Humanitext Reader

柏拉图 · 理想国 §7.514-7.515

洞穴比喻与洞中囚徒的处境

第 98 段,共 153 段 · 希腊语

内容简介

苏格拉底提出了“洞穴比喻”以阐明人类在教育和无教育方面的状态。他描述了从小被束缚在地下洞穴中的囚徒,他们将火光投射在墙上的影子视为真实,并论述了当其中一人突然获得释放时所经历的困惑。

§7.514μετὰ ταῦτα δή, εἶπον, ἀπείκασον τοιούτῳ πάθει τὴν ἡμετέραν φύσιν παιδείας τε πέρι καὶ ἀπαιδευσίας.
“在这之后,”我说,“请把我们在教育和无教育方面的本性,比作如下的状态。
ἰδὲ γὰρ ἀνθρώπους οἷον ἐν καταγείῳ οἰκήσει σπηλαιώδει, ἀναπεπταμένην πρὸς τὸ φῶς τὴν εἴσοδον ἐχούσῃ μακρὰν παρὰ πᾶν τὸ σπήλαιον, ἐν ταύτῃ ἐκ παίδων ὄντας ἐν δεσμοῖς καὶ τὰ σκέλη καὶ τοὺς αὐχένας, ὥστε μένειν τε αὐτοὺς εἴς τε τὸ πρόσθεν μόνον ὁρᾶν, κύκλῳ δὲ τὰς κεφαλὰς ὑπὸ τοῦ δεσμοῦ ἀδυνάτους περιάγειν, φῶς δὲ αὐτοῖς πυρὸς ἄνωθεν καὶ πόρρωθεν καόμενον ὄπισθεν αὐτῶν, μεταξὺ δὲ τοῦ πυρὸς καὶ τῶν δεσμωτῶν ἐπάνω ὁδόν, παρʼ ἣν ἰδὲ τειχίον παρῳκοδομημένον, ὥσπερ τοῖς θαυματοποιοῖς πρὸ τῶν ἀνθρώπων πρόκειται τὰ παραφράγματα, ὑπὲρ ὧν τὰ θαύματα δεικνύασιν.
比如,想象有一些人住在地下的洞穴状住处里,这个住处有一个朝向光亮敞开的通道,沿着整个洞穴延伸。 他们从小就在这里,双腿和颈部都被锁链束缚着,以至于他们只能呆在原地,仅仅看着前方,而由于锁链的缘故,他们无法转动头部。 在他们身后,从更高、更远的地方,有火光在燃烧;在火与囚徒之间,上方有一条路,试想象沿着这条路筑有一道矮墙,就像木偶戏艺人在观众面前设置的屏障,他们在屏障之上展示木偶。
ὁρῶ, ἔφη.
”“我看见了,”他说。
ὅρα τοίνυν παρὰ τοῦτο τὸ τειχίον φέροντας ἀνθρώπους σκεύη τε παντοδαπὰ ὑπερέχοντα τοῦ τειχίου καὶ ἀνδριάντας καὶ ἄλλα ζῷα λίθινά τε καὶ ξύλινα καὶ παντοῖα εἰργασμένα, οἷον εἰκὸς τοὺς μὲν φθεγγομένους, τοὺς δὲ σιγῶντας τῶν παραφερόντων.
“那么,请看,沿着这道矮墙,有人正携带着各种高出矮墙的器物,以及用石头、木头和各种材料制成的人像和其他动物雕像,正如你所料,携带者中有的在说话,有的则保持沉默。
§7.515ἄτοπον, ἔφη, λέγεις εἰκόνα καὶ δεσμώτας ἀτόπους.
” “你描述了一个奇异的画面,”他说,“和奇异的囚徒。
ὁμοίους ἡμῖν, ἦν δʼ ἐγώ· τοὺς γὰρ τοιούτους πρῶτον μὲν ἑαυτῶν τε καὶ ἀλλήλων οἴει ἄν τι ἑωρακέναι ἄλλο πλὴν τὰς σκιὰς τὰς ὑπὸ τοῦ πυρὸς εἰς τὸ καταντικρὺ αὐτῶν τοῦ σπηλαίου προσπιπτούσας;
” “他们和我们很相似,”我说,“因为首先,你认为这样的人,除了火光投射在他们面对的洞穴壁上的影子之外,还能看见自己和彼此的任何其他东西吗?
πῶς γάρ, ἔφη, εἰ ἀκινήτους γε τὰς κεφαλὰς ἔχειν ἠναγκασμένοι εἶεν διὰ βίου;
” “怎么可能呢,”他说,“如果他们被迫终生保持头部不动的话?
τί δὲ τῶν παραφερομένων;
” “那么,对于那些被携带移动的事物呢?
οὐ ταὐτὸν τοῦτο;
不也是同样的情况吗?
τί μήν;
” “当然是的。
εἰ οὖν διαλέγεσθαι οἷοί τʼ εἶεν πρὸς ἀλλήλους, οὐ ταῦτα ἡγῇ ἂν τὰ ὄντα αὐτοὺς νομίζειν ἅπερ ὁρῷεν;
” “那么,如果他们能够彼此交谈,你不认为他们会把他们所看到的那些东西,当成是真实存在的事物吗?
ἀνάγκη.
” “必然如此。
τί δʼ εἰ καὶ ἠχὼ τὸ δεσμωτήριον ἐκ τοῦ καταντικρὺ ἔχοι;
” “若是这牢狱还伴有从对面的回音呢?
ὁπότε τις τῶν παριόντων φθέγξαιτο, οἴει ἂν ἄλλο τι αὐτοὺς ἡγεῖσθαι τὸ φθεγγόμενον ἢ τὴν παριοῦσαν σκιάν;
每当有路过的人说话,你认为他们会觉得发出声音的是除了那经过的影子之外的其他东西吗?
μὰ Δίʼ οὐκ ἔγωγʼ, ἔφη.
” “绝不会,以宙斯起誓,”他说。
παντάπασι δή, ἦν δʼ ἐγώ, οἱ τοιοῦτοι οὐκ ἂν ἄλλο τι νομίζοιεν τὸ ἀληθὲς ἢ τὰς τῶν σκευαστῶν σκιάς.
“因此,毫无疑问,”我说,“这样的人绝不会把真实当成是除了那些人造物的影子以外的其他东西。
πολλὴ ἀνάγκη, ἔφη.
” “这极具必然性,”他说。
σκόπει δή, ἦν δʼ ἐγώ, αὐτῶν λύσιν τε καὶ ἴασιν τῶν τε δεσμῶν καὶ τῆς ἀφροσύνης, οἵα τις ἂν εἴη, εἰ φύσει τοιάδε συμβαίνοι αὐτοῖς·
“那么,请考虑一下,”我说,“如果自然地发生以下情况,他们从锁链中解脱并治愈愚蠢的过程会是怎样的。
ὁπότε τις λυθείη καὶ ἀναγκάζοιτο ἐξαίφνης ἀνίστασθαί τε καὶ περιάγειν τὸν αὐχένα καὶ βαδίζειν καὶ πρὸς τὸ φῶς ἀναβλέπειν, πάντα δὲ ταῦτα ποιῶν ἀλγοῖ τε καὶ διὰ τὰς μαρμαρυγὰς ἀδυνατοῖ καθορᾶν ἐκεῖνα ὧν τότε τὰς σκιὰς ἑώρα, τί ἂν οἴει αὐτὸν εἰπεῖν, εἴ τις αὐτῷ λέγοι ὅτι τότε μὲν ἑώρα φλυαρίας, νῦν δὲ μᾶλλόν τι ἐγγυτέρω τοῦ ὄντος καὶ πρὸς μᾶλλον ὄντα τετραμμένος ὀρθότερον βλέποι, καὶ δὴ καὶ ἕκαστον τῶν παριόντων δεικνὺς αὐτῷ ἀναγκάζοι ἐρωτῶν ἀποκρίνεσθαι ὅτι ἔστιν;
每当有人被释放,并突然被迫站立、转颈、行走、抬头看光,而在做这一切时他感到痛苦,且因为光线的刺眼而无法看清那些他以前只看过它们影子的实物,如果有人告诉他,他过去所看的只是虚幻,而现在他离真实更近了,且转向了更真实的事物,因而看得更正确,并且向他指点每一个经过的物体,强迫他回答那是什么,你认为他会怎么说?
οὐκ οἴει αὐτὸν ἀπορεῖν τε ἂν καὶ ἡγεῖσθαι τὰ τότε ὁρώμενα ἀληθέστερα ἢ τὰ νῦν δεικνύμενα;
你不认为他会感到困惑,并且认为以前所见的东西比现在指给他看的东西更为真实吗?
πολύ γʼ, ἔφη.
” “会真实得多,”他说。
οὐκοῦν κἂν εἰ πρὸς αὐτὸ τὸ φῶς ἀναγκάζοι αὐτὸν βλέπειν, ἀλγεῖν τε ἂν τὰ ὄμματα καὶ φεύγειν ἀποστρεφόμενον πρὸς ἐκεῖνα ἃ δύναται καθορᾶν, καὶ νομίζειν ταῦτα τῷ ὄντι σαφέστερα τῶν δεικνυμένων;
“而且,如果强迫他直接看光本身,他的眼睛难道不会感到痛苦,并转身逃向那些他能看清的事物,并认为这些确实比指给他看的东西更加清晰吗?
οὕτως, ἔφη.
” “正是如此,”他说。

