§7.532οὐκοῦν, εἶπον, ὦ Γλαύκων, οὗτος ἤδη αὐτός ἐστιν ὁ νόμος ὃν τὸ διαλέγεσθαι περαίνει;
“那么,格劳孔,”我说,“这难道不就是辩证法所完成的那首曲调本身吗?
ὃν καὶ ὄντα νοητὸν μιμοῖτʼ ἂν ἡ τῆς ὄψεως δύναμις, ἣν ἐλέγομεν πρὸς αὐτὰ ἤδη τὰ ζῷα ἐπιχειρεῖν ἀποβλέπειν καὶ πρὸς αὐτὰ τὰ ἄστρα τε καὶ τελευταῖον δὴ πρὸς αὐτὸν τὸν ἥλιον.
它虽然属于理智世界,但视觉的力量却会模仿它——正如我们所说,视觉力量试图去仰望动物本身、星辰本身,并最终仰望太阳本身。
οὕτω καὶ ὅταν τις τῷ διαλέγεσθαι ἐπιχειρῇ ἄνευ πασῶν τῶν αἰσθήσεων διὰ τοῦ λόγου ἐπʼ αὐτὸ ὃ ἔστιν ἕκαστον ὁρμᾶν, καὶ μὴ ἀποστῇ πρὶν ἂν αὐτὸ ὃ ἔστιν ἀγαθὸν αὐτῇ νοήσει λάβῃ, ἐπʼ αὐτῷ γίγνεται τῷ τοῦ νοητοῦ τέλει, ὥσπερ ἐκεῖνος τότε ἐπὶ τῷ τοῦ ὁρατοῦ.
同样,当一个人试图不凭借任何感官,仅通过理路,奔向每一个事物本身之所是,并且在仅凭理智把握住善本身之所是之前决不罢手,他就达到了理智世界的终点,正如那个人当时达到了可见世界的终点一样。
παντάπασι μὲν οὖν, ἔφη.
”“完全是这样,”他说。
τί οὖν;
“那么,你难道不把这一历程称为辩证法之行吗?
οὐ διαλεκτικὴν ταύτην τὴν πορείαν καλεῖς; τί μήν;
”“当然了。
ἡ δέ γε, ἦν δʼ ἐγώ, λύσις τε ἀπὸ τῶν δεσμῶν καὶ μεταστροφὴ ἀπὸ τῶν σκιῶν ἐπὶ τὰ εἴδωλα καὶ τὸ φῶς καὶ ἐκ τοῦ καταγείου εἰς τὸν ἥλιον ἐπάνοδος, καὶ ἐκεῖ πρὸς μὲν τὰ ζῷά τε καὶ φυτὰ καὶ τὸ τοῦ ἡλίου φῶς ἔτι ἀδυναμία βλέπειν, πρὸς δὲ τὰ ἐν ὕδασι φαντάσματα θεῖα καὶ σκιὰς τῶν ὄντων, ἀλλʼ οὐκ εἰδώλων σκιὰς διʼ ἑτέρου τοιούτου φωτὸς ὡς πρὸς ἥλιον κρίνειν ἀποσκιαζομένας—πᾶσα αὕτη ἡ πραγματεία τῶν τεχνῶν ἃς διήλθομεν ταύτην ἔχει τὴν δύναμιν καὶ ἐπαναγωγὴν τοῦ βελτίστου ἐν ψυχῇ πρὸς τὴν τοῦ ἀρίστου ἐν τοῖς οὖσι θέαν, ὥσπερ τότε τοῦ σαφεστάτου ἐν σώματι πρὸς τὴν τοῦ φανοτάτου ἐν τῷ σωματοειδεῖ τε καὶ ὁρατῷ τόπῳ.
”“而,”我说,“从锁链中解脱出来,从阴影转向幻像和光亮,从地下洞穴上升到太阳之下,在那里,尽管由于依然无法直视动物、植物和太阳的光芒,却能去仰望水中的神圣倒影和真实存在物的阴影(而不是由另一种与太阳相比自身只是阴影的光源所投射出的、幻像的阴影)——我们所经历的这一切艺术的探讨,都具有这种力量,并能将魂中的最善部分提升到对存在物中最善者的观照,正如当时身体中最清晰的部分被提升到对身体性的、可见领域中最明亮者的观照一样。
ἐγὼ μέν, ἔφη, ἀποδέχομαι οὕτω.
