§7.534ἀρκέσει οὖν, ἦν δʼ ἐγώ, ὥσπερ τὸ πρότερον, τὴν μὲν πρώτην μοῖραν ἐπιστήμην καλεῖν, δευτέραν δὲ διάνοιαν, τρίτην δὲ πίστιν καὶ εἰκασίαν τετάρτην·
“那么,”我说,“正如以前那样,将第一部分称为知识,第二部分称为理智思考,第三部分称为信念,第四部分称为想象,这应该就足够了。
καὶ συναμφότερα μὲν ταῦτα δόξαν, συναμφότερα δʼ ἐκεῖνα νόησιν· καὶ δόξαν μὲν περὶ γένεσιν, νόησιν δὲ περὶ οὐσίαν·
我们把后两者合称为意见,前两者合称为理智;并且意见是关于生成的,理智是关于存在(实在)的。
καὶ ὅτι οὐσία πρὸς γένεσιν, νόησιν πρὸς δόξαν, καὶ ὅτι νόησις πρὸς δόξαν, ἐπιστήμην πρὸς πίστιν καὶ διάνοιαν πρὸς εἰκασίαν·
存在与生成之比,等于理智与意见之比;理智与意见之比,又等于知识与信念之比以及理智思考与想象之比。
τὴν δʼ ἐφʼ οἷς ταῦτα ἀναλογίαν καὶ διαίρεσιν διχῇ ἑκατέρου, δοξαστοῦ τε καὶ νοητοῦ, ἐῶμεν, ὦ Γλαύκων, ἵνα μὴ ἡμᾶς πολλαπλασίων λόγων ἐμπλήσῃ ἢ ὅσων οἱ παρεληλυθότες.
至于这些研究所对应的比率,以及把这两个领域(意见领域和理智领域)各自一分为二的划分,格劳孔,我们还是先放一边吧,免得这带给我们的讨论要比已经进行过的讨论多出许多倍。
ἀλλὰ μὴν ἔμοιγʼ, ἔφη, τά γε ἄλλα, καθʼ ὅσον δύναμαι ἕπεσθαι, συνδοκεῖ.
” “无论如何,”他说,“就我能够跟上的而言,在其他方面我是赞同的。
ἦ καὶ διαλεκτικὸν καλεῖς τὸν λόγον ἑκάστου λαμβάνοντα τῆς οὐσίας;
”“那么,你是否也将那个能把握每一个事物存在之理路的人称为辩证法家?
καὶ τὸν μὴ ἔχοντα, καθʼ ὅσον ἂν μὴ ἔχῃ λόγον αὑτῷ τε καὶ ἄλλῳ διδόναι, κατὰ τοσοῦτον νοῦν περὶ τούτου οὐ φήσεις ἔχειν;
而对于那个无法做到这一点的人,只要他不能给自己和他人提供理路,你难道不认为他在该事物上缺乏理智吗?
πῶς γὰρ ἄν, ἦ δʼ ὅς, φαίην;
”“当然,”他说,“我怎能不这样说呢?
οὐκοῦν καὶ περὶ τοῦ ἀγαθοῦ ὡσαύτως· ὃς ἂν μὴ ἔχῃ διορίσασθαι τῷ λόγῳ ἀπὸ τῶν ἄλλων πάντων ἀφελὼν τὴν τοῦ ἀγαθοῦ ἰδέαν, καὶ ὥσπερ ἐν μάχῃ διὰ πάντων ἐλέγχων διεξιών, μὴ κατὰ δόξαν ἀλλὰ κατʼ οὐσίαν προθυμούμενος ἐλέγχειν, ἐν πᾶσι τούτοις ἀπτῶτι τῷ λόγῳ διαπορεύηται, οὔτε αὐτὸ τὸ ἀγαθὸν φήσεις εἰδέναι τὸν οὕτως ἔχοντα οὔτε ἄλλο ἀγαθὸν οὐδέν, ἀλλʼ εἴ πῃ εἰδώλου τινὸς ἐφάπτεται, δόξῃ, οὐκ ἐπιστήμῃ ἐφάπτεσθαι, καὶ τὸν νῦν βίον ὀνειροπολοῦντα καὶ ὑπνώττοντα, πρὶν ἐνθάδʼ ἐξεγρέσθαι, εἰς Ἅιδου πρότερον ἀφικόμενον τελέως ἐπικαταδαρθεῖν;
”“那么关于善也是同样如此:如果有人不能用理路将善的理念从其他所有事物中区分开来并予以定义,而且不能像在战斗中那样穿过所有的驳斥,热切地不是根据意见而是根据实在来进行驳斥,并在所有这些过程中以不可动摇的理路走过来,你难道不会说,处于这种状态的人既不知道善本身,也不知道任何其他的善,即使他触及了善的某种影像,那也是通过意见而不是知识触及的,而且他在现世的生活中做梦、沉睡,在现世醒来之前,就已先抵达哈德斯并完全陷入了沉睡吗?
