§6.506ἥκιστά γʼ, ἔφη.
“绝非如此,”他说。
οἶμαι γοῦν, εἶπον, δίκαιά τε καὶ καλὰ ἀγνοούμενα ὅπῃ ποτὲ ἀγαθά ἐστιν, οὐ πολλοῦ τινος ἄξιον φύλακα κεκτῆσθαι ἂν ἑαυτῶν τὸν τοῦτο ἀγνοοῦντα· μαντεύομαι δὲ μηδένα αὐτὰ πρότερον γνώσεσθαι ἱκανῶς.
“至少我认为,”我说,“如果正义和美的事物在何种意义上是善的这一点不为人所知,那么一个对此一无所知的守护者,在作为它们的守护者时,将不会有什么巨大的价值;而且我预言,在此之前,没有人能充分认识它们。
καλῶς γάρ, ἔφη, μαντεύῃ.
” “你预言得很好,”他说。
οὐκοῦν ἡμῖν ἡ πολιτεία τελέως κεκοσμήσεται, ἐὰν ὁ τοιοῦτος αὐτὴν ἐπισκοπῇ φύλαξ, ὁ τούτων ἐπιστήμων;
“那么,如果由这样一位对这些事物拥有知识的守护者来监督它,我们的城邦不就将得到最完美的治理吗?
ἀνάγκη, ἔφη.
” “这是必然的,”他说。
ἀλλὰ σὺ δή, ὦ Σώκρατες, πότερον ἐπιστήμην τὸ ἀγαθὸν φῂς εἶναι ἢ ἡδονήν, ἢ ἄλλο τι παρὰ ταῦτα;
“但是,苏格拉底,你呢? 你认为善是知识,还是快乐,还是这些之外的别的东西?
οὗτος, ἦν δʼ ἐγώ, ἀνήρ, καλῶς ἦσθα καὶ πάλαι καταφανὴς ὅτι σοι οὐκ ἀποχρήσοι τὸ τοῖς ἄλλοις δοκοῦν περὶ αὐτῶν.
” “好家伙,”我说,“我很早就看得清清楚楚,你绝不会满足于别人对这些事物的看法的。
οὐδὲ γὰρ δίκαιόν μοι, ἔφη, ὦ Σώκρατες, φαίνεται τὰ τῶν ἄλλων μὲν ἔχειν εἰπεῖν δόγματα, τὸ δʼ αὑτοῦ μή, τοσοῦτον χρόνον περὶ ταῦτα πραγματευόμενον.
” “因为在我看来,苏格拉底,”他说,“在花了这么多时间研究这些问题之后,却只能说出别人的观点,而说不出自己的观点,这并不公平。
τί δέ;
” “什么?
ἦν δʼ ἐγώ·
”我说。
δοκεῖ σοι δίκαιον εἶναι περὶ ὧν τις μὴ οἶδεν λέγειν ὡς εἰδότα;
“你认为对于自己不知道的事情,像知道的人那样去说,是公正的吗?
οὐδαμῶς γʼ, ἔφη, ὡς εἰδότα, ὡς μέντοι οἰόμενον ταῦθʼ ἃ οἴεται ἐθέλειν λέγειν.
” “绝不是像知道的人那样,”他说,“但是,把自己的看法作为自己的看法,他应当愿意说出来。
τί δέ;
” “那这个呢?
εἶπον·
”我说。
οὐκ ᾔσθησαι τὰς ἄνευ ἐπιστήμης δόξας, ὡς πᾶσαι αἰσχραί;
“你难道没有察觉到,没有知识的意见全都是丑陋的吗?
ὧν αἱ βέλτισται τυφλαί—ἢ δοκοῦσί τί σοι τυφλῶν διαφέρειν ὁδὸν ὀρθῶς πορευομένων οἱ ἄνευ νοῦ ἀληθές τι δοξάζοντες;
其中最好的也是盲目的——或者在你看来,那些没有理智却持有某种真实意见的人,与盲人走在正确的道路上有什么区别吗?
οὐδέν, ἔφη.
” “毫无区别,”他说。
βούλει οὖν αἰσχρὰ θεάσασθαι, τυφλά τε καὶ σκολιά, ἐξὸν παρʼ ἄλλων ἀκούειν φανά τε καὶ καλά;
“那么,既然可以从别人那里听到光明和美好的事物,你难道还想去看那些丑陋、盲目、扭曲的东西吗?
μὴ πρὸς Διός, ἦ δʼ ὅς, ὦ Σώκρατες, ὁ Γλαύκων, ὥσπερ ἐπὶ τέλει ὢν ἀποστῇς.
