§6.508οὐ σμικρᾷ ἄρα ἰδέᾳ ἡ τοῦ ὁρᾶν αἴσθησις καὶ ἡ τοῦ ὁρᾶσθαι δύναμις τῶν ἄλλων συζεύξεων τιμιωτέρῳ ζυγῷ ἐζύγησαν, εἴπερ μὴ ἄτιμον τὸ φῶς.
“那么,”我说,“如果光不是没有价值的话,看的感觉与被看的能力,就是以绝非微小的差别,被一个比其他任何结合都更高贵的轭系在一起了。
ἀλλὰ μήν, ἔφη, πολλοῦ γε δεῖ ἄτιμον εἶναι.
” “确实,绝非没有价值,”他说。
τίνα οὖν ἔχεις αἰτιάσασθαι τῶν ἐν οὐρανῷ θεῶν τούτου κύριον, οὗ ἡμῖν τὸ φῶς ὄψιν τε ποιεῖ ὁρᾶν ὅτι κάλλιστα καὶ τὰ ὁρώμενα ὁρᾶσθαι;
“那么,天上的诸神之中,你能把谁归为这件事情的主宰,即其光芒使我们的视觉能以最完美的方式看见、也使可见者能被看见的主宰呢?
ὅνπερ καὶ σύ, ἔφη, καὶ οἱ ἄλλοι· τὸν ἥλιον γὰρ δῆλον ὅτι ἐρωτᾷς.
” “你和大家都会归于同一个神,”他说,“因为显然你问的是太阳。
ἆρʼ οὖν ὧδε πέφυκεν ὄψις πρὸς τοῦτον τὸν θεόν;
” “那么,视觉对这位神,在本性上是这样关联的吗?
πῶς;
” “怎么说呢?
οὐκ ἔστιν ἥλιος ἡ ὄψις οὔτε αὐτὴ οὔτʼ ἐν ᾧ ἐγγίγνεται, ὃ δὴ καλοῦμεν ὄμμα.
” “视觉本身不是太阳,它所产生的器官,也就是我们称之为眼睛的那个东西,也不是太阳。
οὐ γὰρ οὖν.
” “确实不是。
ἀλλʼ ἡλιοειδέστατόν γε οἶμαι τῶν περὶ τὰς αἰσθήσεις ὀργάνων.
” “但我认为,它是感觉器官中,最像太阳的了。
πολύ γε.
” “非常像。
οὐκοῦν καὶ τὴν δύναμιν ἣν ἔχει ἐκ τούτου ταμιευομένην ὥσπερ ἐπίρρυτον κέκτηται;
” “那么,它所拥有的力量,不也是从太阳那里分配而来,像流入一样获得的吗?
πάνυ μὲν οὖν.
” “完全如此。
ἆρʼ οὖν οὐ καὶ ὁ ἥλιος ὄψις μὲν οὐκ ἔστιν, αἴτιος δʼ ὢν αὐτῆς ὁρᾶται ὑπʼ αὐτῆς ταύτης;
” “那么,太阳虽然不是视觉,但作为视觉的原因,不也是被这同一个视觉所看见的吗?
οὕτως, ἦ δʼ ὅς.
” “确实如此,”他说。
τοῦτον τοίνυν, ἦν δʼ ἐγώ, φάναι με λέγειν τὸν τοῦ ἀγαθοῦ ἔκγονον, ὃν τἀγαθὸν ἐγέννησεν ἀνάλογον ἑαυτῷ, ὅτιπερ αὐτὸ ἐν τῷ νοητῷ τόπῳ πρός τε νοῦν καὶ τὰ νοούμενα, τοῦτο τοῦτον ἐν τῷ ὁρατῷ πρός τε ὄψιν καὶ τὰ ὁρώμενα.
“因此,”我说,“请把我所说的‘善的后代’理解为这就是它。 善生下了它,使之与自己相类似:善本身在理智所能及的领域中,对于理智和被理智理解的东西具有什么关系,它在可见的领域中,对于视觉和被看见的东西就具有什么关系。
πῶς;
” “怎么说?
ἔφη·
”他说。
ἔτι δίελθέ μοι.
“请再为我详细说明一下。
ὀφθαλμοί, ἦν δʼ ἐγώ, οἶσθʼ ὅτι, ὅταν μηκέτι ἐπʼ ἐκεῖνά τις αὐτοὺς τρέπῃ ὧν ἂν τὰς χρόας τὸ ἡμερινὸν φῶς ἐπέχῃ, ἀλλὰ ὧν νυκτερινὰ φέγγη, ἀμβλυώττουσί τε καὶ ἐγγὺς φαίνονται τυφλῶν, ὥσπερ οὐκ ἐνούσης καθαρᾶς ὄψεως;
” “你懂得,”我说,“当眼睛不再朝向那些被白昼之光照亮其色彩的事物,而是朝向被夜晚的微光照亮的事物时,它们就会变模糊,显得像瞎子一样,仿佛眼里没有清晰的视觉一样,是吗?
