Humanitext Reader

柏拉图 · 理想国 §7.536-7.537

教育的阶段性选拔与综合视野的培养

第 110 段,共 153 段 · 希腊语

内容简介

苏格拉底阐述了在选拔统治者时区分真伪德性的重要性,强调儿童教育应在玩耍中进行而非强迫。他进一步规划了二十岁和三十岁阶段的选拔流程,指出对学问的综合视野是检验辩证法天赋的最大试金石,并警告了目前滥用辩证法所带来的危险。

§7.536παντάπασι μὲν οὖν, ἔφη.
“完全如此,”他说。
καὶ πρὸς σωφροσύνην, ἦν δʼ ἐγώ, καὶ ἀνδρείαν καὶ μεγαλοπρέπειαν καὶ πάντα τὰ τῆς ἀρετῆς μέρη οὐχ ἥκιστα δεῖ φυλάττειν τὸν νόθον τε καὶ τὸν γνήσιον.
“同样,对于节制、”我说,“勇敢、大度以及德性的所有其他部分,我们也必须同样密切防范伪者和真者。
ὅταν γάρ τις μὴ ἐπίστηται πάντῃ τὰ τοιαῦτα σκοπεῖν καὶ ἰδιώτης καὶ πόλις, λανθάνουσι χωλοῖς τε καὶ νόθοις χρώμενοι πρὸς ὅτι ἂν τύχωσι τούτων, οἱ μὲν φίλοις, οἱ δὲ ἄρχουσι.
因为如果个人或城邦不知道如何在所有这些方面彻底审视,他们就会在遇到这些事时,在毫无察觉中起用残缺或虚伪的人,有的作为朋友,有的作为统治者。
καὶ μάλα, ἔφη, οὕτως ἔχει.
” “确实如此,”他说。
ἡμῖν δή, ἦν δʼ ἐγώ, πάντα τὰ τοιαῦτα διευλαβητέον·
“因此,”我说,“我们必须对所有这些事情加倍小心;因为如果我们引导那些肢体健全、心智健全的人来接受如此重大的学习和如此重大的训练并予以教育,正义本身就不会指责我们,我们也能拯救城邦和城邦的体制。
ὡς ἐὰν μὲν ἀρτιμελεῖς τε καὶ ἀρτίφρονας ἐπὶ τοσαύτην μάθησιν καὶ τοσαύτην ἄσκησιν κομίσαντες παιδεύωμεν, ἥ τε δίκη ἡμῖν οὐ μέμψεται αὐτή, τήν τε πόλιν καὶ πολιτείαν σώσομεν, ἀλλοίους δὲ ἄγοντες ἐπὶ ταῦτα τἀναντία πάντα καὶ πράξομεν καὶ φιλοσοφίας ἔτι πλείω γέλωτα καταντλήσομεν.
但是,如果我们引导那些不同的人来做这些事,我们就会做出完全相反的事,让哲学遭受更多的嘲笑。
αἰσχρὸν μεντἂν εἴη, ἦ δʼ ὅς.
” “那确实是可耻的,”他说。
πάνυ μὲν οὖν, εἶπον·
“完全如此,”我说。
γελοῖον δʼ ἔγωγε καὶ ἐν τῷ παρόντι τι ἔοικα παθεῖν.
“而且我自己似乎在目前也陷入了某种滑稽的处境。
τὸ ποῖον;
” “什么样的处境?
ἔφη.
”他说。
ἐπελαθόμην, ἦν δʼ ἐγώ, ὅτι ἐπαίζομεν, καὶ μᾶλλον ἐντεινάμενος εἶπον.
“我忘记了,”我说,“我们刚才是在开玩笑,结果我的语气过于高昂和严肃。
λέγων γὰρ ἅμα ἔβλεψα πρὸς φιλοσοφίαν, καὶ ἰδὼν προπεπηλακισμένην ἀναξίως ἀγανακτήσας μοι δοκῶ καὶ ὥσπερ θυμωθεὶς τοῖς αἰτίοις σπουδαιότερον εἰπεῖν ἃ εἶπον.
因为我在说话的同时看着哲学,看到她蒙受不应有的侮辱,我似乎感到愤慨,并由于对那些始作俑者感到愤怒,而把我说的话说得过于严肃了。
οὐ μὰ τὸν Δίʼ, ἔφη, οὔκουν ὥς γʼ ἐμοὶ ἀκροατῇ.
” “誓以宙斯,”他说,“至少对我这个听众来说,并不是这样的。
ἀλλʼ ὡς ἐμοί, ἦν δʼ ἐγώ, ῥήτορι.
” “但对于我这个演讲者来说确实如此,”我说。
τόδε δὲ μὴ ἐπιλανθανώμεθα, ὅτι ἐν μὲν τῇ προτέρᾳ ἐκλογῇ πρεσβύτας ἐξελέγομεν, ἐν δὲ ταύτῃ οὐκ ἐγχωρήσει·