” “凭宙斯起誓,苏格拉底,”格劳孔说,“请不要像已经到达终点一样退缩。
ἀρκέσει γὰρ ἡμῖν, κἂν ὥσπερ δικαιοσύνης πέρι καὶ σωφροσύνης καὶ τῶν ἄλλων διῆλθες, οὕτω καὶ περὶ τοῦ ἀγαθοῦ διέλθῃς.
因为只要你能像讲述正义、节制和其他事物那样讲述善,我们就满足了。
καὶ γὰρ ἐμοί, ἦν δʼ ἐγώ, ὦ ἑταῖρε, καὶ μάλα ἀρκέσει·
” “其实,我的伙伴,”我说,“这对我来说也将是非常满足的。
ἀλλʼ ὅπως μὴ οὐχ οἷός τʼ ἔσομαι, προθυμούμενος δὲ ἀσχημονῶν γέλωτα ὀφλήσω.
但我担心自己无能为力,因为热心过度而举止失态,反而招致嘲笑。
ἀλλʼ, ὦ μακάριοι, αὐτὸ μὲν τί ποτʼ ἐστὶ τἀγαθὸν ἐάσωμεν τὸ νῦν εἶναι—πλέον γάρ μοι φαίνεται ἢ κατὰ τὴν παροῦσαν ὁρμὴν ἐφικέσθαι τοῦ γε δοκοῦντος ἐμοὶ τὰ νῦν—ὃς δὲ ἔκγονός τε τοῦ ἀγαθοῦ φαίνεται καὶ ὁμοιότατος ἐκείνῳ, λέγειν ἐθέλω, εἰ καὶ ὑμῖν φίλον, εἰ δὲ μή, ἐᾶν.
但是,快乐的人们啊,关于善自身到底是什么,我们姑且先放一放——因为在我看来,要达到我现在所想的东西,以目前的劲头似乎有些力不从心——但我愿意谈谈那看起来是善的后代、并且与它最相似的东西,如果你们也愿意的话;如果不愿意,那就作罢。
ἀλλʼ, ἔφη, λέγε· εἰς αὖθις γὰρ τοῦ πατρὸς ἀποτείσεις τὴν διήγησιν.
” “不,说吧,”他说,“至于关于父亲的叙述,你以后再偿还就是了。
§6.507βουλοίμην ἄν, εἶπον, ἐμέ τε δύνασθαι αὐτὴν ἀποδοῦναι καὶ ὑμᾶς κομίσασθαι, ἀλλὰ μὴ ὥσπερ νῦν τοὺς τόκους μόνον.
” “我倒希望,”我说,“我能偿还它,而你们能得到它,而不仅仅像现在这样只得到利息。
τοῦτον δὲ δὴ οὖν τὸν τόκον τε καὶ ἔκγονον αὐτοῦ τοῦ ἀγαθοῦ κομίσασθε.
无论如何,你们就接受这利息,也就是善本身的后代吧。
εὐλαβεῖσθε μέντοι μή πῃ ἐξαπατήσω ὑμᾶς ἄκων, κίβδηλον ἀποδιδοὺς τὸν λόγον τοῦ τόκου.
不过,你们要提防,免得我不小心欺骗了你们,给你们付了伪造的利息账。
εὐλαβησόμεθα, ἔφη, κατὰ δύναμιν·
” “我们会尽力提防的,”他说,“所以你尽管说吧。
ἀλλὰ μόνον λέγε. διομολογησάμενός γʼ ἔφην ἐγώ, καὶ ἀναμνήσας ὑμᾶς τά τʼ ἐν τοῖς ἔμπροσθεν ῥηθέντα καὶ ἄλλοτε ἤδη πολλάκις εἰρημένα.
” “这至少要在达成一致意见,”我说,“并让你们想起先前说过、且在其他时候也已经多次说过的事情之后才行。
τὰ ποῖα;
” “是哪些事情?
ἦ δʼ ὅς.
”他说。
πολλὰ καλά, ἦν δʼ ἐγώ, καὶ πολλὰ ἀγαθὰ καὶ ἕκαστα οὕτως εἶναί φαμέν τε καὶ διορίζομεν τῷ λόγῳ.
“许多美的事物,”我说,“和许多善的事物,以及关于每一个这样的事物,我们在言辞中声称并给它们下了定义。
φαμὲν γάρ.
” “是的,我们确实这么说。
καὶ αὐτὸ δὴ καλὸν καὶ αὐτὸ ἀγαθόν, καὶ οὕτω περὶ πάντων ἃ τότε ὡς πολλὰ ἐτίθεμεν, πάλιν αὖ κατʼ ἰδέαν μίαν ἑκάστου ὡς μιᾶς οὔσης τιθέντες,
ὃ ἔστιν
ἕκαστον προσαγορεύομεν.
