§7.517τὰς δὲ δὴ σκιὰς ἐκείνας πάλιν εἰ δέοι αὐτὸν γνωματεύοντα διαμιλλᾶσθαι τοῖς ἀεὶ δεσμώταις ἐκείνοις, ἐν ᾧ ἀμβλυώττει, πρὶν καταστῆναι τὰ ὄμματα, οὗτος δʼ ὁ χρόνος μὴ πάνυ ὀλίγος εἴη τῆς συνηθείας, ἆρʼ οὐ γέλωτʼ ἂν παράσχοι, καὶ λέγοιτο ἂν περὶ αὐτοῦ ὡς ἀναβὰς ἄνω διεφθαρμένος ἥκει τὰ ὄμματα, καὶ ὅτι οὐκ ἄξιον οὐδὲ πειρᾶσθαι ἄνω ἰέναι;
“如果,在眼睛尚未适应、视力仍觉模糊的时候——而这段适应的时间绝不会太短——他又必须在辨识那些影子时与那些始终处于囚禁状态的人竞争,难道他不会成为笑柄吗? 人们难道不会说他,因为上了高处,回来时眼睛已经坏了,所以甚至不值得尝试到上面去吗?
καὶ τὸν ἐπιχειροῦντα λύειν τε καὶ ἀνάγειν, εἴ πως ἐν ταῖς χερσὶ δύναιντο λαβεῖν καὶ ἀποκτείνειν, ἀποκτεινύναι ἄν;
而至于那个试图释放他们并引领他们向上的人,如果他们能够设法亲手抓住他并杀了他,他们难道不会杀了他吗?
σφόδρα γʼ, ἔφη.
” “完全会这样,”他说。
ταύτην τοίνυν, ἦν δʼ ἐγώ, τὴν εἰκόνα, ὦ φίλε Γλαύκων, προσαπτέον ἅπασαν τοῖς ἔμπροσθεν λεγομένοις, τὴν μὲν διʼ ὄψεως φαινομένην ἕδραν τῇ τοῦ δεσμωτηρίου οἰκήσει ἀφομοιοῦντα, τὸ δὲ τοῦ πυρὸς ἐν αὐτῇ φῶς τῇ τοῦ ἡλίου δυνάμει·
“那么,亲爱的格劳孔,”我说,“必须把这整个比喻应用于前面所说的话:把通过视觉显现的领域比作囚牢的住所,而把其中火的光芒比作太阳的力量。
τὴν δὲ ἄνω ἀνάβασιν καὶ θέαν τῶν ἄνω τὴν εἰς τὸν νοητὸν τόπον τῆς ψυχῆς ἄνοδον τιθεὶς οὐχ ἁμαρτήσῃ τῆς γʼ ἐμῆς ἐλπίδος, ἐπειδὴ ταύτης ἐπιθυμεῖς ἀκούειν.
而如果你把向上的攀登以及对上方事物的观照,视作灵魂向着理智领域的上升,你就不会辜负我的期望,因为这正是你渴望听到的。
θεὸς δέ που οἶδεν εἰ ἀληθὴς οὖσα τυγχάνει.
至于它是否恰好是真实的,恐怕只有神才知道。
τὰ δʼ οὖν ἐμοὶ φαινόμενα οὕτω φαίνεται, ἐν τῷ γνωστῷ τελευταία ἡ τοῦ ἀγαθοῦ ἰδέα καὶ μόγις ὁρᾶσθαι, ὀφθεῖσα δὲ συλλογιστέα εἶναι ὡς ἄρα πᾶσι πάντων αὕτη ὀρθῶν τε καὶ καλῶν αἰτία, ἔν τε ὁρατῷ φῶς καὶ τὸν τούτου κύριον τεκοῦσα, ἔν τε νοητῷ αὐτὴ κυρία ἀλήθειαν καὶ νοῦν παρασχομένη, καὶ ὅτι δεῖ ταύτην ἰδεῖν τὸν μέλλοντα ἐμφρόνως πράξειν ἢ ἰδίᾳ ἢ δημοσίᾳ.
但无论如何,在我看来,情况是这样的:在可知领域中,善的理念是最后被看见的,而且是极其艰难地被看见的;而一旦它被看见,就必须推论出:对于所有人而言,它正是所有正确和美好事物的因由,在可见领域中它生产了光及其主宰,在理智领域中它自己作为主宰提供了真理与理智,并且,凡是想要在私人或公共生活中明智行动的人,都必须看见这理念。
συνοίομαι, ἔφη, καὶ ἐγώ, ὅν γε δὴ τρόπον δύναμαι.
