§6.504πρέπει γέ τοι δή, ἔφη, οὕτω σκοπεῖν.
“确实必须这样去考察,”他说。
ἀλλὰ ποῖα δὴ λέγεις μαθήματα μέγιστα;
“但你所说的那种最伟大的学科,到底是指什么呢?
μνημονεύεις μέν που, ἦν δʼ ἐγώ, ὅτι τριττὰ εἴδη ψυχῆς διαστησάμενοι συνεβιβάζομεν δικαιοσύνης τε πέρι καὶ σωφροσύνης καὶ ἀνδρείας καὶ σοφίας ὃ ἕκαστον εἴη.
” “你一定还记得,”我说,“我们在把灵魂分为三个部分之后,得出了关于正义、节制、勇敢和智慧各自是什么的结论吧?
μὴ γὰρ μνημονεύων, ἔφη, τὰ λοιπὰ ἂν εἴην δίκαιος μὴ ἀκούειν.
” “如果我不记得,”他说,“我将不配听接下来的内容。
ἦ καὶ τὸ προρρηθὲν αὐτῶν;
” “那你还记得在那些之前说过的吗?
τὸ ποῖον δή;
” “那是什么呢?
ἐλέγομέν που ὅτι ὡς μὲν δυνατὸν ἦν κάλλιστα αὐτὰ κατιδεῖν ἄλλη μακροτέρα εἴη περίοδος, ἣν περιελθόντι καταφανῆ γίγνοιτο, τῶν μέντοι ἔμπροσθεν προειρημένων ἑπομένας ἀποδείξεις οἷόν τʼ εἴη προσάψαι.
” “我们当时说,要以最完美的方式看清它们,还有另外一条更长的回路,走完这条路,它们才会变得清晰;不过,把与先前所说内容相承接的证明附加其上,也是可能的。
καὶ ὑμεῖς ἐξαρκεῖν ἔφατε, καὶ οὕτω δὴ ἐρρήθη τὰ τότε τῆς μὲν ἀκριβείας, ὡς ἐμοὶ ἐφαίνετο, ἐλλιπῆ, εἰ δὲ ὑμῖν ἀρεσκόντως, ὑμεῖς ἂν τοῦτο εἴποιτε.
你们当时说这就足够了,所以那时的讨论就这样进行了,在我看来,它在严密性上有所欠缺;但它是否合你们的心意,这得由你们来说。
ἀλλʼ ἔμοιγε, ἔφη, μετρίως· ἐφαίνετο μὴν καὶ τοῖς ἄλλοις.
” “对我来说,”他说,“是适度的;而且在其他人看来也是如此。
ἀλλʼ, ὦ φίλε, ἦν δʼ ἐγώ, μέτρον τῶν τοιούτων ἀπολεῖπον καὶ ὁτιοῦν τοῦ ὄντος οὐ πάνυ μετρίως γίγνεται·
” “但是,我的朋友,”我说,“在这些事情上,哪怕有一点点不及实存之物的尺度,绝称不上是适度的。
ἀτελὲς γὰρ οὐδὲν οὐδενὸς μέτρον.
因为不完整的东西绝不能成为任何东西的尺度。
δοκεῖ δʼ ἐνίοτέ τισιν ἱκανῶς ἤδη ἔχειν καὶ οὐδὲν δεῖν περαιτέρω ζητεῖν.
但有时,某些人会认为已经足够,无需再进一步探求了。
καὶ μάλʼ, ἔφη, συχνοὶ πάσχουσιν αὐτὸ διὰ ῥᾳθυμίαν.
” “确实,”他说,“有很多人因为懒惰而陷入这种状态。
τούτου δέ γε, ἦν δʼ ἐγώ, τοῦ παθήματος ἥκιστα προσδεῖ φύλακι πόλεώς τε καὶ νόμων.
” “但是,”我说,“国家和法律的守护者最不需要的就是这种状态。
εἰκός, ἦ δʼ ὅς.
” “正是如此,”他说。
τὴν μακροτέραν τοίνυν, ὦ ἑταῖρε, ἔφην, περιιτέον τῷ τοιούτῳ, καὶ οὐχ ἧττον μανθάνοντι πονητέον ἢ γυμναζομένῳ· ἤ, ὃ νυνδὴ ἐλέγομεν, τοῦ μεγίστου τε καὶ μάλιστα προσήκοντος μαθήματος ἐπὶ τέλος οὔποτε ἥξει.
“因此,我的伙伴,”我说,“这样的人必须走完那条更长的回路,在学习上付出的劳动绝不能少于在身体训练上付出的劳动;否则,正如我们刚才所说,他将永远无法达到最伟大且最适合他的学科的终点。
οὐ γὰρ ταῦτα, ἔφη, μέγιστα, ἀλλʼ ἔτι τι μεῖζον δικαιοσύνης τε καὶ ὧν διήλθομεν;
” “难道这些还不是最伟大的吗? ”他说,“难道还有比正义以及我们详述过的那些更伟大的东西吗?