καὶ μάλα, ἔφη.
” “确实如此,”他说。
ὅταν δέ γʼ οἶμαι ὧν ὁ ἥλιος καταλάμπει, σαφῶς ὁρῶσι, καὶ τοῖς αὐτοῖς τούτοις ὄμμασιν ἐνοῦσα φαίνεται.
“但我认为,当它们朝向被太阳照亮的事物时,它们就看得清清楚楚,视觉也显得存在于这同一双眼睛里了。
τί μήν;
” “可不是嘛。
οὕτω τοίνυν καὶ τὸ τῆς ψυχῆς ὧδε νόει· ὅταν μὲν οὗ καταλάμπει ἀλήθειά τε καὶ τὸ ὄν, εἰς τοῦτο ἀπερείσηται, ἐνόησέν τε καὶ ἔγνω αὐτὸ καὶ νοῦν ἔχειν φαίνεται·
” “因此,对灵魂也请这样理解:当灵魂把自身牢牢朝向真理与存在所照亮的事物时,它就能以理智理解并认识它,显出拥有理智的样子。
ὅταν δὲ εἰς τὸ τῷ σκότῳ κεκραμένον, τὸ γιγνόμενόν τε καὶ ἀπολλύμενον, δοξάζει τε καὶ ἀμβλυώττει ἄνω καὶ κάτω τὰς δόξας μεταβάλλον, καὶ ἔοικεν αὖ νοῦν οὐκ ἔχοντι.
但是,当它朝向与黑暗混杂的事物,即生成与灭亡的事物时,它就只能产生意见而变得模糊,把意见变来变去,显得像是没有理智的人。
ἔοικε γάρ.
” “确实像。
τοῦτο τοίνυν τὸ τὴν ἀλήθειαν παρέχον τοῖς γιγνωσκομένοις καὶ τῷ γιγνώσκοντι τὴν δύναμιν ἀποδιδὸν τὴν τοῦ ἀγαθοῦ ἰδέαν φάθι εἶναι·
” “那么,请说:这个向被认识的事物提供真理、并向认识者赋予认识能力的东西,就是善的理念。
αἰτίαν δʼ ἐπιστήμης οὖσαν καὶ ἀληθείας, ὡς γιγνωσκομένης μὲν διανοοῦ, οὕτω δὲ καλῶν ἀμφοτέρων ὄντων, γνώσεώς τε καὶ ἀληθείας, ἄλλο καὶ κάλλιον ἔτι τούτων ἡγούμενος αὐτὸ ὀρθῶς ἡγήσῃ·
要把它当作知识和真理的原因,且把它当作是被认识的东西来理解。 虽然知识和真理这两者都是如此美好,但如果你认为它(善的理念)是与它们不同、并且比它们更美好的东西,你的看法就是正确的。
§6.509ἐπιστήμην δὲ καὶ ἀλήθειαν, ὥσπερ ἐκεῖ φῶς τε καὶ ὄψιν ἡλιοειδῆ μὲν νομίζειν ὀρθόν, ἥλιον δʼ ἡγεῖσθαι οὐκ ὀρθῶς ἔχει, οὕτω καὶ ἐνταῦθα ἀγαθοειδῆ μὲν νομίζειν ταῦτʼ ἀμφότερα ὀρθόν, ἀγαθὸν δὲ ἡγεῖσθαι ὁπότερον αὐτῶν οὐκ ὀρθόν, ἀλλʼ ἔτι μειζόνως τιμητέον τὴν τοῦ ἀγαθοῦ ἕξιν.
正如在那个领域中,把光和视觉看作‘像太阳的’是正确的,而把它们看作‘太阳’是不正确的;同样,在这里,把知识和真理这两者看作‘像善的’是正确的,而把它们中的任何一个看作‘善’本身是不正确的,善的状态还应当得到更高的尊崇。
ἀμήχανον κάλλος, ἔφη, λέγεις, εἰ ἐπιστήμην μὲν καὶ ἀλήθειαν παρέχει, αὐτὸ δʼ ὑπὲρ ταῦτα κάλλει ἐστίν·
” “你所说的是无法形容的美啊,”他说,“如果它提供知识和真理,而它自己在美上还超越了它们。
οὐ γὰρ δήπου σύ γε ἡδονὴν αὐτὸ λέγεις.
你总不会说它就是快乐吧。
εὐφήμει, ἦν δʼ ἐγώ· ἀλλʼ ὧδε μᾶλλον τὴν εἰκόνα αὐτοῦ ἔτι ἐπισκόπει.
” “别瞎说,”我说,“但是请用这种方式继续考察它的似姿。
πῶς;
” “怎么说呢?
