§7.525εἰ δʼ ἀεί τι αὐτῷ ἅμα ὁρᾶται ἐναντίωμα, ὥστε μηδὲν μᾶλλον ἓν ἢ καὶ τοὐναντίον φαίνεσθαι, τοῦ ἐπικρινοῦντος δὴ δέοι ἂν ἤδη καὶ ἀναγκάζοιτʼ ἂν ἐν αὐτῷ ψυχὴ ἀπορεῖν καὶ ζητεῖν, κινοῦσα ἐν ἑαυτῇ τὴν ἔννοιαν, καὶ ἀνερωτᾶν τί ποτέ ἐστιν αὐτὸ τὸ ἕν, καὶ οὕτω τῶν ἀγωγῶν ἂν εἴη καὶ μεταστρεπτικῶν ἐπὶ τὴν τοῦ ὄντος θέαν ἡ περὶ τὸ ἓν μάθησις.
“但是,如果在‘一’本身中,总是同时看到某种对立的性质,以至于它显现为‘一’并不比显现为其对立面更多,那么此时就需要某种能够做出裁判的东西,而灵魂在其中也会被迫感到困惑并进行探求,在自身中唤起思考,并进一步追问:‘一’本身到底是什么? 这样,关于‘一’的学习,就会是那些引导并使人转向对‘实在’之观照的事物之一了。
ἀλλὰ μέντοι, ἔφη, τοῦτό γʼ ἔχει οὐχ ἥκιστα ἡ περὶ αὐτὸ ὄψις· ἅμα γὰρ ταὐτὸν ὡς ἕν τε ὁρῶμεν καὶ ὡς ἄπειρα τὸ πλῆθος.
” “然而,”他说,“关于它本身的视觉确实特别具有这种性质;因为我们同时看到相同的东西既是‘一’,又是数量上的无限。
οὐκοῦν εἴπερ τὸ ἕν, ἦν δʼ ἐγώ, καὶ σύμπας ἀριθμὸς ταὐτὸν πέπονθε τοῦτο;
” “那么,如果‘一’是这样,”我说,“是不是所有的数也同样经历了这种情况呢?
πῶς δʼ οὔ;
” “怎么会不呢?
ἀλλὰ μὴν λογιστική τε καὶ ἀριθμητικὴ περὶ ἀριθμὸν πᾶσα.
” “但是,计算术和数论完全是关于数的。
καὶ μάλα.
” “确实如此。
ταῦτα δέ γε φαίνεται ἀγωγὰ πρὸς ἀλήθειαν.
” “而这些事物看来确实是引导向真理的。
ὑπερφυῶς μὲν οὖν.
” “极其如此。
ὧν ζητοῦμεν ἄρα, ὡς ἔοικε, μαθημάτων ἂν εἴη· πολεμικῷ μὲν γὰρ διὰ τὰς τάξεις ἀναγκαῖον μαθεῖν ταῦτα, φιλοσόφῳ δὲ διὰ τὸ τῆς οὐσίας ἁπτέον εἶναι γενέσεως ἐξαναδύντι, ἢ μηδέποτε λογιστικῷ γενέσθαι.
” “因此,看来它们应该属于我们所寻找的学科;因为对于军人来说,为了排兵布阵必须学习这些,而对于哲学家来说,因为必须从‘生成’中升华出来去触及‘实在’,否则就永远无法掌握计算。
ἔστι ταῦτʼ, ἔφη.
” “是这样,”他说。
ὁ δέ γε ἡμέτερος φύλαξ πολεμικός τε καὶ φιλόσοφος τυγχάνει ὤν.
“而我们的守护者恰好既是军人又是哲学家。
τί μήν;
” “当然。
προσῆκον δὴ τὸ μάθημα ἂν εἴη, ὦ Γλαύκων, νομοθετῆσαι καὶ πείθειν τοὺς μέλλοντας ἐν τῇ πόλει τῶν μεγίστων μεθέξειν ἐπὶ λογιστικὴν ἰέναι καὶ ἀνθάπτεσθαι αὐτῆς μὴ ἰδιωτικῶς, ἀλλʼ ἕως ἂν ἐπὶ θέαν τῆς τῶν ἀριθμῶν φύσεως ἀφίκωνται τῇ νοήσει αὐτῇ, οὐκ ὠνῆς οὐδὲ πράσεως χάριν ὡς ἐμπόρους ἢ καπήλους μελετῶντας, ἀλλʼ ἕνεκα πολέμου τε καὶ αὐτῆς τῆς ψυχῆς ῥᾳστώνης μεταστροφῆς ἀπὸ γενέσεως ἐπʼ ἀλήθειάν τε καὶ οὐσίαν.
” “那么,格劳孔,我们应该立法规定这门学科,并说服那些将要在城邦中参与最重大事务的人走向计算术,并且不是以业余的方式、而是直到他们通过纯粹的理智本身达到对数之本性的观照为止去钻研它;这不是为了像商人和小贩那样为了买卖而练习,而是为了战争,以及为了使灵魂本身更容易从‘生成’转向‘真理与实在’。
κάλλιστʼ, ἔφη, λέγεις.
” “你说的太美了,”他说。
καὶ μήν, ἦν δʼ ἐγώ, νῦν καὶ ἐννοῶ, ῥηθέντος τοῦ περὶ τοὺς λογισμοὺς μαθήματος, ὡς κομψόν ἐστι καὶ πολλαχῇ χρήσιμον ἡμῖν πρὸς ὃ βουλόμεθα, ἐὰν τοῦ γνωρίζειν ἕνεκά τις αὐτὸ ἐπιτηδεύῃ ἀλλὰ μὴ τοῦ καπηλεύειν.
“而且,”我说,“现在计算这门学科被提出来之后,我也意识到它是多么高雅,在许多方面对我们的目标多么有用,只要人们是为了认识它、而不是为了像小贩那样做买卖而钻研它。
πῇ δή;
” “这到底表现在哪里呢?
ἔφη.
”他说。
τοῦτό γε, ὃ νυνδὴ ἐλέγομεν, ὡς σφόδρα ἄνω ποι ἄγει τὴν ψυχὴν καὶ περὶ αὐτῶν τῶν ἀριθμῶν ἀναγκάζει διαλέγεσθαι, οὐδαμῇ ἀποδεχόμενον ἐάν τις αὐτῇ ὁρατὰ ἢ ἁπτὰ σώματα ἔχοντας ἀριθμοὺς προτεινόμενος διαλέγηται.
“正是在于我们刚才所说的,它极其强烈地把灵魂向上引导,并迫使它讨论数本身,而如果有人在讨论时向灵魂展示那些具有可见或可触实体的数,它是绝对不接受的。
οἶσθα γάρ που τοὺς περὶ ταῦτα δεινοὺς αὖ ὡς, ἐάν τις αὐτὸ τὸ ἓν ἐπιχειρῇ τῷ λόγῳ τέμνειν, καταγελῶσί τε καὶ οὐκ ἀποδέχονται, ἀλλʼ ἐὰν σὺ κερματίζῃς αὐτό, ἐκεῖνοι πολλαπλασιοῦσιν, εὐλαβούμενοι μή ποτε φανῇ τὸ ἓν μὴ ἓν ἀλλὰ πολλὰ μόρια.
因为你大概知道那些精于此道的人,如果有人试图在言路中分割‘一’本身,他们会嘲笑并且不予接受;但如果你把它切碎,他们就会把它加倍,以防‘一’在任何时候显得不是‘一’而是许多部分。
ἀληθέστατα, ἔφη, λέγεις.
” “你说的太对了,”他说。