”“就我而言,”他说,“我这样接受。
καίτοι παντάπασί γέ μοι δοκεῖ χαλεπὰ μὲν ἀποδέχεσθαι εἶναι, ἄλλον δʼ αὖ τρόπον χαλεπὰ μὴ ἀποδέχεσθαι.
然而,这对我来说似乎完全难以接受,但从另一方面来看,不接受同样困难。
ὅμως δέ—οὐ γὰρ ἐν τῷ νῦν παρόντι μόνον ἀκουστέα, ἀλλὰ καὶ αὖθις πολλάκις ἐπανιτέον —ταῦτα θέντες ἔχειν ὡς νῦν λέγεται, ἐπʼ αὐτὸν δὴ τὸν νόμον ἴωμεν, καὶ διέλθωμεν οὕτως ὥσπερ τὸ προοίμιον διήλθομεν.
不过——因为这些并非仅在目前听听而已,而是以后还必须多次反复探讨——我们就假定这些事情正如现在所说的那样成立,让我们走向‘法’本身,并且像我们经历序奏那样去剖析它吧。
λέγε οὖν τίς ὁ τρόπος τῆς τοῦ διαλέγεσθαι δυνάμεως, καὶ κατὰ ποῖα δὴ εἴδη διέστηκεν, καὶ τίνες αὖ ὁδοί· αὗται γὰρ ἂν ἤδη, ὡς ἔοικεν, αἱ πρὸς αὐτὸ ἄγουσαι εἶεν, οἷ ἀφικομένῳ ὥσπερ ὁδοῦ ἀνάπαυλα ἂν εἴη καὶ τέλος τῆς πορείας.
因此,请告诉我,辩证法的能力之方式是什么,以及它分为哪些种类,又有哪些路径;因为这些,看来就是那些能直接把人引向目的地的道路,而对于到达那里的人来说,那将是旅途的休息所和终点。
§7.533οὐκέτʼ, ἦν δʼ ἐγώ, ὦ φίλε Γλαύκων, οἷός τʼ ἔσῃ ἀκολουθεῖν—ἐπεὶ τό γʼ ἐμὸν οὐδὲν ἂν προθυμίας ἀπολίποι—οὐδʼ εἰκόνα ἂν ἔτι οὗ λέγομεν ἴδοις, ἀλλʼ αὐτὸ τὸ ἀληθές, ὅ γε δή μοι φαίνεται—εἰ δʼ ὄντως ἢ μή, οὐκέτʼ ἄξιον τοῦτο διισχυρίζεσθαι·
” “亲爱的格劳孔,”我说,“你将无法再跟上去了——尽管我这方面绝不会缺乏热情——你也将不再看到我们所说的事物的比喻,而是看到真理本身,至少在显现给我的范围内是这样。
ἀλλʼ ὅτι μὲν δὴ τοιοῦτόν τι ἰδεῖν, ἰσχυριστέον.
至于这是否真的是这样,我们已不必再强行坚持,但我们必须坚持认为,确有类似这样的东西可以看见。
ἦ γάρ;
难道不是吗?
τί μήν;
”“当然是这样。
οὐκοῦν καὶ ὅτι ἡ τοῦ διαλέγεσθαι δύναμις μόνη ἂν φήνειεν ἐμπείρῳ ὄντι ὧν νυνδὴ διήλθομεν, ἄλλῃ δὲ οὐδαμῇ δυνατόν;
”“那么,难道不也是这样吗:只有辩证法的力量,能向那些在我们刚才所经历的科目上富有经验的人展现它,而通过其他任何途径都是不可能的?
καὶ τοῦτʼ, ἔφη, ἄξιον διισχυρίζεσθαι.
”“这也同样,”他说,“值得强力坚持。
τόδε γοῦν, ἦν δʼ ἐγώ, οὐδεὶς ἡμῖν ἀμφισβητήσει λέγουσιν, ὡς αὐτοῦ γε ἑκάστου πέρι ὃ ἔστιν ἕκαστον ἄλλη τις ἐπιχειρεῖ μέθοδος ὁδῷ περὶ παντὸς λαμβάνειν.