” “我同意,”他说,“至少以我所能理解的方式。
ἴθι τοίνυν, ἦν δʼ ἐγώ, καὶ τόδε συνοιήθητι καὶ μὴ θαυμάσῃς ὅτι οἱ ἐνταῦθα ἐλθόντες οὐκ ἐθέλουσιν τὰ τῶν ἀνθρώπων πράττειν, ἀλλʼ ἄνω ἀεὶ ἐπείγονται αὐτῶν αἱ ψυχαὶ διατρίβειν· εἰκὸς γάρ που οὕτως, εἴπερ αὖ κατὰ τὴν προειρημένην εἰκόνα τοῦτʼ ἔχει.
” “那么,去吧,”我说,“也同意这一点,并且不要惊讶于那些来到这里的人不愿参与人类的事物,而是他们的灵魂始终急于在上方度过时光;因为这恐怕是理所当然的,如果根据前面提到的比喩确实是这样的话。
εἰκὸς μέντοι, ἔφη.
” “确实是理所当然的,”他说。
τί δέ; τόδε οἴει τι θαυμαστόν, εἰ ἀπὸ θείων, ἦν δʼ ἐγώ, θεωριῶν ἐπὶ τὰ ἀνθρώπειά τις ἐλθὼν κακὰ ἀσχημονεῖ τε καὶ φαίνεται σφόδρα γελοῖος ἔτι ἀμβλυώττων καὶ πρὶν ἱκανῶς συνήθης γενέσθαι τῷ παρόντι σκότῳ ἀναγκαζόμενος ἐν δικαστηρίοις ἢ ἄλλοθί που ἀγωνίζεσθαι περὶ τῶν τοῦ δικαίου σκιῶν ἢ ἀγαλμάτων ὧν αἱ σκιαί, καὶ διαμιλλᾶσθαι περὶ τούτου, ὅπῃ ποτὲ ὑπολαμβάνεται ταῦτα ὑπὸ τῶν αὐτὴν δικαιοσύνην μὴ πώποτε ἰδόντων;
“还有,这难道是什么令人惊讶的事吗,”我说,“如果某人从神圣的观照回到人世的苦难中,在视力依然模糊、尚未充分适应眼前的黑暗时,就被迫在法庭或其他地方,为正义的‘影子’或那些产生影子的‘雕像’进行争辩,并与那些从未见过正义本身的人,就这些事物在何种意义上被理解而进行竞争,以至于表现得举止失态并显得极为可笑?
οὐδʼ ὁπωστιοῦν θαυμαστόν, ἔφη.
” “一点也不令人惊讶,”他说。
§7.518ἀλλʼ εἰ νοῦν γε ἔχοι τις, ἦν δʼ ἐγώ, μεμνῇτʼ ἂν ὅτι διτταὶ καὶ ἀπὸ διττῶν γίγνονται ἐπιταράξεις ὄμμασιν, ἔκ τε φωτὸς εἰς σκότος μεθισταμένων καὶ ἐκ σκότους εἰς φῶς.
“但是,如果一个人有理智的话,”我说,“他会记得:眼睛的混乱产生于两种情况,也来自两种原因:既有从光亮处转入黑暗时,也有从黑暗处转入光亮时。
ταὐτὰ δὲ ταῦτα νομίσας γίγνεσθαι καὶ περὶ ψυχήν, ὁπότε ἴδοι θορυβουμένην τινὰ καὶ ἀδυνατοῦσάν τι καθορᾶν, οὐκ ἂν ἀλογίστως γελῷ, ἀλλʼ ἐπισκοποῖ ἂν πότερον ἐκ φανοτέρου βίου ἥκουσα ὑπὸ ἀηθείας ἐσκότωται, ἢ ἐξ ἀμαθίας πλείονος εἰς φανότερον ἰοῦσα ὑπὸ λαμπροτέρου μαρμαρυγῆς ἐμπέπλησται, καὶ οὕτω δὴ τὴν μὲν εὐδαιμονίσειεν ἂν τοῦ πάθους τε καὶ βίου, τὴν δὲ ἐλεήσειεν, καὶ εἰ γελᾶν ἐπʼ αὐτῇ βούλοιτο, ἧττον ἂν καταγέλαστος ὁ γέλως αὐτῷ εἴη ἢ ὁ ἐπὶ τῇ ἄνωθεν ἐκ φωτὸς ἡκούσῃ.
如果他认为这些相同的事情也发生在灵魂上,那么每当他看到某个灵魂处于混乱、无法看清任何事物时,他就不会无理智地发笑,而是会去考察:它是从更明亮的生活中来,因不习惯而变得黑暗,还是从更大的无知走向更明亮的生活,因更耀眼的光芒闪烁而被充斥(眩晕);并且如此一来,他就会为前者的经历和生活感到庆幸,而怜悯后者;如果他想要取笑这后者,他的笑声对他自己而言,也会比取笑那个从上方光亮处回来的灵魂更少些可笑。
καὶ μάλα, ἔφη, μετρίως λέγεις.