καὶ μεῖζον, ἦν δʼ ἐγώ, καὶ αὐτῶν τούτων οὐχ ὑπογραφὴν δεῖ ὥσπερ νῦν θεάσασθαι, ἀλλὰ τὴν τελεωτάτην ἀπεργασίαν μὴ παριέναι.
” “确实有更伟大的,”我说,“而且即使是这些事物本身,我们也绝不能像现在这样只看一个草图,而是绝不能放过那最完美的加工。
ἢ οὐ γελοῖον ἐπὶ μὲν ἄλλοις σμικροῦ ἀξίοις πᾶν ποιεῖν συντεινομένους ὅπως ὅτι ἀκριβέστατα καὶ καθαρώτατα ἕξει, τῶν δὲ μεγίστων μὴ μεγίστας ἀξιοῦν εἶναι καὶ τὰς ἀκριβείας;
” “或者,在其他那些微不足道的事情上,竭尽全力使它们尽可能精确和纯洁,而在最伟大的事情上,却不要求最伟大的精确性,这难道不是很荒唐吗?
καὶ μάλα, ἔφη,·
” “确实如此,”他说。
ὃ μέντοι μέγιστον μάθημα καὶ περὶ ὅτι αὐτὸ λέγεις, οἴει τινʼ ἄν σε, ἔφη, ἀφεῖναι μὴ ἐρωτήσαντα τί ἐστιν;
“然而,那最伟大的学科是什么,你所说的又是关于什么的,你以为,”他说,“会有任何人不问你那是什么就放过你吗?
οὐ πάνυ, ἦν δʼ ἐγώ, ἀλλὰ καὶ σὺ ἐρώτα.
” “一点也不,”我说,“所以,你也问吧。
§6.505πάντως αὐτὸ οὐκ ὀλιγάκις ἀκήκοας, νῦν δὲ ἢ οὐκ ἐννοεῖς ἢ αὖ διανοῇ ἐμοὶ πράγματα παρέχειν ἀντιλαμβανόμενος.
” “无论如何,你听到过它不止一次,但现在你要么不理解,要么就是打算通过提出异议来给我找麻烦。
οἶμαι δὲ τοῦτο μᾶλλον· ἐπεὶ ὅτι γε ἡ τοῦ ἀγαθοῦ ἰδέα μέγιστον μάθημα, πολλάκις ἀκήκοας, ᾗ δὴ καὶ δίκαια καὶ τἆλλα προσχρησάμενα χρήσιμα καὶ ὠφέλιμα γίγνεται.
我想是后者;因为你经常听到:善的理念是最伟大的学科,正义和其他事物通过进一步运用它,才变得有用和有益。
καὶ νῦν σχεδὸν οἶσθʼ ὅτι μέλλω τοῦτο λέγειν, καὶ πρὸς τούτῳ ὅτι αὐτὴν οὐχ ἱκανῶς ἴσμεν· εἰ δὲ μὴ ἴσμεν, ἄνευ δὲ ταύτης εἰ ὅτι μάλιστα τἆλλα ἐπισταίμεθα, οἶσθʼ ὅτι οὐδὲν ἡμῖν ὄφελος, ὥσπερ οὐδʼ εἰ κεκτῄμεθά τι ἄνευ τοῦ ἀγαθοῦ.
” “现在你大概也知道我正要说这一点,而且还要说,我们对它了解得并不充分;如果我们在不知道它的情况下,即便最大程度地知道其他所有事物,你懂得,对我们也是毫无益处的,这就像是我们在没有善的情况下拥有什么东西一样。
ἢ οἴει τι πλέον εἶναι πᾶσαν κτῆσιν ἐκτῆσθαι, μὴ μέντοι ἀγαθήν;
” “或者,你以为拥有全部不好的财产,会有什么益处吗?
ἢ πάντα τἆλλα φρονεῖν ἄνευ τοῦ ἀγαθοῦ, καλὸν δὲ καὶ ἀγαθὸν μηδὲν φρονεῖν;
或者在没有善的情况下,理解其他所有事物,却完全不理解任何美好和善的事物,会有什么益处吗?
μὰ Δίʼ οὐκ ἔγωγʼ, ἔφη.
” “凭宙斯起誓,我不这么认为,”他说。
ἀλλὰ μὴν καὶ τόδε γε οἶσθα, ὅτι τοῖς μὲν πολλοῖς ἡδονὴ δοκεῖ εἶναι τὸ ἀγαθόν, τοῖς δὲ κομψοτέροις φρόνησις.
“但是,你也知道这一点:对大多数人来说,快乐似乎就是善;而对更温雅的人来说,则是思虑。
πῶς δʼ οὔ;
” “怎么会不知道呢?
