Humanitext Reader

柏拉图 · 理想国 §7.521-7.522

作为统治者首要学问的数与计算

第 102 段,共 153 段 · 希腊语

内容简介

苏格拉底阐明,为了培养合格的统治者,需要一种将灵魂从生成变化转向实在的教育,并提出“数与计算”作为第一门此类学问。

§7.521οὕτω γὰρ ἔχει, ἦν δʼ ἐγώ, ὦ ἑταῖρε·
“因为事实就是这样,”我说,“朋友。
εἰ μὲν βίον ἐξευρήσεις ἀμείνω τοῦ ἄρχειν τοῖς μέλλουσιν ἄρξειν, ἔστι σοι δυνατὴ γενέσθαι πόλις εὖ οἰκουμένη·
如果你能为未来的统治者找到一种比统治更好的生活,那么你就能拥有一个治理良好的城邦。
ἐν μόνῃ γὰρ αὐτῇ ἄρξουσιν οἱ τῷ ὄντι πλούσιοι, οὐ χρυσίου ἀλλʼ οὗ δεῖ τὸν εὐδαίμονα πλουτεῖν, ζωῆς ἀγαθῆς τε καὶ ἔμφρονος.
因为只有在这样的城邦里,真正富有的人才会进行统治——不是在黄金上富有,而是在一个幸福的人必须富有的东西上,即美好而明智的生活。
εἰ δὲ πτωχοὶ καὶ πεινῶντες ἀγαθῶν ἰδίων ἐπὶ τὰ δημόσια ἴασιν, ἐντεῦθεν οἰόμενοι τἀγαθὸν δεῖν ἁρπάζειν, οὐκ ἔστι·
但如果那些在个人利益上贫穷和饥饿的人去参与公共事务,以为必须从那里夺取好处,那就不可能。
περιμάχητον γὰρ τὸ ἄρχειν γιγνόμενον, οἰκεῖος ὢν καὶ ἔνδον ὁ τοιοῦτος πόλεμος αὐτούς τε ἀπόλλυσι καὶ τὴν ἄλλην πόλιν.
因为当统治权成为争夺的对象时,这种内战由于是内部且在家庭里的,不仅会毁灭他们自身,也会毁灭整个城邦。
ἀληθέστατα, ἔφη.
” “最真实不过了,”他说。
ἔχεις οὖν, ἦν δʼ ἐγώ, βίον ἄλλον τινὰ πολιτικῶν ἀρχῶν καταφρονοῦντα ἢ τὸν τῆς ἀληθινῆς φιλοσοφίας;
“那么,”我说,“除了真正的哲学生活之外,你还知道有任何其他轻视政治统治的生活吗?
οὐ μὰ τὸν Δία, ἦ δʼ ὅς.
” “不,凭宙斯起誓,没有,”他说。
ἀλλὰ μέντοι δεῖ γε μὴ ἐραστὰς τοῦ ἄρχειν ἰέναι ἐπʼ αὐτό·
“然而,那些不恋慕统治权的人必须去进行统治;否则,竞争对手们就会互相争斗。
εἰ δὲ μή, οἵ γε ἀντερασταὶ μαχοῦνται.
” “怎么会不这样呢?
πῶς δʼ οὔ; τίνας οὖν ἄλλους ἀναγκάσεις ἰέναι ἐπὶ φυλακὴν τῆς πόλεως ἢ οἳ περὶ τούτων τε φρονιμώτατοι διʼ ὧν ἄριστα πόλις οἰκεῖται, ἔχουσί τε τιμὰς ἄλλας καὶ βίον ἀμείνω τοῦ πολιτικοῦ;
” “那么,除了那些对如何使城邦治理得最好最明智、并且拥有其他荣誉和比政治生活更好的生活的人之外,你还能强迫谁去守护城邦呢?
οὐδένας ἄλλους, ἔφη.
” “没有其他人,”他说。
βούλει οὖν τοῦτʼ ἤδη σκοπῶμεν, τίνα τρόπον οἱ τοιοῦτοι ἐγγενήσονται, καὶ πῶς τις ἀνάξει αὐτοὺς εἰς φῶς, ὥσπερ ἐξ Ἅιδου λέγονται δή τινες εἰς θεοὺς ἀνελθεῖν;
“那么,你愿意我们现在就来探讨一下,这样的人将如何产生,以及如何把他们引向光明,就像传说中有些人从冥府升到神明那里一样吗?
πῶς γὰρ οὐ βούλομαι;
” “怎么会不愿意呢?
ἔφη.
”他说。
τοῦτο δή, ὡς ἔοικεν, οὐκ ὀστράκου ἂν εἴη περιστροφή, ἀλλὰ ψυχῆς περιαγωγὴ ἐκ νυκτερινῆς τινος ἡμέρας εἰς ἀληθινήν, τοῦ ὄντος οὖσαν ἐπάνοδον, ἣν δὴ φιλοσοφίαν ἀληθῆ φήσομεν εἶναι.
