§7.540ἀμέλει, εἶπον, πέντε θές.
“没关系,”我说,“就算作五年吧。
μετὰ γὰρ τοῦτο καταβιβαστέοι ἔσονταί σοι εἰς τὸ σπήλαιον πάλιν ἐκεῖνο, καὶ ἀναγκαστέοι ἄρχειν τά τε περὶ τὸν πόλεμον καὶ ὅσαι νέων ἀρχαί, ἵνα μηδʼ ἐμπειρίᾳ ὑστερῶσι τῶν ἄλλων·
因为在这之后,你必须把他们再次带下到那个洞穴中去,并且强迫他们掌管军事以及一切属于年轻人的官职,免得他们在经验上落后于其他人。
καὶ ἔτι καὶ ἐν τούτοις βασανιστέοι εἰ ἐμμενοῦσιν ἑλκόμενοι πανταχόσε ἤ τι καὶ παρακινήσουσι.
而且,即使在这些事情中,也必须对他们进行考验,看他们被拉向四面八方时是否仍能坚守,或者是否会发生动摇。
χρόνον δέ, ἦ δʼ ὅς, πόσον τοῦτον τιθεῖς;
” “那这个期限,”他说,“你定为多久呢?
πεντεκαίδεκα ἔτη, ἦν δʼ ἐγώ.
” “十五年,”我说。
γενομένων δὲ πεντηκοντουτῶν τοὺς διασωθέντας καὶ ἀριστεύσαντας πάντα πάντῃ ἐν ἔργοις τε καὶ ἐπιστήμαις πρὸς τέλος ἤδη ἀκτέον, καὶ ἀναγκαστέον ἀνακλίναντας τὴν τῆς ψυχῆς αὐγὴν εἰς αὐτὸ ἀποβλέψαι τὸ πᾶσι φῶς παρέχον, καὶ ἰδόντας τὸ ἀγαθὸν αὐτό, παραδείγματι χρωμένους ἐκείνῳ, καὶ πόλιν καὶ ἰδιώτας καὶ ἑαυτοὺς κοσμεῖν τὸν ἐπίλοιπον βίον ἐν μέρει ἑκάστους, τὸ μὲν πολὺ πρὸς φιλοσοφίᾳ διατρίβοντας, ὅταν δὲ τὸ μέρος ἥκῃ, πρὸς πολιτικοῖς ἐπιταλαιπωροῦντας καὶ ἄρχοντας ἑκάστους τῆς πόλεως ἕνεκα, οὐχ ὡς καλόν τι ἀλλʼ ὡς ἀναγκαῖον πράττοντας, καὶ οὕτως ἄλλους ἀεὶ παιδεύσαντας τοιούτους, ἀντικαταλιπόντας τῆς πόλεως φύλακας, εἰς μακάρων νήσους ἀπιόντας οἰκεῖν·
“而当他们到了五十岁,那些在实际行动和科学知识中,在所有方面都安然通过并表现卓越的人,现在必须被引向终点,并且强迫他们,在抬起灵魂的光芒之后,去注视那为万物提供光芒的事物本身,并且在看到了善本身之后,把它作为典范,在其余生中依次去整顿城邦、普通公民以及他们自己,大部分时间用于哲学,但当轮到他们时,则为政治事务辛勤操劳,为了城邦而各自担任统治者,做这件事并不是将其当作某种荣耀,而是当作一件必要的事;如此始终培育出其他类似的人,留下他们作为城邦的守护者来接替自己,然后离去并居住在福人岛上。
μνημεῖα δʼ αὐτοῖς καὶ θυσίας τὴν πόλιν δημοσίᾳ ποιεῖν, ἐὰν καὶ ἡ Πυθία συναναιρῇ, ὡς δαίμοσιν, εἰ δὲ μή, ὡς εὐδαίμοσί τε καὶ θείοις.
城邦应当在公款下为他们建立纪念碑并进行祭祀 ——如果普提亚神女也赞同的话——将他们视作神灵;如果不赞同,则视作幸福且神圣的人。
παγκάλους, ἔφη, τοὺς ἄρχοντας, ὦ Σώκρατες, ὥσπερ ἀνδριαντοποιὸς ἀπείργασαι.
” “苏格拉底啊,”他说,“你就像一个雕塑家,塑造出了极其完美的统治者。
καὶ τὰς ἀρχούσας γε, ἦν δʼ ἐγώ, ὦ Γλαύκων· μηδὲν γάρ τι οἴου με περὶ ἀνδρῶν εἰρηκέναι μᾶλλον ἃ εἴρηκα ἢ περὶ γυναικῶν, ὅσαι ἂν αὐτῶν ἱκαναὶ τὰς φύσεις ἐγγίγνωνται.
