Humanitext Reader

柏拉图 · 理想国 §6.502-6.503

哲学统治的可行性与守护者的资质

第 93 段,共 153 段 · 希腊语

内容简介

苏格拉底论证了哲学家统治的可行性,指出一旦有能力的统治者确立了法律,市民去实行这些并非不可能。随后,他指出了担任最严格守护者所需品质的稀缺性,并阐明了通过广泛的考验和学科来选拔并培养兼具智力敏锐与稳定性格之人的必要性。

§6.502βούλει οὖν, ἦν δʼ ἐγώ, μὴ ἧττον φῶμεν αὐτοὺς ἀλλὰ παντάπασι πρᾴους γεγονέναι καὶ πεπεῖσθαι, ἵνα, εἰ μή τι, ἀλλὰ αἰσχυνθέντες ὁμολογήσωσιν;
“那么,”我说,“我们要不要说他们不仅怒气消了,而且已经变得完全温和并被说服了? 这样一来,即使没有别的原因,他们至少也会因为感到羞愧而表示同意。
πάνυ μὲν οὖν, ἔφη.
”“确实如此,”他说。
οὗτοι μὲν τοίνυν, ἦν δʼ ἐγώ, τοῦτο πεπεισμένοι ἔστων·
“那么,就让他们被视为在这个问题上已被说服了,”我说。
τοῦδε δὲ πέρι τις ἀμφισβητήσει, ὡς οὐκ ἂν τύχοιεν γενόμενοι βασιλέων ἔκγονοι ἢ δυναστῶν τὰς φύσεις φιλόσοφοι;
“但是关于接下来的事,还会有人争辩说,国王或统治者的子孙中不可能碰巧出现天性是哲学家的人吗?
οὐδʼ ἂν εἷς, ἔφη.
”“一个也不会,”他说。
τοιούτους δὲ γενομένους ὡς πολλὴ ἀνάγκη διαφθαρῆναι, ἔχει τις λέγειν;
“而当这样的人出生后,有谁能说他们必然会堕落吗?
ὡς μὲν γὰρ χαλεπὸν σωθῆναι, καὶ ἡμεῖς συγχωροῦμεν·
因为要保存自身是困难的,这一点我们也同意。
ὡς δὲ ἐν παντὶ τῷ χρόνῳ τῶν πάντων οὐδέποτε οὐδʼ ἂν εἷς σωθείη, ἔσθʼ ὅστις ἀμφισβητήσειε;
但是,在整个时代的所有人中,难道连一个也无法保存下来,对此谁能争辩呢?
καὶ πῶς;
”“怎么可能呢?
ἀλλὰ μήν, ἦν δʼ ἐγώ, εἷς ἱκανὸς γενόμενος, πόλιν ἔχων πειθομένην, πάντʼ ἐπιτελέσαι τὰ νῦν ἀπιστούμενα.
”“但是,”我说,“只要有一个具备足够能力的人出现,并拥有一个听从他的城邦,就能完成目前令人难以置信的所有事情。
ἱκανὸς γάρ, ἔφη.
”“因为一个就足够了,”他说。
ἄρχοντος γάρ που, ἦν δʼ ἐγώ, τιθέντος τοὺς νόμους καὶ τὰ ἐπιτηδεύματα ἃ διεληλύθαμεν, οὐ δήπου ἀδύνατον ἐθέλειν ποιεῖν τοὺς πολίτας.
“因为,”我说,“如果一个统治者制定了我们所详细阐述的法律和行为习惯,市民们愿意去实行这些,这想必绝不是不可能的。
οὐδʼ ὁπωστιοῦν.
”“绝非不可能。
ἀλλὰ δή, ἅπερ ἡμῖν δοκεῖ, δόξαι καὶ ἄλλοις θαυμαστόν τι καὶ ἀδύνατον;
”“那么,我们认为妥当的事,同样也被其他人认为妥当,这难道是什么令人惊异且不可能的事吗?
οὐκ οἶμαι ἔγωγε, ἦ δʼ ὅς.
我自己是不这么认为的,”他说。
καὶ μὴν ὅτι γε βέλτιστα, εἴπερ δυνατά, ἱκανῶς ἐν τοῖς ἔμπροσθεν, ὡς ἐγᾦμαι, διήλθομεν.
“而且,如果这些事是可能的,那它们就是最善的,关于这一点,我想我们在前面已经进行了充分的讨论。
ἱκανῶς γάρ.
”“确实充分了。
νῦν δή, ὡς ἔοικεν, συμβαίνει ἡμῖν περὶ τῆς νομοθεσίας ἄριστα μὲν εἶναι ἃ λέγομεν, εἰ γένοιτο, χαλεπὰ δὲ γενέσθαι, οὐ μέντοι ἀδύνατά γε.
”“由此看来,现在我们关于立法的讨论得出了这样的结论:如果我们所说的事情能够实现,那就是最好的;而要实现它们虽属不易,但绝非不可能。
