Humanitext Reader

柏拉图 · 理想国 §6.510-6.511

线段之喻与灵魂的四种认识状态

第 97 段,共 153 段 · 希腊语

内容简介

苏格拉底提出了“线段之喻”,将可见世界和理智世界进一步一分为二,对比了依赖假设的数学理智思考与上升到无假设起点的辩证理性,并界定了魂的四种状态。

§6.510λέγω δὲ τὰς εἰκόνας πρῶτον μὲν τὰς σκιάς, ἔπειτα τὰ ἐν τοῖς ὕδασι φαντάσματα καὶ ἐν τοῖς ὅσα πυκνά τε καὶ λεῖα καὶ φανὰ συνέστηκεν, καὶ πᾶν τὸ τοιοῦτον, εἰ κατανοεῖς.
“我所说的似姿,首先是指影子,其次是水中的幻影,以及在所有致密、光滑、明亮的事物中呈现的物像,以及所有这一类的事物,如果你能理解的话。
ἀλλὰ κατανοῶ.
” “我理解。
τὸ τοίνυν ἕτερον τίθει ᾧ τοῦτο ἔοικεν, τά τε περὶ ἡμᾶς ζῷα καὶ πᾶν τὸ φυτευτὸν καὶ τὸ σκευαστὸν ὅλον γένος.
” “那么,请把这似姿所模仿的另一部分放上去,即我们周围的动物、所有的植物,以及整个人造物的类别。
τίθημι, ἔφη.
” “我放上去了,”他说。
ἦ καὶ ἐθέλοις ἂν αὐτὸ φάναι, ἦν δʼ ἐγώ, διῃρῆσθαι ἀληθείᾳ τε καὶ μή, ὡς τὸ δοξαστὸν πρὸς τὸ γνωστόν, οὕτω τὸ ὁμοιωθὲν πρὸς τὸ ᾧ ὡμοιώθη;
“那么,你是否愿意说,”我说,“它是按照真确性与非真确性来划分的,正如可意见之物对可认识之物,被模仿者对它所模仿的原型也是如此?
ἔγωγʼ, ἔφη, καὶ μάλα.
” “确实如此,”他说。
σκόπει δὴ αὖ καὶ τὴν τοῦ νοητοῦ τομὴν ᾗ τμητέον.
“现在再来看看理智领域的切分应该如何进行。
πῇ;
” “怎么切分?
ἧι τὸ μὲν αὐτοῦ τοῖς τότε μιμηθεῖσιν ὡς εἰκόσιν χρωμένη ψυχὴ ζητεῖν ἀναγκάζεται ἐξ ὑποθέσεων, οὐκ ἐπʼ ἀρχὴν πορευομένη ἀλλʼ ἐπὶ τελευτήν, τὸ δʼ αὖ ἕτερον—τὸ ἐπʼ ἀρχὴν ἀνυπόθετον—ἐξ ὑποθέσεως ἰοῦσα καὶ ἄνευ τῶν περὶ ἐκεῖνο εἰκόνων, αὐτοῖς εἴδεσι διʼ αὐτῶν τὴν μέθοδον ποιουμένη.
” “在其中一个部分中,灵魂被迫以假设为基础进行探究,将之前被模仿的事物当作似姿,它不是走向起点,而是走向终点;而对于另一部分——走向那无假设的起点——它从假设出发,并且不用那一类的似姿,仅通过形相自身来开展探究。
ταῦτʼ, ἔφη, ἃ λέγεις, οὐχ ἱκανῶς ἔμαθον.
” “你说的这些,”他说,“我还没有十分明白。
ἀλλʼ αὖθις, ἦν δʼ ἐγώ·
” “那么再来一次,”我说,“在听了这些前言之后,你会更容易明白。
ῥᾷον γὰρ τούτων προειρημένων μαθήσῃ.
因为我想你知道,那些从事几何、算术以及此类学问的人,在各自的探讨中,假定了奇数、偶数、各种图形、三种角以及与这些相关的其他事物,他们把这些当作已知的事物,并将其作为假设,就不再认为有必要对自己或他人对这些进行任何说明,仿佛这些是对所有人都是显而易见的。
οἶμαι γάρ σε εἰδέναι ὅτι οἱ περὶ τὰς γεωμετρίας τε καὶ λογισμοὺς καὶ τὰ τοιαῦτα πραγματευόμενοι, ὑποθέμενοι τό τε περιττὸν καὶ τὸ ἄρτιον καὶ τὰ σχήματα καὶ γωνιῶν τριττὰ εἴδη καὶ ἄλλα τούτων ἀδελφὰ καθʼ ἑκάστην μέθοδον, ταῦτα μὲν ὡς εἰδότες, ποιησάμενοι ὑποθέσεις αὐτά, οὐδένα λόγον οὔτε αὑτοῖς οὔτε ἄλλοις ἔτι ἀξιοῦσι περὶ αὐτῶν διδόναι ὡς παντὶ φανερῶν, ἐκ τούτων δʼ ἀρχόμενοι τὰ λοιπὰ ἤδη διεξιόντες τελευτῶσιν ὁμολογουμένως ἐπὶ τοῦτο οὗ ἂν ἐπὶ σκέψιν ὁρμήσωσι.