” “而且,还有‘美自身’和‘善自身’,对于我们先前设定为多数的所有事物也同样如此,现在我们再次根据每一类事物的单一理念将它们设定,假设它只有一个,并称每一个为‘它本身之所是’。
ἔστι ταῦτα.
” “正是如此。
καὶ τὰ μὲν δὴ ὁρᾶσθαί φαμεν, νοεῖσθαι δʼ οὔ, τὰς δʼ αὖ ἰδέας νοεῖσθαι μέν, ὁρᾶσθαι δʼ οὔ.
” “而且,我们说前者是被看见的,但不能被理智理解,而理念则是被理智理解的,但不能被看见。
παντάπασι μὲν οὖν.
” “完全如此。
τῷ οὖν ὁρῶμεν ἡμῶν αὐτῶν τὰ ὁρώμενα;
” “那么,我们是用我们自身的什么来看见那些被看见的事物的?
τῇ ὄψει, ἔφη.
” “用视觉,”他说。
οὐκοῦν, ἦν δʼ ἐγώ, καὶ ἀκοῇ τὰ ἀκουόμενα, καὶ ταῖς ἄλλαις αἰσθήσεσι πάντα τὰ αἰσθητά;
“那么,”我说,“也是用听觉来听那些被听到的事物,用其他感觉来感知所有被感知的事物吗?
τί μήν;
” “可不是嘛。
ἆρʼ οὖν, ἦν δʼ ἐγώ, ἐννενόηκας τὸν τῶν αἰσθήσεων δημιουργὸν ὅσῳ πολυτελεστάτην τὴν τοῦ ὁρᾶν τε καὶ ὁρᾶσθαι δύναμιν ἐδημιούργησεν;
” “那么,”我说,“你有没有注意到,感觉的制造者把看和被看的力量制造得多么昂贵吗?
οὐ πάνυ, ἔφη.
” “不怎么注意,”他说。
ἀλλʼ ὧδε σκόπει.
“但请这样想。
ἔστιν ὅτι προσδεῖ ἀκοῇ καὶ φωνῇ γένους ἄλλου εἰς τὸ τὴν μὲν ἀκούειν, τὴν δὲ ἀκούεσθαι, ὃ ἐὰν μὴ παραγένηται τρίτον, ἡ μὲν οὐκ ἀκούσεται, ἡ δὲ οὐκ ἀκουσθήσεται;
听觉和声音是否还需要另一种东西,以便一个去听,另一个被听,如果没有这第三种东西参与,前者就听不到,后者也就听不到?
οὐδενός, ἔφη.
” “不需要,”他说。
οἶμαι δέ γε, ἦν δʼ ἐγώ, οὐδʼ ἄλλαις πολλαῖς, ἵνα μὴ εἴπω ὅτι οὐδεμιᾷ, τοιούτου προσδεῖ οὐδενός.
“而且我想,”我说,“即使不说一个都没有,很多其他的感觉也都不需要任何这样的东西。
ἢ σύ τινα ἔχεις εἰπεῖν;
或者你能说出任何一个吗?
οὐκ ἔγωγε, ἦ δʼ ὅς.
” “我不能,”他说。
τὴν δὲ τῆς ὄψεως καὶ τοῦ ὁρατοῦ οὐκ ἐννοεῖς ὅτι προσδεῖται;
“但你难道没有注意到,视觉和可见物确实需要它吗?
πῶς;
” “怎么说呢?
ἐνούσης που ἐν ὄμμασιν ὄψεως καὶ ἐπιχειροῦντος τοῦ ἔχοντος χρῆσθαι αὐτῇ, παρούσης δὲ χρόας ἐν αὐτοῖς, ἐὰν μὴ παραγένηται γένος τρίτον ἰδίᾳ ἐπʼ αὐτὸ τοῦτο πεφυκός, οἶσθα ὅτι ἥ τε ὄψις οὐδὲν ὄψεται, τά τε χρώματα ἔσται ἀόρατα.
” “即便眼睛里有视觉,拥有它的人试图使用它,而且事物身上也有颜色,但如果没有那专为此一目的而天然具有的第三种东西参与,你懂得,视觉将什么也看不见,颜色也将是看不见的。
τίνος δὴ λέγεις, ἔφη, τούτου;
” “你所说的这个东西是指什么? ”他说。
ὃ δὴ σὺ καλεῖς, ἦν δʼ ἐγώ, φῶς.
“这正是你所说的,”我说,“光。
ἀληθῆ, ἔφη, λέγεις.
” “你说得对,”他说。