συμβαίνει γάρ, ἔφη.
”“确实如此,”他说。
οὐκοῦν ἐπειδὴ τοῦτο μόγις τέλος ἔσχεν, τὰ ἐπίλοιπα δὴ μετὰ τοῦτο λεκτέον, τίνα τρόπον ἡμῖν καὶ ἐκ τίνων μαθημάτων τε καὶ ἐπιτηδευμάτων οἱ σωτῆρες ἐνέσονται τῆς πολιτείας, καὶ κατὰ ποίας ἡλικίας ἕκαστοι ἑκάστων ἁπτόμενοι;
“既然这件事好不容易告一段落,接下来我们就必须讨论剩下的问题:以何种方式、通过何种学习和行业习惯,我们的国制守护者才会出现在城邦中? 以及他们各自在什么年龄着手做各自的事情?
λεκτέον μέντοι, ἔφη.
”“确实必须讨论,”他说。
οὐδέν, ἦν δʼ ἐγώ, τὸ σοφόν μοι ἐγένετο τήν τε τῶν γυναικῶν τῆς κτήσεως δυσχέρειαν ἐν τῷ πρόσθεν παραλιπόντι καὶ παιδογονίαν καὶ τὴν τῶν ἀρχόντων κατάστασιν, εἰδότι ὡς ἐπίφθονός τε καὶ χαλεπὴ γίγνεσθαι ἡ παντελῶς ἀληθής· νῦν γὰρ οὐδὲν ἧττον ἦλθεν τὸ δεῖν αὐτὰ διελθεῖν.
“看来,”我说,“我先前避开关于妇女占有、生育孩子以及统治者任命等难题,并不是什么高明的做法。 因为我知道,完全真实的国制很容易招致反感且极难实现;但现在,详细论述这些问题的必要性还是不可避免地到来了。
καὶ τὰ μὲν δὴ τῶν γυναικῶν τε καὶ παίδων πεπέρανται, τὸ δὲ τῶν ἀρχόντων ὥσπερ ἐξ ἀρχῆς μετελθεῖν δεῖ.
妇女和孩子的事情确实已经讨论完毕,但关于统治者的事情,我们必须像从头开始一样重新进行探讨。
§6.503ἐλέγομεν δʼ, εἰ μνημονεύεις, δεῖν αὐτοὺς φιλοπόλιδάς τε φαίνεσθαι, βασανιζομένους ἐν ἡδοναῖς τε καὶ λύπαις, καὶ τὸ δόγμα τοῦτο μήτʼ ἐν πόνοις μήτʼ ἐν φόβοις μήτʼ ἐν ἄλλῃ μηδεμιᾷ μεταβολῇ φαίνεσθαι ἐκβάλλοντας, ἢ τὸν ἀδυνατοῦντα ἀποκριτέον, τὸν δὲ πανταχοῦ ἀκήρατον ἐκβαίνοντα ὥσπερ χρυσὸν ἐν πυρὶ βασανιζόμενον, στατέον ἄρχοντα καὶ γέρα δοτέον καὶ ζῶντι καὶ τελευτήσαντι καὶ ἆθλα.
”“如果你们还记得的话,”我说,“我们曾说过他们必须表现出对城邦的热爱,并在享乐与痛苦中接受考验,表明自己无论是在劳苦、恐惧还是在任何其他境遇的变化中,都不会抛弃这种信念。 凡是无法做到这一点的就必须被淘汰,而那些在各种考验中都像烈火中检验出的真金一样纯洁无暇的人,则必须被立为统治者,并在其生前和死后都给予他们荣誉和奖赏。
τοιαῦτʼ ἄττα ἦν τὰ λεγόμενα παρεξιόντος καὶ παρακαλυπτομένου τοῦ λόγου, πεφοβημένου κινεῖν τὸ νῦν παρόν.
”“当时,由于害怕触及目前这个摆在面前的难题,我们的论证便绕道而行,且遮遮掩掩,所说的就是这样一类话。
ἀληθέστατα, ἔφη, λέγεις· μέμνημαι γάρ.
”“你说得太对了,”他说,“因为我还记得。
ὄκνος γάρ, ἔφην, ὦ φίλε, ἐγώ, εἰπεῖν τὰ νῦν ἀποτετολμημένα·
”“我的朋友,”我说,“我先前确实有些犹豫,不敢说出如今已经斗胆说出的这些话。
νῦν δὲ τοῦτο μὲν τετολμήσθω εἰπεῖν, ὅτι τοὺς ἀκριβεστάτους φύλακας φιλοσόφους δεῖ καθιστάναι.
但是现在,就让我们大胆地说出这一点吧:必须把最严格意义上的守护者确立为哲学家。
