Humanitext Reader

柏拉图 · 理想国 §7.523-7.524

引发思考的感觉与激发理智之物

第 103 段,共 153 段 · 希腊语

内容简介

论述某些感觉刺激并不会引起思考,而另一些感觉由于同时呈现相反的性质,从而召唤理智去探求实在。通过手指的例子,说明了简单感知与需要理智介入的感知(如大小、软硬)之间的区别。

§7.523κινδυνεύει τῶν πρὸς τὴν νόησιν ἀγόντων φύσει εἶναι ὧν ζητοῦμεν, χρῆσθαι δʼ οὐδεὶς αὐτῷ ὀρθῶς, ἑλκτικῷ ὄντι παντάπασι πρὸς οὐσίαν.
“我们所寻找的东西,看来在本性上属于引导向理智的事物,但是没有人正确地使用它,尽管它完全是向着实在引拉的。
πῶς, ἔφη, λέγεις;
” “你这是什么意思? ”他说。
ἐγὼ πειράσομαι, ἦν δʼ ἐγώ, τό γʼ ἐμοὶ δοκοῦν δηλῶσαι.
“我将尝试,”我说,“把我所想的解释清楚。
ἃ γὰρ διαιροῦμαι παρʼ ἐμαυτῷ ἀγωγά τε εἶναι οἷ λέγομεν καὶ μή, συνθεατὴς γενόμενος σύμφαθι ἢ ἄπειπε, ἵνα καὶ τοῦτο σαφέστερον ἴδωμεν εἰ ἔστιν οἷον μαντεύομαι.
因为对于我在自己心中区分为‘能引导到我们所说的地方’和‘不能引导’的东西,请你成为共同的观察者,并表示同意或反对,以便我们能更清楚地看到这是否如我所预料的那样。
δείκνυʼ, ἔφη.
” “请展示吧,”他说。
δείκνυμι δή, εἶπον, εἰ καθορᾷς, τὰ μὲν ἐν ταῖς αἰσθήσεσιν οὐ παρακαλοῦντα τὴν νόησιν εἰς ἐπίσκεψιν, ὡς ἱκανῶς ὑπὸ τῆς αἰσθήσεως κρινόμενα, τὰ δὲ παντάπασι διακελευόμενα ἐκείνην ἐπισκέψασθαι, ὡς τῆς αἰσθήσεως οὐδὲν ὑγιὲς ποιούσης.
“那么我展示了,”我说,“如果你能看清的话:在我们的感觉中,有些东西并不会召唤理智去进行考察,因为它们已被感觉充分地判断了;而另一些东西则完全敦促理智去进行考察,因为感觉没有产生任何健全的信息。
τὰ πόρρωθεν, ἔφη, φαινόμενα δῆλον ὅτι λέγεις καὶ τὰ ἐσκιαγραφημένα.
” “你显然是指,”他说,“那些从远处显现的东西和那些透视画出来的东西。
οὐ πάνυ, ἦν δʼ ἐγώ, ἔτυχες οὗ λέγω.
” “完全不是,”我说,“你没有猜中我的意思。
ποῖα μήν, ἔφη, λέγεις;
” “那么,你到底是指什么样的事情呢? ”他说。
τὰ μὲν οὐ παρακαλοῦντα, ἦν δʼ ἐγώ, ὅσα μὴ ἐκβαίνει εἰς ἐναντίαν αἴσθησιν ἅμα· τὰ δʼ ἐκβαίνοντα ὡς παρακαλοῦντα τίθημι, ἐπειδὰν ἡ αἴσθησις μηδὲν μᾶλλον τοῦτο ἢ τὸ ἐναντίον δηλοῖ, εἴτʼ ἐγγύθεν προσπίπτουσα εἴτε πόρρωθεν.
“那些不会召唤的,”我说,“是指所有不会同时走向相反感觉的东西;而那些走向相反感觉的东西,我则将它们归为召唤理智的东西,那就是当感觉无论是从近处还是从远处射入时,它对某一性质的显现并不比对其对立性质的显现更多。