“这看起来,确实不是掷贝壳的游戏,而是灵魂从某种夜一般的白昼转向真正的白昼,这是向着实在的上升,我们称之为真正的哲学。
πάνυ μὲν οὖν.
” “完全是这样。
οὐκοῦν δεῖ σκοπεῖσθαι τί τῶν μαθημάτων ἔχει τοιαύτην δύναμιν;
” “那么,我们难道不应该探讨哪一种学问具有这样的力量吗?
πῶς γὰρ οὔ;
” “怎么会不应该呢?
τί ἂν οὖν εἴη, ὦ Γλαύκων, μάθημα ψυχῆς ὁλκὸν ἀπὸ τοῦ γιγνομένου ἐπὶ τὸ ὄν;
” “那么,格劳孔,什么学问能够把灵魂从生成变化的事物拉向实在的事物呢?
τόδε δʼ ἐννοῶ λέγων ἅμα· οὐκ ἀθλητὰς μέντοι πολέμου ἔφαμεν τούτους ἀναγκαῖον εἶναι νέους ὄντας;
我在说这话的同时也在思考:我们不是说过,这些人年轻时必须是战争的战士吗?
ἔφαμεν γάρ.
” “是的,我们说过。
δεῖ ἄρα καὶ τοῦτο προσέχειν τὸ μάθημα ὃ ζητοῦμεν πρὸς ἐκείνῳ.
” “那么,我们所寻找的这门学问,除了那一性质之外,还必须具备这一性质。
τὸ ποῖον;
” “哪一种性质?
μὴ ἄχρηστον πολεμικοῖς ἀνδράσιν εἶναι.
” “对战争之人不是无用的。
δεῖ μέντοι, ἔφη, εἴπερ οἷόν τε.
” “如果可能的话,确实必须如此,”他说。
γυμναστικῇ μὴν καὶ μουσικῇ ἔν γε τῷ πρόσθεν ἐπαιδεύοντο ἡμῖν.
“不过,他们之前是由我们用体育和音乐培养起来的。
ἦν ταῦτα, ἔφη.
” “是的,”他说。
καὶ γυμναστικὴ μέν που περὶ γιγνόμενον καὶ ἀπολλύμενον τετεύτακεν· σώματος γὰρ αὔξης καὶ φθίσεως.
“而体育,我想,是关于生成和消灭之物的,因为它掌管身体的生长和衰退。
ἐπιστατεῖ. φαίνεται.
” “看起来是这样。
τοῦτο μὲν δὴ οὐκ ἂν εἴη ὃ ζητοῦμεν μάθημα.
” “那么,这绝不会是我们正在寻找的学问。
§7.522οὐ γάρ.
” “确实不是。
ἀλλʼ ἆρα μουσικὴ ὅσην τὸ πρότερον διήλθομεν;
” “那么,是像我们之前详细探讨过的那种音乐吗?
ἀλλʼ ἦν ἐκείνη γʼ, ἔφη, ἀντίστροφος τῆς γυμναστικῆς, εἰ μέμνησαι, ἔθεσι παιδεύουσα τοὺς φύλακας, κατά τε ἁρμονίαν εὐαρμοστίαν τινά, οὐκ ἐπιστήμην, παραδιδοῦσα, καὶ κατὰ ῥυθμὸν εὐρυθμίαν, ἔν τε τοῖς λόγοις ἕτερα τούτων ἀδελφὰ ἔθη ἄττα ἔχουσα, καὶ ὅσοι μυθώδεις τῶν λόγων καὶ ὅσοι ἀληθινώτεροι ἦσαν·
” “但是,如果你还记得的话,”他说,“那种音乐是与体育相对应的,它通过习惯来教育守护者,通过和谐传授某种协调的品质,而不是知识,通过节奏传授协调的节奏,并且在言论中含有其他与这些同类的习惯,无论这些言论是神话故事还是较为真实的话语。
μάθημα δὲ πρὸς τοιοῦτόν τι ἄγον, οἷον σὺ νῦν ζητεῖς, οὐδὲν ἦν ἐν αὐτῇ.
但是,能把灵魂引向你现在所寻找的那种方向的学问,在音乐中根本没有。
ἀκριβέστατα, ἦν δʼ ἐγώ, ἀναμιμνῄσκεις με·
” “极其精确,”我说,“你提醒了我。
τῷ γὰρ ὄντι τοιοῦτον οὐδὲν εἶχεν.
因为事实上,它确实不包含任何这类东西。
ἀλλʼ, ὦ δαιμόνιε Γλαύκων, τί ἂν εἴη τοιοῦτον;
但是,神奇的格劳孔,能有什么是这一类的呢?
αἵ τε γὰρ τέχναι βάναυσοί που ἅπασαι ἔδοξαν εἶναι— πῶς δʼ οὔ;