他们从这些出发,顺理成章地探讨其余的事情,最后一致地得出他们着手考察的结论。
πάνυ μὲν οὖν, ἔφη, τοῦτό γε οἶδα.
” “非常正确,”他说,“这我是知道的。
οὐκοῦν καὶ ὅτι τοῖς ὁρωμένοις εἴδεσι προσχρῶνται καὶ τοὺς λόγους περὶ αὐτῶν ποιοῦνται, οὐ περὶ τούτων διανοούμενοι, ἀλλʼ ἐκείνων πέρι οἷς ταῦτα ἔοικε, τοῦ τετραγώνου αὐτοῦ ἕνεκα τοὺς λόγους ποιούμενοι καὶ διαμέτρου αὐτῆς, ἀλλʼ οὐ ταύτης ἣν γράφουσιν, καὶ τἆλλα οὕτως, αὐτὰ μὲν ταῦτα ἃ πλάττουσίν τε καὶ γράφουσιν, ὧν καὶ σκιαὶ καὶ ἐν ὕδασιν εἰκόνες εἰσίν, τούτοις μὲν ὡς εἰκόσιν αὖ χρώμενοι, ζητοῦντες δὲ αὐτὰ ἐκεῖνα ἰδεῖν ἃ οὐκ ἂν ἄλλως ἴδοι τις ἢ τῇ διανοίᾳ.
” “那么你也知道,他们利用那些看得见的形相,并就它们展开论述,但他们心里想的并不是这些形相,而是这些形相所模仿的原型。 他们进行论述是为了正方形本身和对角线本身,而不是为了他们所画的那一条。 其他情况也是如此。 他们所塑造和绘制的这些具体事物本身——它们也有影子和水中的倒影——如今又被他们当作似姿来使用,而他们所追求的,是去看见只能用理智思考才能看见的那些事物本身。
§6.511ἀληθῆ, ἔφη, λέγεις.
” “你说得对,”他说。
τοῦτο τοίνυν νοητὸν μὲν τὸ εἶδος ἔλεγον, ὑποθέσεσι δʼ ἀναγκαζομένην ψυχὴν χρῆσθαι περὶ τὴν ζήτησιν αὐτοῦ, οὐκ ἐπʼ ἀρχὴν ἰοῦσαν, ὡς οὐ δυναμένην τῶν ὑποθέσεων ἀνωτέρω ἐκβαίνειν, εἰκόσι δὲ χρωμένην αὐτοῖς τοῖς ὑπὸ τῶν κάτω ἀπεικασθεῖσιν καὶ ἐκείνοις πρὸς ἐκεῖνα ὡς ἐναργέσι δεδοξασμένοις τε καὶ τετιμημένοις.
“这就是我所说的理智形相。 在这个形相中,灵魂被迫使用假设来开展它的探究,它并不走向起点,因为它无法超越它的假设,而是把那些被下方事物所模仿的具体事物本身当作似姿,而在与后者的对比中,前者被认为并推崇为更明晰的。
μανθάνω, ἔφη, ὅτι τὸ ὑπὸ ταῖς γεωμετρίαις τε καὶ ταῖς ταύτης ἀδελφαῖς τέχναις λέγεις.
” “我明白了,”他说,“你说的是属于几何学及其姊妹艺术之下的事物。
τὸ τοίνυν ἕτερον μάνθανε τμῆμα τοῦ νοητοῦ λέγοντά με τοῦτο οὗ αὐτὸς ὁ λόγος ἅπτεται τῇ τοῦ διαλέγεσθαι δυνάμει, τὰς ὑποθέσεις ποιούμενος οὐκ ἀρχὰς ἀλλὰ τῷ ὄντι ὑποθέσεις, οἷον ἐπιβάσεις τε καὶ ὁρμάς, ἵνα μέχρι τοῦ ἀνυποθέτου ἐπὶ τὴν τοῦ παντὸς ἀρχὴν ἰών, ἁψάμενος αὐτῆς, πάλιν αὖ ἐχόμενος τῶν ἐκείνης ἐχομένων, οὕτως ἐπὶ τελευτὴν καταβαίνῃ, αἰσθητῷ παντάπασιν οὐδενὶ προσχρώμενος, ἀλλʼ εἴδεσιν αὐτοῖς διʼ αὐτῶν εἰς αὐτά, καὶ τελευτᾷ εἰς εἴδη.