ὧδε δὲ ἃ λέγω σαφέστερον εἴσῃ.
通过这种方式,你会更清楚地明白我的意思。
οὗτοί φαμεν τρεῖς ἂν εἶεν δάκτυλοι, ὅ τε σμικρότατος καὶ ὁ δεύτερος καὶ ὁ μέσος.
我们说,这可以是三根手指:最小的、第二根和中间的那根。
πάνυ γʼ, ἔφη.
” “确实如此,”他说。
ὡς ἐγγύθεν τοίνυν ὁρωμένους λέγοντός μου διανοοῦ.
“那么,请把它们想象成是在近处被观看的,正像我所说的那样。
ἀλλά μοι περὶ αὐτῶν τόδε σκόπει.
但是请为我考虑关于它们的这一点。
τὸ ποῖον;
” “哪一点?
δάκτυλος μέν που αὐτῶν φαίνεται ὁμοίως ἕκαστος, καὶ ταύτῃ γε οὐδὲν διαφέρει, ἐάντε ἐν μέσῳ ὁρᾶται ἐάντʼ ἐπʼ ἐσχάτῳ, ἐάντε λευκὸς ἐάντε μέλας, ἐάντε παχὺς ἐάντε λεπτός, καὶ πᾶν ὅτι τοιοῦτον.
” “它们中的每一根显然同样是一根手指,仅在这点上它们没有任何区别,无论它是被看作在中间还是在边缘,是白的还是黑的,是粗的还是细的,以及所有诸如此类的事情。
ἐν πᾶσι γὰρ τούτοις οὐκ ἀναγκάζεται τῶν πολλῶν ἡ ψυχὴ τὴν νόησιν ἐπερέσθαι τί ποτʼ ἐστὶ δάκτυλος· οὐδαμοῦ γὰρ ἡ ὄψις αὐτῇ ἅμα ἐσήμηνεν τὸ δάκτυλον τοὐναντίον ἢ δάκτυλον εἶναι.
因为在所有这些情况中,大多数人的灵魂并不被迫向理智追问手指到底是什么;因为视觉从来没有在向灵魂示意手指的同时,也示意它是手指的反面。
οὐ γὰρ οὖν, ἔφη.
” “确实没有,”他说。
οὐκοῦν, ἦν δʼ ἐγώ, εἰκότως τό γε τοιοῦτον νοήσεως οὐκ ἂν παρακλητικὸν οὐδʼ ἐγερτικὸν εἴη.
“那么,”我说,“自然而然地,这种事情就不会是理智的召唤者或唤醒者。
εἰκότως.
” “自然而然。
τί δὲ δή;
” “但是那又怎么样呢?
τὸ μέγεθος αὐτῶν καὶ τὴν σμικρότητα ἡ ὄψις ἆρα ἱκανῶς ὁρᾷ, καὶ οὐδὲν αὐτῇ διαφέρει ἐν μέσῳ τινὰ αὐτῶν κεῖσθαι ἢ ἐπʼ ἐσχάτῳ;
它们的伟大和渺小,视觉是否充分看清了呢? 对于视觉来说,它们中有一根放在中间还是边缘,真的没有区别吗?
καὶ ὡσαύτως πάχος καὶ λεπτότητα ἢ μαλακότητα καὶ σκληρότητα ἡ ἁφή;
触觉对于粗细、软硬也是如此吗?
καὶ αἱ ἄλλαι αἰσθήσεις ἆρʼ οὐκ ἐνδεῶς τὰ τοιαῦτα δηλοῦσιν; §7.524ἢ ὧδε ποιεῖ ἑκάστη αὐτῶν·
其他的感觉难道不也是不充分地表明这些事情吗?
πρῶτον μὲν ἡ ἐπὶ τῷ σκληρῷ τεταγμένη αἴσθησις ἠνάγκασται καὶ ἐπὶ τῷ μαλακῷ τετάχθαι, καὶ παραγγέλλει τῇ ψυχῇ ὡς ταὐτὸν σκληρόν τε καὶ μαλακὸν αἰσθανομένη;