” “非常确实,”他说,“你说得十分合情合理。
δεῖ δή, εἶπον, ἡμᾶς τοιόνδε νομίσαι περὶ αὐτῶν, εἰ ταῦτʼ ἀληθῆ· τὴν παιδείαν οὐχ οἵαν τινὲς ἐπαγγελλόμενοί φασιν εἶναι τοιαύτην καὶ εἶναι.
” “因此,”我说,“如果这些是真实的,我们就必须对它们抱有这样的看法:教育并不像某些宣称传授它的人所说的那样。
φασὶ δέ που οὐκ ἐνούσης ἐν τῇ ψυχῇ ἐπιστήμης σφεῖς ἐντιθέναι, οἷον τυφλοῖς ὀφθαλμοῖς ὄψιν ἐντιθέντες.
我想,他们大概是说,在灵魂中并不存在知识的情况下,由他们把知识灌输进去,就像把视力灌输给失明的双眼一样。
φασὶ γὰρ οὖν, ἔφη.
” “他们确实是这样说的,”他说。
ὁ δέ γε νῦν λόγος, ἦν δʼ ἐγώ, σημαίνει ταύτην τὴν ἐνοῦσαν ἑκάστου δύναμιν ἐν τῇ ψυχῇ καὶ τὸ ὄργανον ᾧ καταμανθάνει ἕκαστος, οἷον εἰ ὄμμα μὴ δυνατὸν ἦν ἄλλως ἢ σὺν ὅλῳ τῷ σώματι στρέφειν πρὸς τὸ φανὸν ἐκ τοῦ σκοτώδους, οὕτω σὺν ὅλῃ τῇ ψυχῇ ἐκ τοῦ γιγνομένου περιακτέον εἶναι, ἕως ἂν εἰς τὸ ὂν καὶ τοῦ ὄντος τὸ φανότατον δυνατὴ γένηται ἀνασχέσθαι θεωμένη· τοῦτο δʼ εἶναί φαμεν τἀγαθόν.
“然而,我们现在的论证,”我说,“表明了每个人灵魂中都已然存在着这种能力,以及每个人用以学习的器官。 就像如果眼睛除了同整个身体一起之外,无法从黑暗转向光明一样,我们也必须同整个灵魂一起,将它从生成的世界转动过来,直到它能够耐受对‘存在’以及‘存在’中最明亮之物的观照;而我们说,这最明亮之物就是善。
ἦ γάρ;
难道不是吗?
ναί.
” “是的。
τούτου τοίνυν, ἦν δʼ ἐγώ, αὐτοῦ τέχνη ἂν εἴη, τῆς περιαγωγῆς, τίνα τρόπον ὡς ῥᾷστά τε καὶ ἀνυσιμώτατα μεταστραφήσεται, οὐ τοῦ ἐμποιῆσαι αὐτῷ τὸ ὁρᾶν, ἀλλʼ ὡς ἔχοντι μὲν αὐτό, οὐκ ὀρθῶς δὲ τετραμμένῳ οὐδὲ βλέποντι οἷ ἔδει, τοῦτο διαμηχανήσασθαι.
” “那么,针对这件事情本身,”我说,“应当有一种技术,即‘转动’的技术:以何种方式能让它最容易、最有效地转变过来;这并非为了在其中灌输视力,而是因为相信它虽已有视力,却未能正确地转动,也没有看着它应该看的地方,从而设法去使它做到这一点。
ἔοικεν γάρ, ἔφη.
” “似乎确实如此,”他说。
αἱ μὲν τοίνυν ἄλλαι ἀρεταὶ καλούμεναι ψυχῆς κινδυνεύουσιν ἐγγύς τι εἶναι τῶν τοῦ σώματος—τῷ ὄντι γὰρ οὐκ ἐνοῦσαι πρότερον ὕστερον ἐμποιεῖσθαι ἔθεσι καὶ ἀσκήσεσιν—ἡ δὲ τοῦ φρονῆσαι παντὸς μᾶλλον θειοτέρου τινὸς τυγχάνει, ὡς ἔοικεν, οὖσα, ὃ τὴν μὲν δύναμιν οὐδέποτε ἀπόλλυσιν, ὑπὸ δὲ τῆς περιαγωγῆς χρήσιμόν τε καὶ ὠφέλιμον καὶ ἄχρηστον αὖ καὶ βλαβερὸν γίγνεται.
“因此,灵魂的其他所谓美德,似乎与身体的美德相当接近——因为实际上,它们起初并不存在,而是后来通过习惯和训练被灌输进去的——然而,明智(思虑)的美德似乎比其他任何事物都更属于某种更神圣的事物;它永远不会失去其力量,但通过转动,它既可以变得有用且有益,相反,也可以变得无用且有害。 ”