Humanitext Reader

柏拉图 · 理想国 §7.519-7.520

哲学家重返洞穴与统治城邦的义务

第 101 段,共 153 段 · 希腊语

内容简介

苏格拉底阐述了必须将邪恶但聪明者的敏锐智力转向善的理念,以此解释教育的本质。他指出,成为哲学家的人有义务参与城邦的治理,而最不愿意统治的人才是最优秀的统治者。

§7.519ἢ οὔπω ἐννενόηκας, τῶν λεγομένων πονηρῶν μέν, σοφῶν δέ, ὡς δριμὺ μὲν βλέπει τὸ ψυχάριον καὶ ὀξέως διορᾷ ταῦτα ἐφʼ ἃ τέτραπται, ὡς οὐ φαύλην ἔχον τὴν ὄψιν, κακίᾳ δʼ ἠναγκασμένον ὑπηρετεῖν, ὥστε ὅσῳ ἂν ὀξύτερον βλέπῃ, τοσούτῳ πλείω κακὰ ἐργαζόμενον;
“或者你还没有注意到,在那些被称为邪恶但聪明的人身上,他们渺小的灵魂看事物是多么敏锐,看清它所朝向的事物是多么锐利? 他们的视力并不差,却被迫为邪恶服务,结果他们看得越锐利,所作的恶事就越多。
πάνυ μὲν οὖν, ἔφη.
” “完全是这样,”他说。
τοῦτο μέντοι, ἦν δʼ ἐγώ, τὸ τῆς τοιαύτης φύσεως εἰ ἐκ παιδὸς εὐθὺς κοπτόμενον περιεκόπη τὰς τῆς γενέσεως συγγενεῖς ὥσπερ μολυβδίδας, αἳ δὴ ἐδωδαῖς τε καὶ τοιούτων ἡδοναῖς τε καὶ λιχνείαις προσφυεῖς γιγνόμεναι κάτω στρέφουσι τὴν τῆς ψυχῆς ὄψιν· ὧν εἰ ἀπαλλαγὲν περιεστρέφετο εἰς τὰ ἀληθῆ, καὶ ἐκεῖνα ἂν τὸ αὐτὸ τοῦτο τῶν αὐτῶν ἀνθρώπων ὀξύτατα ἑώρα, ὥσπερ καὶ ἐφʼ ἃ νῦν τέτραπται.
“然而,”我说,“如果这种天性的这一部分,从孩提时代起就立刻被锤炼,被切断了那些与生成相联系的、如同铅锤般的东西——它们由于依附于饮食以及诸如此类的享乐和贪食,而将灵魂的视线转向下方;如果它能摆脱这些,被转动向真实的事物,那么这同一个人的这同一部分,也会最敏锐地看到那些真实的事物,就像它现在看着它所朝向的事物一样。
εἰκός γε, ἔφη.
” “确实是理所当然的,”他说。
τί δέ; τόδε οὐκ εἰκός, ἦν δʼ ἐγώ, καὶ ἀνάγκη ἐκ τῶν προειρημένων, μήτε τοὺς ἀπαιδεύτους καὶ ἀληθείας ἀπείρους ἱκανῶς ἄν ποτε πόλιν ἐπιτροπεῦσαι, μήτε τοὺς ἐν παιδείᾳ ἐωμένους διατρίβειν διὰ τέλους, τοὺς μὲν ὅτι σκοπὸν ἐν τῷ βίῳ οὐκ ἔχουσιν ἕνα, οὗ στοχαζομένους δεῖ ἅπαντα πράττειν ἃ ἂν πράττωσιν ἰδίᾳ τε καὶ δημοσίᾳ, τοὺς δὲ ὅτι ἑκόντες εἶναι οὐ πράξουσιν, ἡγούμενοι ἐν μακάρων νήσοις ζῶντες ἔτι ἀπῳκίσθαι;
“那么,这难道不也是理所当然的吗,”我说,“而且根据前面所说的话也是必然的:无论是未受过教育且对真理没有经验的人,还是那些被允许终生留在教育中度日的人,都决不能妥善地治理城邦? 前者是因为他们在生活中没有一个单一的目标,作为他们在私人和公共生活中做任何事情时必须瞄准的靶子;后者是因为他们不会自愿去行动,认为自己还在世时就已被迁居到‘福人岛’上生活了?
ἀληθῆ, ἔφη.
” “是的,”他说。