εἰρήσθω γάρ, ἔφη.
”“那就这样说吧,”他说。
νόησον δὴ ὡς εἰκότως ὀλίγοι ἔσονταί σοι·
“那么,请你想常,他们人数稀少是多么理所当然的事。
ἣν γὰρ διήλθομεν φύσιν δεῖν ὑπάρχειν αὐτοῖς, εἰς ταὐτὸν συμφύεσθαι αὐτῆς τὰ μέρη ὀλιγάκις ἐθέλει, τὰ πολλὰ δὲ διεσπασμένη φύεται.
因为我们曾详述过他们必须具备的那种天性,其各个部分很少会愿意在同一个体中结合生长,而在大多数情况下,它们都是分裂开来生长的。
πῶς, ἔφη, λέγεις;
” “你这是什么意思? ”他说。
εὐμαθεῖς καὶ μνήμονες καὶ ἀγχίνοι καὶ ὀξεῖς καὶ ὅσα ἄλλα τούτοις ἕπεται οἶσθʼ ὅτι οὐκ ἐθέλουσιν ἅμα φύεσθαι καὶ νεανικοί τε καὶ μεγαλοπρεπεῖς τὰς διανοίας οἷοι κοσμίως μετὰ ἡσυχίας καὶ βεβαιότητος ἐθέλειν ζῆν, ἀλλʼ οἱ τοιοῦτοι ὑπὸ ὀξύτητος φέρονται ὅπῃ ἂν τύχωσιν, καὶ τὸ βέβαιον ἅπαν αὐτῶν ἐξοίχεται.
“那些聪敏、记忆力好、机警、敏锐以及具有其他所有这类伴生质量的人,你懂得他们很少会愿意与那些心灵勇敢而宽宏、愿意在安宁和稳定中过着井然有序生活的人同时生长。 相反,这类人会因为过于敏锐而被带向任何随机的方向,而他们身上的所有稳定性都会丧失殆尽。
ἀληθῆ, ἔφη, λέγεις.
”“你说得很对,”他说。
οὐκοῦν τὰ βέβαια αὖ ταῦτα ἤθη καὶ οὐκ εὐμετάβολα, οἷς ἄν τις μᾶλλον ὡς πιστοῖς χρήσαιτο, καὶ ἐν τῷ πολέμῳ πρὸς τοὺς φόβους δυσκίνητα ὄντα, πρὸς τὰς μαθήσεις αὖ ποιεῖ ταὐτόν· δυσκινήτως ἔχει καὶ δυσμαθῶς ὥσπερ ἀπονεναρκωμένα, καὶ ὕπνου τε καὶ χάσμης ἐμπίμπλανται, ὅταν τι δέῃ τοιοῦτον διαπονεῖν.
“相反,那些性格稳定、不易改变的人,人们更愿意把他们当作可靠的人来任用,而且他们在战争中面对恐惧时也不易动摇,但他们在学习方面也表现出同样的状态:他们行动迟缓,学得也慢,就像麻木了一样,一旦需要在这类事情上刻苦努力,他们就会昏昏睡去、哈欠连天。
ἔστι ταῦτα, ἔφη.
”“确实如此,”他说。
ἡμεῖς δέ γέ φαμεν ἀμφοτέρων δεῖν εὖ τε καὶ καλῶς μετέχειν, ἢ μήτε παιδείας τῆς ἀκριβεστάτης δεῖν αὐτῷ μεταδιδόναι μήτε τιμῆς μήτε ἀρχῆς.
“但我们却主张,他们必须良好且优异地兼具这两方面的质量,否则就绝不能让他们分得最严格的教育、荣誉以及统治权。
ὀρθῶς, ἦ δʼ ὅς.
”“很对,”他说。
οὐκοῦν σπάνιον αὐτὸ οἴει ἔσεσθαι;
“那么,你认为这会是罕见的吗?
πῶς δʼ οὔ;
”“怎么会不罕见呢?
βασανιστέον δὴ ἔν τε οἷς τότε ἐλέγομεν πόνοις τε καὶ φόβοις καὶ ἡδοναῖς, καὶ ἔτι δὴ ὃ τότε παρεῖμεν νῦν λέγομεν, ὅτι καὶ ἐν μαθήμασι πολλοῖς γυμνάζειν δεῖ, σκοποῦντας εἰ καὶ τὰ μέγιστα μαθήματα δυνατὴ ἔσται ἐνεγκεῖν εἴτε καὶ ἀποδειλιάσει, ὥσπερ οἱ ἐν τοῖς ἄλλοις ἀποδειλιῶντες.
” “因此,不仅必须在先前所说的那些劳苦、恐惧和享乐中对他们进行检验,而且——正如我们先前忽略而现在要说出的那样——还必须在许多学科中锻炼他们,以观察他们的灵魂是否能够承受最伟大的学科,还是会变得胆怯退缩,就像那些在其他考验中胆怯的人一样。 ”