τὸν ἥλιον τοῖς ὁρωμένοις οὐ μόνον οἶμαι τὴν τοῦ ὁρᾶσθαι δύναμιν παρέχειν φήσεις, ἀλλὰ καὶ τὴν γένεσιν καὶ αὔξην καὶ τροφήν, οὐ γένεσιν αὐτὸν ὄντα.
” “我认为,你会说太阳不仅为可见的事物提供可见的力量,而且它本身虽然不是生成,却也为它们提供生成、成长和滋养,是吧?
πῶς γάρ;
” “当然。
καὶ τοῖς γιγνωσκομένοις τοίνυν μὴ μόνον τὸ γιγνώσκεσθαι φάναι ὑπὸ τοῦ ἀγαθοῦ παρεῖναι, ἀλλὰ καὶ τὸ εἶναί τε καὶ τὴν οὐσίαν ὑπʼ ἐκείνου αὐτοῖς προσεῖναι, οὐκ οὐσίας ὄντος τοῦ ἀγαθοῦ, ἀλλʼ ἔτι ἐπέκεινα τῆς οὐσίας πρεσβείᾳ καὶ δυνάμει ὑπερέχοντος.
” “那么,对于被认识的事物,不仅它们的被认识是由善带来的,而且它们的存在和实质(实在)也是由善赋予它们的。 善本身不是实质(实在),而是在实质(实在)之上,在尊贵和力量上超越它的东西。
καὶ ὁ Γλαύκων μάλα γελοίως, Ἄπολλον, ἔφη, δαιμονίας ὑπερβολῆς.
” 格劳孔非常搞笑地说:“阿波罗啊! 这真是神圣的超越!
σὺ γάρ, ἦν δʼ ἐγώ, αἴτιος, ἀναγκάζων τὰ ἐμοὶ δοκοῦντα περὶ αὐτοῦ λέγειν.
” “这都是你的错,”我说,“因为你强迫我说出我对它的看法。
καὶ μηδαμῶς γʼ, ἔφη, παύσῃ, εἰ μή τι, ἀλλὰ τὴν περὶ τὸν ἥλιον ὁμοιότητα αὖ διεξιών, εἴ πῃ ἀπολείπεις.
” “但请绝不要停下来,”他说,“如果没别的,就请再次详述与太阳的相似性,免得漏掉了什么。
ἀλλὰ μήν, εἶπον, συχνά γε ἀπολείπω.
” “可事实上,”我说,“我漏掉了很多。
μηδὲ σμικρὸν τοίνυν, ἔφη, παραλίπῃς.
” “那么,哪怕是一点点,也请不要漏掉,”他说。
οἶμαι μέν, ἦν δʼ ἐγώ, καὶ πολύ· ὅμως δέ, ὅσα γʼ ἐν τῷ παρόντι δυνατόν, ἑκὼν οὐκ ἀπολείψω.
“我想我会漏掉很多的,”我说,“但是,在目前情况下可能做到的范围内,我不会故意漏掉任何东西。
μὴ γάρ, ἔφη.
” “请务必不要,”他说。
νόησον τοίνυν, ἦν δʼ ἐγώ, ὥσπερ λέγομεν, δύο αὐτὼ εἶναι, καὶ βασιλεύειν τὸ μὲν νοητοῦ γένους τε καὶ τόπου, τὸ δʼ αὖ ὁρατοῦ, ἵνα μὴ οὐρανοῦ εἰπὼν δόξω σοι σοφίζεσθαι περὶ τὸ ὄνομα.
“那么,请像我们说的那样想,”我说,“这两者是存在的,一个统治着理智的部类和领域,另一个统治着可见的领域。 免得我说‘天’(乌拉诺斯),你会觉得我在名字上玩弄诡辩。
ἀλλʼ οὖν ἔχεις ταῦτα διττὰ εἴδη, ὁρατόν, νοητόν;
不管怎么说,你接受这两类,可见的和理智的吗?
ἔχω.
” “接受。
ὥσπερ τοίνυν γραμμὴν δίχα τετμημένην λαβὼν ἄνισα τμήματα, πάλιν τέμνε ἑκάτερον τὸ τμῆμα ἀνὰ τὸν αὐτὸν λόγον, τό τε τοῦ ὁρωμένου γένους καὶ τὸ τοῦ νοουμένου, καί σοι ἔσται σαφηνείᾳ καὶ ἀσαφείᾳ πρὸς ἄλληλα ἐν μὲν τῷ ὁρωμένῳ τὸ μὲν ἕτερον τμῆμα εἰκόνες—
” “那么,就像拿来一条被切成两个不等线段的线,再把其中的每一个线段,按照同样的比例重新切分,即分成可见的部类和理智的部类。 这样,你就会在相互的明晰与模糊的比例中得到它们:在可见的领域中,其中的一个线段是似姿(影子和倒影)——”