ἡμέτερον δὴ ἔργον, ἦν δʼ ἐγώ, τῶν οἰκιστῶν τάς τε βελτίστας φύσεις ἀναγκάσαι ἀφικέσθαι πρὸς τὸ μάθημα ὃ ἐν τῷ πρόσθεν ἔφαμεν εἶναι μέγιστον, ἰδεῖν τε τὸ ἀγαθὸν καὶ ἀναβῆναι ἐκείνην τὴν ἀνάβασιν, καὶ ἐπειδὰν ἀναβάντες ἱκανῶς ἴδωσι, μὴ ἐπιτρέπειν αὐτοῖς ὃ νῦν ἐπιτρέπεται.
“那么,作为城邦的奠基者,我们的任务就是,”我说,“强迫那些具有最优秀天赋的人去达到我们之前所说的最伟大的学问,既去看见善,也去进行那次攀登;而当他们攀登上去并看充足之后,就不允许他们做现在允许他们做的事。
τὸ ποῖον δή;
” “你说的是哪种事呢?
τὸ αὐτοῦ, ἦν δʼ ἐγώ, καταμένειν καὶ μὴ ἐθέλειν πάλιν καταβαίνειν παρʼ ἐκείνους τοὺς δεσμώτας μηδὲ μετέχειν τῶν παρʼ ἐκείνοις πόνων τε καὶ τιμῶν, εἴτε φαυλότεραι εἴτε σπουδαιότεραι.
” “就是留在那里,”我说,“而不愿意再次下降到那些囚徒那里,也不愿意分享他们那里的辛劳和荣誉,无论这些是微不足道的,还是庄重严肃的。
ἔπειτʼ, ἔφη, ἀδικήσομεν αὐτούς, καὶ ποιήσομεν χεῖρον ζῆν, δυνατὸν αὐτοῖς ὂν ἄμεινον;
” “那么,”他说,“我们要对他们行不义吗? 明明他们有可能生活得更好,我们却要让他们生活得更差吗?
ἐπελάθου, ἦν δʼ ἐγώ, πάλιν, ὦ φίλε, ὅτι νόμῳ οὐ τοῦτο μέλει, ὅπως ἕν τι γένος ἐν πόλει διαφερόντως εὖ πράξει, ἀλλʼ ἐν ὅλῃ τῇ πόλει τοῦτο μηχανᾶται ἐγγενέσθαι, συναρμόττων τοὺς πολίτας πειθοῖ τε καὶ ἀνάγκῃ, ποιῶν μεταδιδόναι ἀλλήλοις τῆς ὠφελίας ἣν ἂν ἕκαστοι τὸ κοινὸν δυνατοὶ ὦσιν ὠφελεῖν καὶ αὐτὸς ἐμποιῶν τοιούτους ἄνδρας ἐν τῇ πόλει, οὐχ ἵνα ἀφιῇ τρέπεσθαι ὅπῃ ἕκαστος βούλεται, ἀλλʼ ἵνα καταχρῆται αὐτὸς αὐτοῖς ἐπὶ τὸν σύνδεσμον τῆς πόλεως.
” “朋友,你又忘了,”我说,“法律所关心的,并不是要让城邦中的某一个阶级获得特别的幸福,而是设法在整个城邦中产生这种幸福。 它通过说服和强迫来协调公民,使他们彼此分享每个人能为共同体带来的益处;法律自己在城邦中培养这样的人,并不是为了放任他们各自转向自己想去的地方,而是为了自己利用他们来凝聚城邦。
§7.520ἀληθῆ, ἔφη· ἐπελαθόμην γάρ.
” “是的,”他说,“我确实忘了。
σκέψαι τοίνυν, εἶπον, ὦ Γλαύκων, ὅτι οὐδʼ ἀδικήσομεν τοὺς παρʼ ἡμῖν φιλοσόφους γιγνομένους, ἀλλὰ δίκαια πρὸς αὐτοὺς ἐροῦμεν, προσαναγκάζοντες τῶν ἄλλων ἐπιμελεῖσθαί τε καὶ φυλάττειν.
” “那么,格劳孔,”我说,“请考虑一下,我们对在我们这里成为哲学家的人并不会行不义,而是会向他们说出公正的道理,来强迫他们也去关照和守护其他人。
ἐροῦμεν γὰρ ὅτι οἱ μὲν ἐν ταῖς ἄλλαις πόλεσι τοιοῦτοι γιγνόμενοι εἰκότως οὐ μετέχουσι τῶν ἐν αὐταῖς πόνων·
因为我们会说,在其他城邦中成为这种人的人,不参与城邦里的劳作是合情合理的。
αὐτόματοι γὰρ ἐμφύονται ἀκούσης τῆς ἐν ἑκάστῃ πολιτείας, δίκην δʼ ἔχει τό γε αὐτοφυὲς μηδενὶ τροφὴν ὀφεῖλον μηδʼ ἐκτίνειν τῳ προθυμεῖσθαι τὰ τροφεῖα·