“但是我们不要忘记这一点:在以前的选择中我们挑选的是年长者,但在这次选择中这是不被允许的。
Σόλωνι γὰρ οὐ πειστέον ὡς γηράσκων τις πολλὰ δυνατὸς μανθάνειν, ἀλλʼ ἧττον ἢ τρέχειν, νέων δὲ πάντες οἱ μεγάλοι καὶ οἱ πολλοὶ πόνοι.
因为我们不能相信梭伦的话,认为一个人随着年龄增长能学习很多东西。 老人其实连跑步都不行了,所有重大和繁多的劳苦都属于年轻人。
ἀνάγκη, ἔφη.
” “必然如此,”他说。
τὰ μὲν τοίνυν λογισμῶν τε καὶ γεωμετριῶν καὶ πάσης τῆς προπαιδείας, ἣν τῆς διαλεκτικῆς δεῖ προπαιδευθῆναι, παισὶν οὖσι χρὴ προβάλλειν, οὐχ ὡς ἐπάναγκες μαθεῖν τὸ σχῆμα τῆς διδαχῆς ποιουμένους.
“那么,对于计算、几何学以及在学习辩证法之前必须接受的所有预备教育,应当在他们还是孩子的时候就呈现给他们,而不能把教学的形式变成强迫性的学习。
τί δή;
” “这是为什么呢?
ὅτι, ἦν δʼ ἐγώ, οὐδὲν μάθημα μετὰ δουλείας τὸν ἐλεύθερον χρὴ μανθάνειν.
” “因为,”我说,“自由人不应当带着奴役的状态去学习任何学问。
οἱ μὲν γὰρ τοῦ σώματος πόνοι βίᾳ πονούμενοι χεῖρον οὐδὲν τὸ σῶμα ἀπεργάζονται, ψυχῇ δὲ βίαιον οὐδὲν ἔμμονον μάθημα.
通过强迫进行的身体劳苦并不会让身体变得更糟,但对于灵魂来说,任何被强迫灌输的知识都是无法持久的。
ἀληθῆ, ἔφη.
” “确实如此,”他说。
§7.537μὴ τοίνυν βίᾳ, εἶπον, ὦ ἄριστε, τοὺς παῖδας ἐν τοῖς μαθήμασιν ἀλλὰ παίζοντας τρέφε, ἵνα καὶ μᾶλλον οἷός τʼ ᾖς καθορᾶν ἐφʼ ὃ ἕκαστος πέφυκεν.
“因此,我的好朋友,”我说,“不要用强迫的方式去让孩子们学习,而要让他们在玩耍中接受教育,这样你也能更好地观察每个人天生适合做什么。
ἔχει ὃ λέγεις, ἔφη, λόγον.
” “你所说的话是很有道理的,”他说。
οὐκοῦν μνημονεύεις, ἦν δʼ ἐγώ, ὅτι καὶ εἰς τὸν πόλεμον ἔφαμεν τοὺς παῖδας εἶναι ἀκτέον ἐπὶ τῶν ἵππων θεωρούς, καὶ ἐάν που ἀσφαλὲς ᾖ, προσακτέον ἐγγὺς καὶ γευστέον αἵματος, ὥσπερ τοὺς σκύλακας;
“那么,你还记得吗,”我说,“我们曾说过,应当让孩子们骑在马上,带他们去战场作为旁观者;如果有什么地方是安全的,就要带他们靠近战场,让他们像小狗一样尝尝血的滋味?
μέμνημαι, ἔφη.
” “我记得,”他说。
ἐν πᾶσι δὴ τούτοις, ἦν δʼ ἐγώ, τοῖς τε πόνοις καὶ μαθήμασι καὶ φόβοις ὃς ἂν ἐντρεχέστατος ἀεὶ φαίνηται, εἰς ἀριθμόν τινα ἐγκριτέον.
“在所有这些劳苦、学习和恐惧中,无论谁表现得最为机敏,都应该被选拔出来,归入到一定的名额之中。
ἐν τίνι, ἔφη, ἡλικίᾳ;
” “在什么年龄呢? ”他说。
ἡνίκα, ἦν δʼ ἐγώ, τῶν ἀναγκαίων γυμνασίων μεθίενται·
“当他们从必要的体育训练中被释放出来的时候,”我说。
οὗτος γὰρ ὁ χρόνος, ἐάντε δύο ἐάντε τρία ἔτη γίγνηται, ἀδύνατός τι ἄλλο πρᾶξαι·
“因为这段时间,无论是两年还是三年,他们都无法做别的事情。
κόποι γὰρ καὶ ὕπνοι μαθήμασι πολέμιοι.