词汇与语法注释

  1. 502aεἰ μή τι — 条件从句 εἰ μή τι 是一个省略了动词或形容词的惯用表达(如 εἰ μή τι ἄλλο“即使没有别的事”)。它与后文的 ἀλλά(意为“至少、起码”)连用,表示“即使没有其他原因,至少……”的意思。
  2. 502aὡς οὐκ ἂν τύχοιεν γενόμενοι — 连词 ὡς 引导的从句是一个名词性从句(或同格从句),具体说明动词 ἀμφισβητήσει(争辩、质疑)的内容。分词 γενόμενοι 与 τυγχάνω(此处为 τύχοιεν)连用,表示“碰巧成为”或“恰好是”。
  3. 503aἀποκριτέον — 动形容词(以 -τέος 结尾)ἀποκριτέον(应当淘汰)、στατέον(应当设立)、δοτέον(应当给予)在此处作非人称使用。由于它们保留了及物动词的主动意义,因此支配宾格目的语:τὸν ἀδυνατοῦντα(无能力者)和 τὸν ... ἐκβαίνοντα(经受住考验者)。
  4. 503bὄκνος γάρ, ἔφην, ὦ φίλε, ἐγώ, εἰπεῖν — 名词 ὄκνος(犹豫、畏缩)后面省略了存在动词(如 ἦν)和表示所属的与格代词(如 μοι),整体意为“我有犹豫(我不愿)”。不定式 εἰπεῖν 直接修饰名词 ὄκνος,解释犹豫的内容。插入的主句主语 ἐγώ 语法上是 ἔφην(我说)的主语,但在语义上也起到了强调“我”在犹豫的作用。
  5. 503cεὐμαθεῖς καὶ μνήμονες... — 以 εὐμαθεῖς...(聪明伶俐的……人)开始的一系列形容词被前置到句首(先期预示),作为不定式 φύεσθαι(与 οὐκ ἐθέλουσιν 连用)的逻辑主语。在插入语 οἶσθʼ ὅ提(你懂得……)引导的从句中,它们与后半部分的 νεανικοί...(勇敢的……人)形成对比,表示这两类品质很难同时(ἅμα)结合生长。
  6. 503eδυνατὴ ἔσται — 阴性单数形容词 δυνατὴ 的主语在原文中并未显式写出,但根据前文语境(503b等处探讨的“守护者的灵魂”),应当补出省略的阴性名词 ἡ ψυχή(灵魂),意为“(他们的灵魂)是否能够承受……”。另外,句首的宾格复数分词 σκοποῦντας 与主句中省略的逻辑主语 ἡμᾶς(我们)相一致。

引用这一段

柏拉图, 理想国 §6.502-6.503. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:6.502-6.503

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。