” “还有女性统治者,格劳孔,”我说,“因为你千万不要以为,我刚才所说的话针对男人的成分多于女人——只要她们当中有谁天生具备足够的能力。
ὀρθῶς, ἔφη, εἴπερ ἴσα γε πάντα τοῖς ἀνδράσι κοινωνήσουσιν, ὡς διήλθομεν.
” “对的,”他说,“如果她们确实像我们讨论过的那样,在一切事情上都与男人平等分享的话。
τί οὖν;
” “那么怎样?
ἔφην·
”我说。
συγχωρεῖτε περὶ τῆς πόλεώς τε καὶ πολιτείας μὴ παντάπασιν ἡμᾶς εὐχὰς εἰρηκέναι, ἀλλὰ χαλεπὰ μέν, δυνατὰ δέ πῃ, καὶ οὐκ ἄλλῃ ἢ εἴρηται, ὅταν οἱ ὡς ἀληθῶς φιλόσοφοι δυνάσται, ἢ πλείους ἢ εἷς, ἐν πόλει γενόμενοι τῶν μὲν νῦν τιμῶν καταφρονήσωσιν, ἡγησάμενοι ἀνελευθέρους εἶναι καὶ οὐδενὸς ἀξίας, τὸ δὲ ὀρθὸν περὶ πλείστου ποιησάμενοι καὶ τὰς ἀπὸ τούτου τιμάς, μέγιστον δὲ καὶ ἀναγκαιότατον τὸ δίκαιον, καὶ τούτῳ δὴ ὑπηρετοῦντές τε καὶ αὔξοντες αὐτὸ διασκευωρήσωνται τὴν ἑαυτῶν πόλιν;
“对于这个城邦和政制,你们是否同意,我们所说的不完全是流于空想(愿望),而是虽然困难、但在某种程度上是可能的,且没有不同于我们所说的其他途径? 也就是说,当真正作为统治者的哲学家(不论是一个人还是多个人)在城邦中出现时,他们鄙视现在的各种名誉,认为那些是不体面的且毫无价值,而把正确的事务以及由此带来的名誉看得最为高贵,把正义视作最大且最不可或缺的事物,并为正义服务、发扬正义,从而彻底改造他们自己的城邦时(便是可能的)?
πῶς;
” “怎么做呢?
ἔφη.
”他说。
§7.541ὅσοι μὲν ἄν, ἦν δʼ ἐγώ, πρεσβύτεροι τυγχάνωσι δεκετῶν ἐν τῇ πόλει, πάντας ἐκπέμψωσιν εἰς τοὺς ἀγρούς, τοὺς δὲ παῖδας αὐτῶν παραλαβόντες ἐκτὸς τῶν νῦν ἠθῶν, ἃ καὶ οἱ γονῆς ἔχουσι, θρέψωνται ἐν τοῖς σφετέροις τρόποισι καὶ νόμοις, οὖσιν οἵοις διεληλύθαμεν τότε·
“在城邦中凡是年龄在十岁以上的人,”我说, “他们要把他们全部送到乡下去,并且接收他们的孩子们,脱离其父母也具有的当今习俗,按照我们那时所阐述的他们自己的方式和法律来抚育他们。
καὶ οὕτω τάχιστά τε καὶ ῥᾷστα πόλιν τε καὶ πολιτείαν, ἣν ἐλέγομεν, καταστᾶσαν αὐτήν τε εὐδαιμονήσειν καὶ τὸ ἔθνος ἐν ᾧ ἂν ἐγγένηται πλεῖστα ὀνήσειν;
这样,我们所说的城邦和政制,就能最迅速、最容易地建立起来,它自身不仅会获得幸福,而且也会给它在其中产生的那个民族带来最大的利益,不是吗?
πολύ γʼ, ἔφη· καὶ ὡς ἂν γένοιτο, εἴπερ ποτὲ γίγνοιτο, δοκεῖς μοι, ὦ Σώκρατες, εὖ εἰρηκέναι.
” “确实如此,”他说;“而且如果它真的能够实现,它将如何发生,苏格拉底,在我看来你已经阐述得非常好了。
οὐκοῦν ἅδην ἤδη, εἶπον ἐγώ, ἔχουσιν ἡμῖν οἱ λόγοι περί τε τῆς πόλεως ταύτης καὶ τοῦ ὁμοίου ταύτῃ ἀνδρός;
” “那么,”我说,“关于这个城邦以及与之相似的人物的讨论,我们现在已经谈得足够了吗?
δῆλος γάρ που καὶ οὗτος οἷον φήσομεν δεῖν αὐτὸν εἶναι.
因为那个人应该是什么样的人,大概也是不言而喻的了。
δῆλος, ἔφη· καὶ ὅπερ ἐρωτᾷς, δοκεῖ μοι τέλος ἔχειν.
” “很清楚,”他说;“正如你所问的,我认为讨论已经完成了。 ”