” “无论如何,这一点,”我说,“当我们这样说时,没有人会向我们提出异议:关于每一个事物本身之所是,并没有任何其他探求方法会试图用系统的方法去把握它。
ἀλλʼ αἱ μὲν ἄλλαι πᾶσαι τέχναι ἢ πρὸς δόξας ἀνθρώπων καὶ ἐπιθυμίας εἰσὶν ἢ πρὸς γενέσεις τε καὶ συνθέσεις, ἢ πρὸς θεραπείαν τῶν φυομένων τε καὶ συντιθεμένων ἅπασαι τετράφαται·
事实上,所有其他技术,要么是针对人类的意见和欲望,要么是全部转向产生和组合,或者是针对那些生长和被组合起来之物的照料。
αἱ δὲ λοιπαί, ἃς τοῦ ὄντος τι ἔφαμεν ἐπιλαμβάνεσθαι, γεωμετρίας τε καὶ τὰς ταύτῃ ἑπομένας, ὁρῶμεν ὡς ὀνειρώττουσι μὲν περὶ τὸ ὄν, ὕπαρ δὲ ἀδύνατον αὐταῖς ἰδεῖν, ἕως ἂν ὑποθέσεσι χρώμεναι ταύτας ἀκινήτους ἐῶσι, μὴ δυνάμεναι λόγον διδόναι αὐτῶν.
而至于其余那些我们曾说触及了某些真实存在物的学科——如几何学及紧随其后的学科——我们看到它们只是在关于存在物做梦,但在清醒状态下看见它是绝不可能的,只要它们依然使用着假设,却让这些假设保持不动,而无法对其给出理路。
ᾧ γὰρ ἀρχὴ μὲν ὃ μὴ οἶδε, τελευτὴ δὲ καὶ τὰ μεταξὺ ἐξ οὗ μὴ οἶδεν συμπέπλεκται, τίς μηχανὴ τὴν τοιαύτην ὁμολογίαν ποτὲ ἐπιστήμην γενέσθαι;
”“因为,如果一个起点是自己所不知道的,而终点和中间环节都是由自己所不知道的东西编织而成的,那么有什么方法能让这种一致性最终变成真正的知识呢?
οὐδεμία, ἦ δʼ ὅς.
”“完全没有,”他说。
οὐκοῦν, ἦν δʼ ἐγώ, ἡ διαλεκτικὴ μέθοδος μόνη ταύτῃ πορεύεται, τὰς ὑποθέσεις ἀναιροῦσα, ἐπʼ αὐτὴν τὴν ἀρχὴν ἵνα βεβαιώσηται, καὶ τῷ ὄντι ἐν βορβόρῳ βαρβαρικῷ τινι τὸ τῆς ψυχῆς ὄμμα κατορωρυγμένον ἠρέμα ἕλκει καὶ ἀνάγει ἄνω, συνερίθοις καὶ συμπεριαγωγοῖς χρωμένη αἷς διήλθομεν τέχναις·
“所以,”我说,“唯独辩证法是这样行进的:它摧毁假设,为了自我巩固而走向起点本身,并且,把那确实被埋在某种野蛮泥沼中的灵魂之眼,静静地拉出并引向上方,在此过程中,它将我们所经历的那些艺术用作协助者和转化的引导者。
ἃς ἐπιστήμας μὲν πολλάκις προσείπομεν διὰ τὸ ἔθος, δέονται δὲ ὀνόματος ἄλλου, ἐναργεστέρου μὲν ἢ δόξης, ἀμυδροτέρου δὲ ἢ ἐπιστήμης—διάνοιαν δὲ αὐτὴν ἔν γε τῷ πρόσθεν που ὡρισάμεθα—ἔστι δʼ, ὡς ἐμοὶ δοκεῖ, οὐ περὶ ὀνόματος ἀμφισβήτησις, οἷς τοσούτων πέρι σκέψις ὅσων ἡμῖν πρόκειται.
因为习惯,我们经常称这些为‘科学’,但它们需要另一个名称,它比‘意见’更清晰,却比‘科学’更暗淡——我们在前面某个地方曾将其定义为‘理智思考’。 但正如我所认为的,对于面临像我们这样如此重大问题之探究的人来说,关于名称的争论并不重要。
οὐ γὰρ οὖν, ἔφη.
”“确实不重要,”他说。
ἀλλʼ ὃ ἂν μόνον δηλοῖ πως τὴν ἕξιν σαφηνείᾳ λέγειν ἐν ψυχῇ ἀρκέσει;
“只要有任何一个词,能以某种方式清晰地表明魂中的这一状态,不就足够了吗?
ναί.
”“是的。 ”