” “或者它们中的每一根都是这样做的:首先,那被分配给‘硬’的感觉被迫也被分配给‘软’,并向灵魂报告它感知到同一件东西既是硬的又是软的?
οὕτως, ἔφη.
” “正是这样,”他说。
οὐκοῦν, ἦν δʼ ἐγώ, ἀναγκαῖον ἔν γε τοῖς τοιούτοις αὖ τὴν ψυχὴν ἀπορεῖν τί ποτε σημαίνει αὕτη ἡ αἴσθησις τὸ σκληρόν, εἴπερ τὸ αὐτὸ καὶ μαλακὸν λέγει, καὶ ἡ τοῦ κούφου καὶ ἡ τοῦ βαρέος, τί τὸ κοῦφον καὶ βαρύ, εἰ τό τε βαρὺ κοῦφον καὶ τὸ κοῦφον βαρὺ σημαίνει;
“那么,”我说,“在这种情况下,如果这门感觉对同一个东西也说是软的,灵魂就不可避免地会感到困惑:这门感觉所谓的‘硬’到底意味着什么? 同样地,关于‘轻’和‘重’的感觉,如果它把重暗示为轻,把轻暗示为重,灵魂也会困惑于轻和重是什么。
καὶ γάρ, ἔφη, αὗταί γε ἄτοποι τῇ ψυχῇ αἱ ἑρμηνεῖαι καὶ ἐπισκέψεως δεόμεναι.
” “是的,”他说,“这些向灵魂传达的信息确实很奇特,需要考察。
εἰκότως ἄρα, ἦν δʼ ἐγώ, ἐν τοῖς τοιούτοις πρῶτον μὲν πειρᾶται λογισμόν τε καὶ νόησιν ψυχὴ παρακαλοῦσα ἐπισκοπεῖν εἴτε ἓν εἴτε δύο ἐστὶν ἕκαστα τῶν εἰσαγγελλομένων.
” “因此,很自然地,”我说,“在这些情况下,灵魂首先尝试召唤计算和理智,来考察每一个被报告上来的东西是一个还是两个。
πῶς δʼ οὔ;
” “怎么会不呢?
οὐκοῦν ἐὰν δύο φαίνηται, ἕτερόν τε καὶ ἓν ἑκάτερον φαίνεται;
” “那么,如果显现为两个,每一个显现出来就是不同的一个,对吗?
ναί.
” “是的。
εἰ ἄρα ἓν ἑκάτερον, ἀμφότερα δὲ δύο, τά γε δύο κεχωρισμένα νοήσει· οὐ γὰρ ἂν ἀχώριστά γε δύο ἐνόει, ἀλλʼ ἕν.
” “如果每一个都是一个,而合起来是两个,灵魂就会在理智中将这两个看作是分离的;因为如果不分离,它就不会把它们看作两个,而是一个。
ὀρθῶς.
” “对。
μέγα μὴν καὶ ὄψις καὶ σμικρὸν ἑώρα, φαμέν, ἀλλʼ οὐ κεχωρισμένον ἀλλὰ συγκεχυμένον τι.
” “但是,我们说视觉也看到了大和小,但不是分离的,而是某种混杂在一起的东西。
ἦ γάρ;
是这样吗?
ναί.
” “是的。
διὰ δὲ τὴν τούτου σαφήνειαν μέγα αὖ καὶ σμικρὸν ἡ νόησις ἠναγκάσθη ἰδεῖν, οὐ συγκεχυμένα ἀλλὰ διωρισμένα, τοὐναντίον ἢ ʼκείνη.
” “而为了澄清这一点,理智被迫反过来去看大和小,不是混杂的而是区分开的,与那视觉相反。
ἀληθῆ.
” “真实。
οὐκοῦν ἐντεῦθέν ποθεν πρῶτον ἐπέρχεται ἐρέσθαι ἡμῖν τί οὖν ποτʼ ἐστὶ τὸ μέγα αὖ καὶ τὸ σμικρόν;