疲劳和睡眠是学习的敌人。
καὶ ἅμα μία καὶ αὕτη τῶν βασάνων οὐκ ἐλαχίστη, τίς ἕκαστος ἐν τοῖς γυμνασίοις φανεῖται.
同时,这也是一个不容小觑的考验,即每个人在体育训练中会展现出怎样的面貌。
πῶς γὰρ οὔκ; ἔφη.
” “当然如此,”他说。
μετὰ δὴ τοῦτον τὸν χρόνον, ἦν δʼ ἐγώ, ἐκ τῶν εἰκοσιετῶν οἱ προκριθέντες τιμάς τε μείζους τῶν ἄλλων οἴσονται, τά τε χύδην μαθήματα παισὶν ἐν τῇ παιδείᾳ γενόμενα τούτοις συνακτέον εἰς σύνοψιν οἰκειότητός τε ἀλλήλων τῶν μαθημάτων καὶ τῆς τοῦ ὄντος φύσεως.
“在这一时期之后,”我说,“从二十岁的人中挑选出来的优秀者,将获得比其他人更高的荣誉,并且他们小时候在教育中零散学习的各门学问,现在必须被整合起来,使他们对学问之间的关联以及存在(实在)的本性产生一种综合视野。
μόνη γοῦν, εἶπεν, ἡ τοιαύτη μάθησις βέβαιος, ἐν οἷς ἂν ἐγγένηται.
” “无论如何,”他说,“只有这样的学习,在那些被根植的人中才是牢固的。
καὶ μεγίστη γε, ἦν δʼ ἐγώ, πεῖρα διαλεκτικῆς φύσεως καὶ μή·
” “而且这确实是,”我说,“检验是否具有辩证法天性的最大试金石。
ὁ μὲν γὰρ συνοπτικὸς διαλεκτικός, ὁ δὲ μὴ οὔ.
因为具有综合视野的人就是辩证法家,没有的人就不是。
συνοίομαι, ἦ δʼ ὅς.
” “我赞同,”他说。
ταῦτα τοίνυν, ἦν δʼ ἐγώ, δεήσει σε ἐπισκοποῦντα οἳ ἂν μάλιστα τοιοῦτοι ἐν αὐτοῖς ὦσι καὶ μόνιμοι μὲν ἐν μαθήμασι, μόνιμοι δʼ ἐν πολέμῳ καὶ τοῖς ἄλλοις νομίμοις, τούτους αὖ, ἐπειδὰν τὰ τριάκοντα ἔτη ἐκβαίνωσιν, ἐκ τῶν προκρίτων προκρινάμενον εἰς μείζους τε τιμὰς καθιστάναι καὶ σκοπεῖν, τῇ τοῦ διαλέγεσθαι δυνάμει βασανίζοντα τίς ὀμμάτων καὶ τῆς ἄλλης αἰσθήσεως δυνατὸς μεθιέμενος ἐπʼ αὐτὸ τὸ ὂν μετʼ ἀληθείας ἰέναι.
“因此,”我说,“你需要考察这些,看看谁在他们之中最符合这些条件,不仅在学习中坚韧不拔,而且在战争和其他法律(习俗)中也坚韧不拔。 等他们过了三十岁,你要从这些优秀者中再次进行选拔,给予他们更高的荣誉并进行考察,用辩证的力量来测试他们,看谁能摆脱眼睛和其他感官,伴随着真理走向存在本身。
καὶ ἐνταῦθα δὴ πολλῆς φυλακῆς ἔργον, ὦ ἑταῖρε.
我的朋友,在这个阶段确实需要极大的防范。
τί μάλιστα; ἦ δʼ ὅς.
” “具体在哪些方面呢?
οὐκ ἐννοεῖς, ἦν δʼ ἐγώ, τὸ νῦν περὶ τὸ διαλέγεσθαι κακὸν γιγνόμενον ὅσον γίγνεται;
”他说。 “难道你没有意识到,”我说,“目前围绕着辩证法所产生的危害有多么大吗?
τὸ ποῖον;
” “什么样的危害?
ἔφη.
”他说。
παρανομίας που, ἔφην ἐγώ, ἐμπίμπλανται.
“我认为,他们常常充满了目无法纪的作风,”我说。
καὶ μάλα, ἔφη.
“确实如此,”他说。
θαυμαστὸν οὖν τι οἴει, εἶπον, πάσχειν αὐτούς, καὶ οὐ συγγιγνώσκεις;
“那么,你认为他们遭遇这种情况是令人惊异的,还是觉得他们是可以被谅解的呢?
πῇ μάλιστα; ἔφη.
” “具体在哪一方面呢? ”他说。