” “那么,请理解我所说的理智领域的另一部分,这是理性自身凭借辩证的力量所把握的事物。 它把假设不当作原理,而是作为真正的假设,就像脚踏板和跳板一样,以便一直走向那无假设的万物起点。 在把握了起点之后,它又顺着与起点相连的事物,如此下降到终点,其间不使用任何感觉事物,而是仅凭形相自身,通过它们、走向它们,并在形相中结束。
μανθάνω, ἔφη, ἱκανῶς μὲν οὔ—δοκεῖς γάρ μοι συχνὸν ἔργον λέγειν—ὅτι μέντοι βούλει διορίζειν σαφέστερον εἶναι τὸ ὑπὸ τῆς τοῦ διαλέγεσθαι ἐπιστήμης τοῦ ὄντος τε καὶ νοητοῦ θεωρούμενον ἢ τὸ ὑπὸ τῶν τεχνῶν καλουμένων, αἷς αἱ ὑποθέσεις ἀρχαὶ καὶ διανοίᾳ μὲν ἀναγκάζονται ἀλλὰ μὴ αἰσθήσεσιν αὐτὰ θεᾶσθαι οἱ θεώμενοι, διὰ δὲ τὸ μὴ ἐπʼ ἀρχὴν ἀνελθόντες σκοπεῖν ἀλλʼ ἐξ ὑποθέσεων, νοῦν οὐκ ἴσχειν περὶ αὐτὰ δοκοῦσί σοι, καίτοι νοητῶν ὄντων μετὰ ἀρχῆς.
” “我明白了,”他说,“尽管不十分明白——因为你所说的似乎是一项艰巨的任务——但你的意思是要规定:由辩证法科学所观照的存在和理智部分,比由所谓的技术所观照的部分更为清晰。 在这些技术中,假设被当作起点,观照者被迫用心灵而不是感觉去观照它们。 然而,因为他们没有上升到起点,而是从假设出发进行考察,所以在你看来,他们对于这些事物并没有真正的理性,尽管这些事物在伴随起点时是可以用理智把握的。
διάνοιαν δὲ καλεῖν μοι δοκεῖς τὴν τῶν γεωμετρικῶν τε καὶ τὴν τῶν τοιούτων ἕξιν ἀλλʼ οὐ νοῦν, ὡς μεταξύ τι δόξης τε καὶ νοῦ τὴν διάνοιαν οὖσαν.
而且在我看来,你把从事几何学及此类领域的人的状态称为理智思考,而不是理性,正如理智思考是介于意见与理性之间的一种状态。
ἱκανώτατα, ἦν δʼ ἐγώ, ἀπεδέξω.
” “你理解得非常完美,”我说。
καί μοι ἐπὶ τοῖς τέτταρσι τμήμασι τέτταρα ταῦτα παθήματα ἐν τῇ ψυχῇ γιγνόμενα λαβέ, νόησιν μὲν ἐπὶ τῷ ἀνωτάτω, διάνοιαν δὲ ἐπὶ τῷ δευτέρῳ, τῷ τρίτῳ δὲ πίστιν ἀπόδος καὶ τῷ τελευταίῳ εἰκασίαν, καὶ τάξον αὐτὰ ἀνὰ λόγον, ὥσπερ ἐφʼ οἷς ἐστιν ἀληθείας μετέχει, οὕτω ταῦτα σαφηνείας ἡγησάμενος μετέχειν.
“现在,请把魂中产生的这四种状态对应于那四个部分:最上层的是理性,第二层是理智思考,把信念赋予第三层,把想象赋予最后一层;并按比例排列它们,认为它们的明晰度取决于它们所对应的对象分享真理的程度。
μανθάνω, ἔφη, καὶ συγχωρῶ καὶ τάττω ὡς λέγεις.
” “我明白了,”他说,“我同意并按照你说的来排列。 ”

词汇与语法注释

  1. 510bτοῖς τότε μιμηθεῖσιν ὡς εἰκόσιν χρωμένη — 与格的 `τοῖς τότε μιμηθεῖσιν` 是分词 `χρωμένη` 的宾语。“当时被模仿的事物”指的是在可见领域(前一个划分中)作为似姿(影子和倒影)之原型的实物(动物、植物和人工制品)。在这里,灵魂将这些实物作为“似姿”(`ὡς εἰκόσιν`)用于其理智的探讨。
  2. 511aἐκείνοις πρὸς ἐκεῖνα — 与格代词 `ἐκείνοις` 指可见世界中上层部分的实物,而宾格 `ἐκεῖνα` 指下层部分的影子和幻影。它对比了两者,表明前者与后者相比,被认为和推崇为“更清晰明了的”(`ὡς ἐναργέσι`)。

引用这一段

柏拉图, 理想国 §6.510-6.511. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:6.510-6.511

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。