§8.543εἶεν·
“好吧。
ταῦτα μὲν δὴ ὡμολόγηται, ὦ Γλαύκων, τῇ μελλούσῃ ἄκρως οἰκεῖν πόλει κοινὰς μὲν γυναῖκας, κοινοὺς δὲ παῖδας εἶναι καὶ πᾶσαν παιδείαν, ὡσαύτως δὲ τὰ ἐπιτηδεύματα κοινὰ ἐν πολέμῳ τε καὶ εἰρήνῃ, βασιλέας δὲ αὐτῶν εἶναι τοὺς ἐν φιλοσοφίᾳ τε καὶ πρὸς τὸν πόλεμον γεγονότας ἀρίστους.
葛劳孔,对于一个将要治理得最完美的城邦来说,以下这些事情已经达成了共识:妇女共有、儿童共有、全部教育亦然,同样地,在战争中和和平时期的各种活动也是共有的,并且他们之中在哲学和军事上被证明最优秀的人将成为他们的国王。
ὡμολόγηται, ἔφη.
” “已经达成共识了,”他说。
καὶ μὴν καὶ τάδε συνεχωρήσαμεν, ὡς, ὅταν δὴ καταστῶσιν οἱ ἄρχοντες, ἄγοντες τοὺς στρατιώτας κατοικιοῦσιν εἰς οἰκήσεις οἵας προείπομεν, ἴδιον μὲν οὐδὲν οὐδενὶ ἐχούσας, κοινὰς δὲ πᾶσι·
“而且,我们也曾同意,一旦统治者们确立起来,他们将带领士兵们,安置在如我们先前所说的那些住宅中,没有任何人拥有私产,而是所有人共有。
πρὸς δὲ ταῖς τοιαύταις οἰκήσεσι, καὶ τὰς κτήσεις, εἰ μνημονεύεις, διωμολογησάμεθά που οἷαι ἔσονται αὐτοῖς.
除了这样的住宅之外,如果你还记得的话,我们大概也一致同意了他们的财产将是怎样的。
ἀλλὰ μνημονεύω, ἔφη, ὅτι γε οὐδὲν οὐδένα ᾠόμεθα δεῖν κεκτῆσθαι ὧν νῦν οἱ ἄλλοι, ὥσπερ δὲ ἀθλητάς τε πολέμου καὶ φύλακας, μισθὸν τῆς φυλακῆς δεχομένους εἰς ἐνιαυτὸν τὴν εἰς ταῦτα τροφὴν παρὰ τῶν ἄλλων, αὑτῶν τε δεῖν καὶ τῆς ἄλλης πόλεως ἐπιμελεῖσθαι.
” “但我确实记得,”他说,“我们当时认为谁也不应该拥有现在其他人所拥有的那些财产,而是要像战争的运动员和守护者一样,接受其他人的供养作为一年守护的报酬,他们必须照顾他们自己和城邦的其余部分。
ὀρθῶς, ἔφην, λέγεις.
” “你说得对,”我说。
ἀλλʼ ἄγʼ, ἐπειδὴ τοῦτʼ ἀπετελέσαμεν, ἀναμνησθῶμεν πόθεν δεῦρο ἐξετραπόμεθα, ἵνα πάλιν τὴν αὐτὴν ἴωμεν.
“但是来吧,既然我们已经完成了这件事,让我们回想一下我们是从哪里拐到这里来的,以便我们能够重新走上同一条路。
οὐ χαλεπόν, ἔφη.
” “这并不难,”他说。
σχεδὸν γάρ, καθάπερ νῦν, ὡς διεληλυθὼς περὶ τῆς πόλεως τοὺς λόγους ἐποιοῦ, λέγων ὡς ἀγαθὴν μὲν τὴν τοιαύτην, οἵαν τότε διῆλθες, τιθείης πόλιν, καὶ ἄνδρα τὸν ἐκείνῃ ὅμοιον, καὶ ταῦτα, ὡς ἔοικας, καλλίω ἔτι ἔχων εἰπεῖν πόλιν τε καὶ ἄνδρα.
“因为差不多就像现在这样,你当时正在讨论,仿佛你已经阐述完了关于城邦的事情,说你将把当时所描述的那种城邦定为好的城邦,同时也把与它相似的人定为好的,而且,你似乎还有着更为美丽的城邦和人可以去说。
§8.544ἀλλʼ οὖν δὴ τὰς ἄλλας ἡμαρτημένας ἔλεγες, εἰ αὕτη ὀρθή.
” “但无论如何,你说过如果这一个是正确的,其他的就是错误的。
τῶν δὲ λοιπῶν πολιτειῶν ἔφησθα, ὡς μνημονεύω, τέτταρα εἴδη εἶναι, ὧν καὶ πέρι λόγον ἄξιον εἴη ἔχειν καὶ ἰδεῖν αὐτῶν τὰ ἁμαρτήματα καὶ τοὺς ἐκείναις αὖ ὁμοίους, ἵνα πάντας αὐτοὺς ἰδόντες, καὶ ὁμολογησάμενοι τὸν ἄριστον καὶ τὸν κάκιστον ἄνδρα, ἐπισκεψαίμεθα εἰ ὁ ἄριστος εὐδαιμονέστατος καὶ ὁ κάκιστος ἀθλιώτατος, ἢ ἄλλως ἔχοι·
而在剩下的政制中,据我记忆,你说过有四种类型,对于这些类型也有必要进行讨论,并看出它们的错误以及与它们相似的人,以便我们在看清了所有人、并就最好的人和最坏的人达成共识之后,能够考察最好的人是否最幸福,而最坏的人是否最痛苦,或者情况是否相反。
καὶ ἐμοῦ ἐρομένου τίνας λέγοις τὰς τέτταρας πολιτείας, ἐν τούτῳ ὑπέλαβε Πολέμαρχός τε καὶ Ἀδείμαντος, καὶ οὕτω δὴ σὺ ἀναλαβὼν τὸν λόγον δεῦρʼ ἀφῖξαι.