” “那么,难道不正是从这里,我们首先开始追问:那么,这个‘大’和‘小’到底是什么?
παντάπασι μὲν οὖν.
” “完全是这样。
καὶ οὕτω δὴ τὸ μὲν νοητόν, τὸ δʼ ὁρατὸν ἐκαλέσαμεν.
” “也正因为如此,我们把一方称为理智所能及的(可思考的),而把另一方称为视觉所能及的(可见的)。
ὀρθότατʼ, ἔφη.
” “极正确,”他说。
ταῦτα τοίνυν καὶ ἄρτι ἐπεχείρουν λέγειν, ὡς τὰ μὲν παρακλητικὰ τῆς διανοίας ἐστί, τὰ δʼ οὔ, ἃ μὲν εἰς τὴν αἴσθησιν ἅμα τοῖς ἐναντίοις ἑαυτοῖς ἐμπίπτει, παρακλητικὰ ὁριζόμενος, ὅσα δὲ μή, οὐκ ἐγερτικὰ τῆς νοήσεως.
“这就是我刚才试图说的,有些东西是思想的召唤者,有些则不是。 我把那些在落入感觉的同时也落入其对立面的东西定义为召唤者,而把所有不这样的定义为不唤醒理智的东西。
μανθάνω τοίνυν ἤδη, ἔφη, καὶ δοκεῖ μοι οὕτω.
” “我现在明白了,”他说,“而且我觉得确实如此。
τί οὖν; ἀριθμός τε καὶ τὸ ἓν ποτέρων δοκεῖ εἶναι;
” “那么,数和‘一’,你认为属于这两者中的哪一个呢?
οὐ συννοῶ, ἔφη.
” “我没有想明白,”他说。
ἀλλʼ ἐκ τῶν προειρημένων, ἔφην, ἀναλογίζου.
“但是,从刚才说过的那些话中去推导吧,”我说。
εἰ μὲν γὰρ ἱκανῶς αὐτὸ καθʼ αὑτὸ ὁρᾶται ἢ ἄλλῃ τινὶ αἰσθήσει λαμβάνεται τὸ ἕν, οὐκ ἂν ὁλκὸν εἴη ἐπὶ τὴν οὐσίαν, ὥσπερ ἐπὶ τοῦ δακτύλου ἐλέγομεν·
“因为,如果‘一’本身是能够单靠自身被充分看见,或者被其他某种感觉捕捉到的,它就不会是向着实在引拉的东西,正如我们刚才关于手指所说的那样。 ”

词汇与语法注释

  1. 523aὧν ζητοῦμεν — 关系代名词受先行词影响而同化的属格(Attraction),相当于 τούτων ἃ ζητοῦμεν。整句的主语是“我们所寻找的东西”,而 εἶναι 的表语(属格)则是 τῶν πρὸς τὴν νόησιν ἀγόντων(属于引导向理智的事物)。
  2. 523bὡς τῆς αἰσθήσεως οὐδὲν ὑγιὲς ποιούσης — 带有连词 ὡς 的属格独立结构。ὡς 表明了主观上的理由或看法(即灵魂认为“感觉没有带来任何健全的信息”)。
  3. 524cνοήσει — 此处不是名词 νόησις 的单数与格,而是动词 νοέω 的将来时直说法语态第三人称单数,主语承前,仍为 ψυχή(灵魂)。
  4. 524dἅμα τοῖς ἐναντίοις ἑαυτοῖς — 反身代词 ἑαυτοῖς(它们自身)指代关系代词 ἃ,并受支配与格的形容词 ἐναντίοις 的修饰。意思是“与它们自身的对立面同时”,指单一的感觉刺激同时呈现出相反的两种性质。

引用这一段

柏拉图, 理想国 §7.523-7.524. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:7.523-7.524

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。