他们将 `γυμναστικήν`(体育)置于文雅之上而更加予以重视。

引用这一段

柏拉图, 理想国 §8.547-8.548. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:8.547-8.548

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。