因为诸种技术似乎都是鄙俗的。
καὶ μὴν τί ἔτʼ ἄλλο λείπεται μάθημα, μουσικῆς καὶ γυμναστικῆς καὶ τῶν τεχνῶν κεχωρισμένον;
” “怎么会不呢?
φέρε, ἦν δʼ ἐγώ, εἰ μηδὲν ἔτι ἐκτὸς τούτων ἔχομεν λαβεῖν, τῶν ἐπὶ πάντα τεινόντων τι λάβωμεν.
但是,除了音乐、体育和诸种技术之外,还剩下什么学问呢?
τὸ ποῖον;
” “来吧,”我说,“如果我们在这之外没有任何东西可以选取,就让我们选取在一切事物中都通用的某种东西吧。
οἷον τοῦτο τὸ κοινόν, ᾧ πᾶσαι προσχρῶνται τέχναι τε καὶ διάνοιαι καὶ ἐπιστῆμαι—ὃ καὶ παντὶ ἐν πρώτοις ἀνάγκη μανθάνειν.
” “那是哪种东西?
τὸ ποῖον;
” “例如这个共同的东西,所有的技术、思考和科学都在使用它——这也是每个人首先必须学习的。
ἔφη.
” “那是哪种东西?
τὸ φαῦλον τοῦτο, ἦν δʼ ἐγώ, τὸ ἕν τε καὶ τὰ δύο καὶ τὰ τρία διαγιγνώσκειν·
”他说。
λέγω δὲ αὐτὸ ἐν κεφαλαίῳ ἀριθμόν τε καὶ λογισμόν.
“这个平凡的东西,”我说,“辨别一、二和三。
ἢ οὐχ οὕτω περὶ τούτων ἔχει, ὡς πᾶσα τέχνη τε καὶ ἐπιστήμη ἀναγκάζεται αὐτῶν μέτοχος γίγνεσθαι;
简而言之,我称之为数和计算。
καὶ μάλα, ἔφη.
难道关于这些,情况不是这样吗:每一种技术和科学都不得不分享它们?
οὐκοῦν, ἦν δʼ ἐγώ, καὶ ἡ πολεμική;
” “非常对,”他说。
πολλή, ἔφη, ἀνάγκη.
“那么,”我说,“军事也是吗?
παγγέλοιον γοῦν, ἔφην, στρατηγὸν Ἀγαμέμνονα ἐν ταῖς τραγῳδίαις Παλαμήδης ἑκάστοτε ἀποφαίνει.
” “非常必要,”他说。
ἢ οὐκ ἐννενόηκας ὅτι φησὶν ἀριθμὸν εὑρὼν τάς τε τάξεις τῷ στρατοπέδῳ καταστῆσαι ἐν Ἰλίῳ καὶ ἐξαριθμῆσαι ναῦς τε καὶ τἆλλα πάντα, ὡς πρὸ τοῦ ἀναριθμήτων ὄντων καὶ τοῦ Ἀγαμέμνονος, ὡς ἔοικεν, οὐδʼ ὅσους πόδας εἶχεν εἰδότος, εἴπερ ἀριθμεῖν μὴ ἠπίστατο;
“无论如何,”我说,“悲剧中的帕拉墨得斯每次都把将领阿伽门农表现得极其可笑。
καίτοι ποῖόν τινʼ αὐτὸν οἴει στρατηγὸν εἶναι;
你难道没有注意到,他说自己发明了数之后,在伊利翁为军队排兵布阵,并清点了船只和所有其他东西,仿佛在此之前这些都是未被计算过的,而阿伽门农,正如所看起来的,如果不会计算,甚至不知道自己有多少只脚?
ἄτοπόν τινʼ, ἔφη, ἔγωγε, εἰ ἦν τοῦτʼ ἀληθές.
然而,你认为他是个怎样的将领呢?
ἄλλο τι οὖν, ἦν δʼ ἐγώ, μάθημα ἀναγκαῖον πολεμικῷ ἀνδρὶ θήσομεν λογίζεσθαί τε καὶ ἀριθμεῖν δύνασθαι;
” “如果这是真的,那可真是一个荒谬的将领,”他说。
πάντων γʼ, ἔφη, μάλιστα, εἰ καὶ ὁτιοῦν μέλλει τάξεων ἐπαΐειν, μᾶλλον δʼ εἰ καὶ ἄνθρωπος ἔσεσθαι.
“那么,”我说,“我们是否应该把能够计算和数数的能力,设定为战争之人所必需的学问?
ἐννοεῖς οὖν, εἶπον, περὶ τοῦτο τὸ μάθημα ὅπερ ἐγώ;
” “最必要不过了,”他说,“如果他想要对排兵布阵有一点点理解,或者更确切地说,如果他想要成为一个人。
τὸ ποῖον;
” “那么,你对这门学问的看法是否和我一样? ” “是哪种看法? ”