因为他们是在各自城邦的政体违背其意愿的情况下自发成长起来的;而自生自长之物,既不欠任何人养育之恩,也就理所当然地不需要热切地向任何人偿还养育的费用。
ὑμᾶς δʼ ἡμεῖς ὑμῖν τε αὐτοῖς τῇ τε ἄλλῃ πόλει ὥσπερ ἐν σμήνεσιν ἡγεμόνας τε καὶ βασιλέας ἐγεννήσαμεν, ἄμεινόν τε καὶ τελεώτερον ἐκείνων πεπαιδευμένους καὶ μᾶλλον δυνατοὺς ἀμφοτέρων μετέχειν.
但是,我们为了你们自己以及城邦的其他人,把你们培养成了如同蜂群中的首领和蜂王般的人物。 你们受到了比那些人更好、更完善的教育,因而更能够兼顾这两者。
καταβατέον οὖν ἐν μέρει ἑκάστῳ εἰς τὴν τῶν ἄλλων συνοίκησιν καὶ συνεθιστέον τὰ σκοτεινὰ θεάσασθαι·
因此,你们每个人必须轮流下降到其他人的共同住所中,并且必须习惯于观看黑暗的事物。
συνεθιζόμενοι γὰρ μυρίῳ βέλτιον ὄψεσθε τῶν ἐκεῖ καὶ γνώσεσθε ἕκαστα τὰ εἴδωλα ἅττα ἐστὶ καὶ ὧν, διὰ τὸ τἀληθῆ ἑωρακέναι καλῶν τε καὶ δικαίων καὶ ἀγαθῶν πέρι.
因为一旦习惯了,你们就会比那里的居民看得好上一万倍,并且因为你们已经看过了关于美、正义和善的真理,你们就会认识每一个影像是什么,以及它是关于什么的影像。
καὶ οὕτω ὕπαρ ἡμῖν καὶ ὑμῖν ἡ πόλις οἰκήσεται ἀλλʼ οὐκ ὄναρ, ὡς νῦν αἱ πολλαὶ ὑπὸ σκιαμαχούντων τε πρὸς ἀλλήλους καὶ στασιαζόντων περὶ τοῦ ἄρχειν οἰκοῦνται, ὡς μεγάλου τινὸς ἀγαθοῦ ὄντος.
这样,我们和你们的城邦就会是在清醒的现实中被治理,而不是像梦境中那样。 现在许多城邦之所以那样被治理,是因为治理者们在彼此跟影子战斗,并且为了统治权而内讧,仿佛统治权是什么重大的善似的。
τὸ δέ που ἀληθὲς ὧδʼ ἔχει· ἐν πόλει ᾗ ἥκιστα πρόθυμοι ἄρχειν οἱ μέλλοντες ἄρξειν, ταύτην ἄριστα καὶ ἀστασιαστότατα ἀνάγκη οἰκεῖσθαι, τὴν δʼ ἐναντίους ἄρχοντας σχοῦσαν ἐναντίως.
然而,真理恐怕是这样的:在那些未来的统治者最不愿意统治的城邦里,该城邦必然治理得最好、最没有内讧;而拥有相反统治者的城邦,其治理情况也必然相反。
πάνυ μὲν οὖν, ἔφη.
” “完全是这样,”他说。
ἀπειθήσουσιν οὖν ἡμῖν οἴει οἱ τρόφιμοι ταῦτʼ ἀκούοντες, καὶ οὐκ ἐθελήσουσιν συμπονεῖν ἐν τῇ πόλει ἕκαστοι ἐν μέρει, τὸν δὲ πολὺν χρόνον μετʼ ἀλλήλων οἰκεῖν ἐν τῷ καθαρῷ;
“那么,你认为我们的被养育者们听到这些话,会不服从我们,并拒绝轮流分担城邦中的劳作,而宁愿大部分时间在纯洁的领域中彼此共同生活吗?
ἀδύνατον, ἔφη· δίκαια γὰρ δὴ δικαίοις ἐπιτάξομεν.
” “这是不可能的,”他说,“因为我们是对公正的人提出公正的要求。
παντὸς μὴν μᾶλλον ὡς ἐπʼ ἀναγκαῖον αὐτῶν ἕκαστος εἶσι τὸ ἄρχειν, τοὐναντίον τῶν νῦν ἐν ἑκάστῃ πόλει ἀρχόντων.
然而,他们每个人毫无疑问都会把统治视作一件不得不做的事而去着手进行,这与现在各个城邦中的统治者们完全相反。 ”