词汇与语法注释

  1. 536aτὸν νόθον τε καὶ τὸν γνήσιον — 此词组用带冠词的形容词作名词性使用,承接了535c-d中“庶子(伪者)”与“嫡子(真者)”的对比。它充当动词 `φυλάττειν`(防范、辨别)的宾语,结合下文的 `σκοπεῖν`(审视),此处应理解为“仔细辨别两者的真伪”而非单纯的“排斥”。
  2. 536bἀλλοίους δὲ ἄγοντες — 这是一个由转折连词 `δὲ` 和分词 `ἄγοντες`(引导、带去)构成的分词结构,与前文的条件从句 `ἐὰν μὲν ... παιδεύωμεν`(如果我们教育……)形成对比,表示相反的假设或条件(“如果我们引导不同的人……”)。
  3. 536cὥσπερ θυμωθεὶς τοῖς αἰτίοις — 与格 `τοῖς αἰτίοις` 受表示情感的被动分词 `θυμωθείς`(发怒的、愤慨的)支配,表示发怒的对象,意为“对那些始作俑者(或负有责任的人)”。
  4. 536eψυχῇ δὲ βίαιον οὐδὲν ἔμμονον μάθημα — 省略了系动词 `ἐστίν` 的省略句。`ψυχῇ` 是表示关系或利益的与格(“对于灵魂来说”),主语是 `οὐδὲν βίαιον μάθημα`(任何被强迫的学习),表语是形容词 `ἔμμονον`(持久的、固着的)。
  5. 537cὁ μὲν γὰρ συνοπτικὸς διαλεκτικός, ὁ δὲ μὴ οὔ — 极度精简的省略句。后半部分的 `ὁ δὲ μὴ` 指代 `ὁ δὲ μὴ συνοπτικός`(不具备综合视野的人),而 `οὔ` 则代表 `οὐ διαλεκτικός ἐστιν`(就不是辩证法家)。理解时需要补充这一对比结构。
  6. 537dτῇ τοῦ διαλέγεσθαι δυνάμει βασανίζοντα — 宾格分词 `βασανίζοντα`(测试、检验)在性、数、格上与无人称句 `δεήσει`(需要)的逻辑主语(宾格的 `σε`,即“你”)保持一致。由于句式冗长,需要注意该分词修饰的是主句的施动者(格劳孔)。

引用这一段

柏拉图, 理想国 §7.536-7.537. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:7.536-7.537

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。