νὴ τὸν Δία, ἦ δʼ ὅς, σφόδρα γε πάντα ταῦτα φήσω.
”“誓以宙斯,”他说,“我一定会非常强烈地肯定这一切。
ἀλλὰ μὴν τούς γε σαυτοῦ παῖδας, οὓς τῷ λόγῳ τρέφεις τε καὶ παιδεύεις, εἴ ποτε ἔργῳ τρέφοις, οὐκ ἂν ἐάσαις, ὡς ἐγᾦμαι, ἀλόγους ὄντας ὥσπερ γραμμάς, ἄρχοντας ἐν τῇ πόλει κυρίους τῶν μεγίστων εἶναι.
”“然而,你用言论所抚养和教育的你的孩子们,如果有一天你实际上抚养他们,我想你绝不会允许他们在像無理线那样没有理性的情况下,成为城邦的统治者并掌握最重大事务的决定权。
οὐ γὰρ οὖν, ἔφη.
”“当然不会,”他说。
νομοθετήσεις δὴ αὐτοῖς ταύτης μάλιστα τῆς παιδείας ἀντιλαμβάνεσθαι, ἐξ ἧς ἐρωτᾶν τε καὶ ἀποκρίνεσθαι ἐπιστημονέστατα οἷοί τʼ ἔσονται;
“那么你将立法要求他们特别参与这种教育,使他们能够以最科学的方式进行提问和回答吗?
νομοθετήσω, ἔφη, μετά γε σοῦ.
” “我将立法要求,”他说,“至少会与你一起。
§7.535ἆρʼ οὖν δοκεῖ σοι, ἔφην ἐγώ, ὥσπερ θριγκὸς τοῖς μαθήμασιν ἡ διαλεκτικὴ ἡμῖν ἐπάνω κεῖσθαι, καὶ οὐκέτʼ ἄλλο τούτου μάθημα ἀνωτέρω ὀρθῶς ἂν ἐπιτίθεσθαι, ἀλλʼ ἔχειν ἤδη τέλος τὰ τῶν μαθημάτων;
” “那么,你认为,”我说,“辩证法对我们来说是否就像学问的笠石一样放在最顶部,再没有其他学问可以正确地放在它之上,而学问的事情到此已经达到终点(完成)了呢?
ἔμοιγʼ, ἔφη.
”“对我来说确实如此,”他说。
διανομὴ τοίνυν, ἦν δʼ ἐγώ, τὸ λοιπόν σοι, τίσιν ταῦτα τὰ μαθήματα δώσομεν καὶ τίνα τρόπον.
“那么,剩下的就是分配的工作了,”我说,“我们要把这些学问给谁,以及用什么方式给。
δῆλον, ἔφη.
”“显然如此,”他说。
μέμνησαι οὖν τὴν προτέραν ἐκλογὴν τῶν ἀρχόντων, οἵους ἐξελέξαμεν;
“那么,你还记得以前选拔统治者时,我们挑选了什么样的人吗?
πῶς γάρ, ἦ δʼ ὅς, οὔ;
”“当然记得,”他说。
τὰ μὲν ἄλλα τοίνυν, ἦν δʼ ἐγώ, ἐκείνας τὰς φύσεις οἴου δεῖν ἐκλεκτέας εἶναι· τούς τε γὰρ βεβαιοτάτους καὶ τοὺς ἀνδρειοτάτους προαιρετέον, καὶ κατὰ δύναμιν τοὺς εὐειδεστάτους·
“那么,在其他方面,”我说,“要认为必须挑选具有那些天性的人:应该首选最坚定和最勇敢的人,并在可能范围内选择最英俊的人。
πρὸς δὲ τούτοις ζητητέον μὴ μόνον γενναίους τε καὶ βλοσυροὺς τὰ ἤθη, ἀλλὰ καὶ ἃ τῇδε τῇ παιδείᾳ τῆς φύσεως πρόσφορα ἑκτέον αὐτοῖς.
此外,不仅要寻找性格高贵和刚毅的人,他们还必须具备适合这种教育的自然禀赋。
ποῖα δὴ διαστέλλῃ;
”“那么,你具体区分哪些禀赋呢?
δριμύτητα, ὦ μακάριε, ἔφην, δεῖ αὐτοῖς πρὸς τὰ μαθήματα ὑπάρχειν, καὶ μὴ χαλεπῶς μανθάνειν.