词汇与语法注释

  1. 519aτῶν λεγομένων πονηρῶν μέν, σοφῶν δέ — 该属格可以被解释为动词 ἐννενόηκας(源自 ἐννοέω,“注意到、考虑到”)的直接宾语,或者是预先引出后面 ὡς 从句主语的先取属格(prolepsis)。结构上,通过该属格短语预先指出讨论的对象,随后在 ὡς 引导的从句中详细描述其灵魂的状态。
  2. 519aὡς οὐ φαύλην ἔχον τὴν ὄψιν — 分词 ἔχον 为中性单数宾格,与前一个 ὡς 从句的主语 τὸ ψυχάριον(中性名词,“渺小的灵魂”)相一致。伴随连词 ὡς(与分词连用以表示原因或主观判断),表示“因为拥有/仿佛拥有”的意思。
  3. 519bτοῦτο μέντοι ... τὸ τῆς τοιαύτης φύσεως — 置于句首的 τοῦτο... τὸ τῆς τοιαύτης φύσεως(这种天性的这一部分)是一个语法上独立出来的提示性主格(或宾格)(悬空名词句)。它作为后面条件结果句中动词 ἑώρα(ὁράω 的直说法语气未完了过去时第三人称单数)的主语,或者具体指代该灵魂“视力”的指示语,在后半句中通过 τὸ αὐτὸ τοῦτο 被再次承接。这是一个结合了倒装(hyperbaton)与先取(prolepsis)的复杂句法结构,旨在使主旨突出。
  4. 519cἑκόντες εἶναι — 该短语是由不定式 εἶναι 与形容词 ἑκών(自愿的,乐意的)的复数主格形式连用而成的习惯表达。主要用于否定句中,表示“自愿地、甘愿地”(限制性或绝对不定式)。
  5. 520bδίκην δʼ ἔχει — 成语 δίκην ἔχει 意为“是合理的、理所当然的”(等同于 δίκαιόν ἐστιν)。其主语是中性名词化的分词短语 τό γε αὐτοφυές(“自生自长之物”),整句结构为“自生自长之物不欠任何人养育之恩是理所当然的”。

引用这一段

柏拉图, 理想国 §7.519-7.520. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:7.519-7.520

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。