词汇与语法注释

  1. 514aἰδὲ γὰρ ἀνθρώπους — 这是一个由命令式动词 ἰδέ(想象/看)引导宾格名词 ἀνθρώπους 开始的长句。其中包含复杂的嵌套分词结构,包括修饰 ἀνθρώπους 的宾格分词 ὄντας,以及修饰与格名词 οἰκήσει 的与格分词 ἐχούσῃ。
  2. 515aοἷον εἰκὸς τοὺς μὲν φθεγγομένους, τοὺς δὲ σιγῶντας τῶν παραφερόντων — τῶν παραφερόντων(携带者)是部分属格,而 τοὺς μέν 和 τοὺς δέ 作为其下属子集。整句意为“正如所料,在携带者中,有的人说话,有的人保持沉默”。
  3. 515dτί ἂν οἴει αὐτὸν εἰπεῖν, εἴ τις αὐτῷ λέγοι — 助词 ἄν 与不定式 εἰπεῖν 连用,与条件从句中的祈愿式动词 εἴ τις ... λέγοι 相呼应,构成一个表示潜在或虚拟条件的疑问句。动词 οἴει 起到插入语性质的疑问作用(“你认为”)。

引用这一段

柏拉图, 理想国 §7.514-7.515. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:7.514-7.515

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。