而当我询问你所说的四种政制是指哪些时,就在这时玻勒马霍斯和阿底曼托斯打断了,你就这样重新接起话题,并来到了这里。
ὀρθότατα, εἶπον, ἐμνημόνευσας.
” “你记得非常准确,”我说。
πάλιν τοίνυν, ὥσπερ παλαιστής, τὴν αὐτὴν λαβὴν πάρεχε, καὶ τὸ αὐτὸ ἐμοῦ ἐρομένου πειρῶ εἰπεῖν ἅπερ τότε ἔμελλες λέγειν.
“那么,就像一个摔跤手一样,请再次提供同样的把手,当我也问同样的问题时,试着说出你当时打算说的话。
ἐάνπερ, ἦν δʼ ἐγώ, δύνωμαι.
” “只要我能做到,”我说。
καὶ μήν, ἦ δʼ ὅς, ἐπιθυμῶ γε καὶ αὐτὸς ἀκοῦσαι τίνας ἔλεγες τὰς τέτταρας πολιτείας.
“而且,”他说,“我自己也非常想听听你所说的四种政制是指哪些。
οὐ χαλεπῶς, ἦν δʼ ἐγώ, ἀκούσῃ.
” “你会毫不困难地听到,”我说。
εἰσὶ γὰρ ἃς λέγω, αἵπερ καὶ ὀνόματα ἔχουσιν, ἥ τε ὑπὸ τῶν πολλῶν ἐπαινουμένη, ἡ Κρητική τε καὶ Λακωνικὴ αὕτη· καὶ δευτέρα καὶ δευτέρως ἐπαινουμένη, καλουμένη δʼ ὀλιγαρχία, συχνῶν γέμουσα κακῶν πολιτεία· ἥ τε ταύτῃ διάφορος καὶ ἐφεξῆς γιγνομένη δημοκρατία, καὶ ἡ γενναία δὴ τυραννὶς καὶ πασῶν τούτων διαφέρουσα, τέταρτόν τε καὶ ἔσχατον πόλεως νόσημα.
“因为我所说的那些甚至拥有名字:被大众称赞的这一克里特和拉栖代梦政制是第一种;第二种,也是在第二等上被称赞的,被称为寡头政治,是一个充满了许多邪恶的政制;与之不同且紧随其后产生的民主政治;以及那著名的僭主政治,它与所有这些都不同,是城邦的第四个也是最后一个疾病。
ἤ τινα ἄλλην ἔχεις ἰδέαν πολιτείας, ἥτις καὶ ἐν εἴδει διαφανεῖ τινι κεῖται;
或者你还有其他某种政制的类型,它处于某种明显的类别之中吗?
δυναστεῖαι γὰρ καὶ ὠνηταὶ βασιλεῖαι καὶ τοιαῦταί τινες πολιτεῖαι μεταξύ τι τούτων πού εἰσιν, εὕροι δʼ ἄν τις αὐτὰς οὐκ ἐλάττους περὶ τοὺς βαρβάρους ἢ τοὺς Ἕλληνας.
” “因为世袭寡头政治、买卖得到的王政以及诸如此类的政制大概是介于这些之间的,在蛮族人那里发现的这类政制想必绝不比在希腊人那里少。
πολλαὶ γοῦν καὶ ἄτοποι, ἔφη, λέγονται.
” “总之,人们说起过许多奇特的事物,”他说。
οἶσθʼ οὖν, ἦν δʼ ἐγώ, ὅτι καὶ ἀνθρώπων εἴδη τοσαῦτα ἀνάγκη τρόπων εἶναι, ὅσαπερ καὶ πολιτειῶν;
“那么,你是否知道,”我说,“人类性格的类型也必然与政制的数量一样多?
ἢ οἴει ἐκ δρυός ποθεν ἢ ἐκ πέτρας τὰς πολιτείας γίγνεσθαι, ἀλλʼ οὐχὶ ἐκ τῶν ἠθῶν τῶν ἐν ταῖς πόλεσιν, ἃ ἂν ὥσπερ ῥέψαντα τἆλλα ἐφελκύσηται;
或者你以为政制是产生于某处的橡树或岩石,而不是产生于城邦中的道德性格——这些性格就像倾斜的天秤一样,把其他一切都吸引到自己这边?
οὐδαμῶς ἔγωγʼ, ἔφη, ἄλλοθεν ἢ ἐντεῦθεν.
” “绝对不是来自其他地方,只能是来自那里,”他说。
οὐκοῦν εἰ τὰ τῶν πόλεων πέντε, καὶ αἱ τῶν ἰδιωτῶν κατασκευαὶ τῆς ψυχῆς πέντε ἂν εἶεν.
“因此,如果城邦的类型是五种,那么个人灵魂的结构也应该是五种。
τί μήν;
” “当然,不然还能怎样?
τὸν μὲν δὴ τῇ ἀριστοκρατίᾳ ὅμοιον διεληλύθαμεν ἤδη, ὃν ἀγαθόν τε καὶ δίκαιον ὀρθῶς φαμεν εἶναι.
” “那么,与贵族政治(最善者统治)相似的那个人,我们已经讨论过了,我们正确地称他为善的和正义的。 ”