词汇与语法注释

  1. 521aοὐ χρυσίου ἀλλʼ οὗ δεῖ τὸν εὐδαίμονα πλουτεῖν, ζωῆς ἀγαθῆς τε καὶ ἔμφρονος — οὗ 是关系代名词,省去了先行词,受动词不定式 πλουτεῖν(富于)支配。ζωῆς ἀγαθῆς τε καὶ ἔμφρονος 是 οὗ 的同位语,具体解释了一个幸福的人所必须拥有的真正“财富”。
  2. 521cτοῦτο δή, ὡς ἔοικεν, οὐκ ὀστράκου ἂν εἴη περιστροφή, ἀλλὰ ψυχῆς περιαγωγὴ — ὀστράκου περιστροφή(掷贝壳)是源自古希腊儿童游戏(Ostrakinda)的惯用语,意指基于偶然或运气的瞬间转变。与此相对,ψυχῆς περιαγωγὴ(灵魂的转动/转向)则意味着渐进且根本的方向转变。
  3. 522aἔθεσι παιδεύουσα τοὺς φύλακας, κατά τε ἁρμονίαν εὐαρμοστίαν τινά, οὐκ ἐπιστήμην, παραδιδοῦσα — παιδεύουσα 和 παραδιδοῦσα 都是修饰主语 ἐκείνη(音乐)的分词。这一结构强调,音乐教育仅限于通过习惯(ἔθη)和和谐的姿态(εὐαρμοστία)来塑造性格,而非传授知识(ἐπιστήμη)。
  4. 522dὡς πρὸ τοῦ ἀναριθμήτων ὄντων — ἀναριθμήτων ὄντων 是属格独立结构。连词 ὡς 的加入表明,这是悲剧作家帕拉墨得斯在剧中所陈述的主观理由或前提。

引用这一段

柏拉图, 理想国 §7.521-7.522. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:7.521-7.522

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。