καὶ ὅτι γε, ὦ φίλε, οἱ τοῦτο ἡγούμενοι οὐκ ἔχουσι δεῖξαι ἥτις φρόνησις, ἀλλʼ ἀναγκάζονται τελευτῶντες τὴν τοῦ ἀγαθοῦ φάναι.
” “而且,我的朋友,那些持有这种观点的人无法指出这是何种思虑,而最终被迫说那是关于善的思虑。
καὶ μάλα, ἔφη, γελοίως.
” “确实非常荒谬,”他说。
πῶς γὰρ οὐχί, ἦν δʼ ἐγώ, εἰ ὀνειδίζοντές γε ὅτι οὐκ ἴσμεν τὸ ἀγαθὸν λέγουσι πάλιν ὡς εἰδόσιν;
“怎么会不荒谬呢,”我说,“因为他们一边责备我们不知道善,一边又反过来把我们当成知道善的人来对我们说话。
φρόνησιν γὰρ αὐτό φασιν εἶναι ἀγαθοῦ, ὡς αὖ συνιέντων ἡμῶν ὅτι λέγουσιν, ἐπειδὰν τὸ τοῦ ἀγαθοῦ φθέγξωνται ὄνομα.
因为他们说那是关于善的思虑,好像我们在他们说出‘善’这个名字时,就理解了他们的意图似的。
ἀληθέστατα, ἔφη.
” “确实如此,”他说。
τί δὲ οἱ τὴν ἡδονὴν ἀγαθὸν ὁριζόμενοι;
“那么那些把快乐定义为善的人呢?
μῶν μή τι ἐλάττονος πλάνης ἔμπλεῳ τῶν ἑτέρων;
难道他们不也是和另一派人一样充满迷误吗?
ἢ οὐ καὶ οὗτοι ἀναγκάζονται ὁμολογεῖν ἡδονὰς εἶναι κακάς;
难道他们不也是被迫承认存在着坏的快乐吗?
σφόδρα γε.
” “确实如此。
συμβαίνει δὴ αὐτοῖς οἶμαι ὁμολογεῖν ἀγαθὰ εἶναι καὶ κακὰ ταὐτά.
” “那么,我想,在他们看来就是承认了同样的事物既是善又是恶。
ἦ γάρ;
不是吗?
τί μήν;
” “可不是嘛。
οὐκοῦν ὅτι μὲν μεγάλαι καὶ πολλαὶ ἀμφισβητήσεις περὶ αὐτοῦ, φανερόν;
” “那么,围绕着它有着巨大且繁多的争论,这显然是明白无疑的吧?
πῶς γὰρ οὔ;
” “怎么会不是呢?
τί δέ;
” “但是,这一点难道不明显吗:关于正义和美,许多人宁可选择那些看起来是的东西,即使它们实际上不是,人们仍然去行这些事,占有它们,并想要显得如此;但关于善,拥有看起来是的东西已经无法满足任何人,而是去追求那实际是的,在这里,每个人都已经蔑视看起来的东西了?
τόδε οὐ φανερόν, ὡς δίκαια μὲν καὶ καλὰ πολλοὶ ἂν ἕλοιντο τὰ δοκοῦντα, κἂν εἰ μὴ εἴη, ὅμως ταῦτα πράττειν καὶ κεκτῆσθαι καὶ δοκεῖν, ἀγαθὰ δὲ οὐδενὶ ἔτι ἀρκεῖ τὰ δοκοῦντα κτᾶσθαι, ἀλλὰ τὰ ὄντα ζητοῦσιν, τὴν δὲ δόξαν ἐνταῦθα ἤδη πᾶς ἀτιμάζει; καὶ μάλα, ἔφη.
” “确实如此,”他说。
ὃ δὴ διώκει μὲν ἅπασα ψυχὴ καὶ τούτου ἕνεκα πάντα πράττει, ἀπομαντευομένη τι εἶναι, ἀποροῦσα δὲ καὶ οὐκ ἔχουσα λαβεῖν ἱκανῶς τί ποτʼ ἐστὶν οὐδὲ πίστει χρήσασθαι μονίμῳ οἵᾳ καὶ περὶ τἆλλα, διὰ τοῦτο δὲ ἀποτυγχάνει καὶ τῶν ἄλλων εἴ τι ὄφελος ἦν, περὶ δὴ τὸ τοιοῦτον καὶ τοσοῦτον οὕτω φῶμεν δεῖν ἐσκοτῶσθαι καὶ ἐκείνους τοὺς βελτίστους ἐν τῇ πόλει, οἷς πάντα ἐγχειριοῦμεν;
“这正是每一个灵魂都在追求,并为了它而行所有事情的,灵魂直觉到它是一件什么实存的东西,但又处于困惑之中,无法充分把握它到底是什么,也无法像对其他事情那样产生一种稳定的信任;由于这个原因,灵魂也失去了其他事情可能具有的任何益处。 关于这样一个如此重要且重大的事物,我们难道要说,城邦中我们托付一切的那些最优秀的人,也必须这样处于黑暗之中吗? ”