”“我的好朋友,”我说,“他们必须对学问具有敏锐性,并且学习起来不感到困难。
πολὺ γάρ τοι μᾶλλον ἀποδειλιῶσι ψυχαὶ ἐν ἰσχυροῖς μαθήμασιν ἢ ἐν γυμνασίοις· οἰκειότερος γὰρ αὐταῖς ὁ πόνος, ἴδιος ἀλλʼ οὐ κοινὸς ὢν μετὰ τοῦ σώματος.
因为灵魂在艰难的学问面前,要比在体育训练中更容易退缩;因为这种劳苦对灵魂来说更为切身,是灵魂特有的,而不是与身体共有的。
ἀληθῆ, ἔφη.
”“确实如此,”他说。
καὶ μνήμονα δὴ καὶ ἄρρατον καὶ πάντῃ φιλόπονον ζητητέον.
“还必须寻找记忆力好、坚韧不拔且在各方面都热爱劳苦的人。
ἢ τίνι τρόπῳ οἴει τά τε τοῦ σώματος ἐθελήσειν τινὰ διαπονεῖν καὶ τοσαύτην μάθησίν τε καὶ μελέτην ἐπιτελεῖν;
否则,你认为有谁会愿意既承受身体的劳苦,又完成如此多的学习和演练呢?
οὐδένα, ἦ δʼ ὅς, ἐὰν μὴ παντάπασί γʼ ᾖ εὐφυής.
”“没有人会愿意,”他说,“除非他有极其优秀的自然禀赋。
τὸ γοῦν νῦν ἁμάρτημα, ἦν δʼ ἐγώ, καὶ ἡ ἀτιμία φιλοσοφίᾳ διὰ ταῦτα προσπέπτωκεν, ὃ καὶ πρότερον εἴπομεν, ὅτι οὐ κατʼ ἀξίαν αὐτῆς ἅπτονται· οὐ γὰρ νόθους ἔδει ἅπτεσθαι, ἀλλὰ γνησίους.
”“无论如何,目前哲学所遭受的错误和耻辱,”我说,“正是因为这些原因而落到她头上的,正如我们以前所说,因为人们用不配的方式去触碰她:不应该让庶子去触碰她,而应该让嫡子去触碰。
πῶς;
”“怎么说呢?
ἔφη.
”他说。
πρῶτον μέν, εἶπον, φιλοπονίᾳ οὐ χωλὸν δεῖ εἶναι τὸν ἁψόμενον, τὰ μὲν ἡμίσεα φιλόπονον ὄντα, τὰ δʼ ἡμίσεα ἄπονον.
“首先,”我说,“那要去触碰她的人,在热爱劳苦方面不能是个瘸子,不能是一半热爱劳苦而另一半懒惰。
ἔστι δὲ τοῦτο, ὅταν τις φιλογυμναστὴς μὲν καὶ φιλόθηρος ᾖ καὶ πάντα τὰ διὰ τοῦ σώματος φιλοπονῇ, φιλομαθὴς δὲ μή, μηδὲ φιλήκοος μηδὲ ζητητικός, ἀλλʼ ἐν πᾶσι τούτοις μισοπονῇ·
当一个人热爱体育和狩猎,并在通过身体的一切事情上热爱劳苦,却不热爱学习,不热爱听讲,也不爱探求,而是在所有这些事情上厌恶劳苦时,就是这种情况。
χωλὸς δὲ καὶ ὁ τἀναντία τούτου μεταβεβληκὼς τὴν φιλοπονίαν.
同样,将热爱劳苦的方向转变为与此完全相反的人,也是个瘸子。
ἀληθέστατα, ἔφη, λέγεις.
”“你说得太对了,”他说。
οὐκοῦν καὶ πρὸς ἀλήθειαν, ἦν δʼ ἐγώ, ταὐτὸν τοῦτο ἀνάπηρον ψυχὴν θήσομεν, ἣ ἂν τὸ μὲν ἑκούσιον ψεῦδος μισῇ καὶ χαλεπῶς φέρῃ αὐτή τε καὶ ἑτέρων ψευδομένων ὑπεραγανακτῇ, τὸ δʼ ἀκούσιον εὐκόλως προσδέχηται καὶ ἀμαθαίνουσά που ἁλισκομένη μὴ ἀγανακτῇ, ἀλλʼ εὐχερῶς ὥσπερ θηρίον ὕειον ἐν ἀμαθίᾳ μολύνηται;
“那么对于真理,”我说,“我们是否也要同样认为,那种憎恨蓄意的虚伪、对此难以容忍,并在自己和他人撒谎时极度愤怒,却轻易接受无意的虚伪、在自己被发现无知时并不生气,反而像猪猡般野兽一样轻易地在无知中玷污自己的灵魂,是一个残缺的灵魂呢? ”