§6.494ταῦτα τοίνυν πάντα ἐννοήσας ἐκεῖνο ἀναμνήσθητι· αὐτὸ τὸ καλὸν ἀλλὰ μὴ τὰ πολλὰ καλά, ἢ αὐτό τι ἕκαστον καὶ μὴ τὰ πολλὰ ἕκαστα, ἔσθʼ ὅπως πλῆθος ἀνέξεται ἢ ἡγήσεαι εἶναι;
“考虑到所有这些,请回想一下那一点:群众能容忍或相信美本身存在,而不是许多美的事物,或者任何事物本身存在,而不是许多个别的事物吗?
ἥκιστά γʼ, ἔφη.
”“绝不可能,”他说。
φιλόσοφον μὲν ἄρα, ἦν δʼ ἐγώ, πλῆθος ἀδύνατον εἶναι.
“那末,”“群众不可能成为哲学家,”我说。
ἀδύνατον.
“不可能。
καὶ τοὺς φιλοσοφοῦντας ἄρα ἀνάγκη ψέγεσθαι ὑπʼ αὐτῶν.
”“那末,那些致力于哲学的人,必然会受到他们的非难。
ἀνάγκη.
”“必然如此。
καὶ ὑπὸ τούτων δὴ τῶν ἰδιωτῶν, ὅσοι προσομιλοῦντες ὄχλῳ ἀρέσκειν αὐτῷ ἐπιθυμοῦσι.
”“而且也会受到那些与群众交往并渴望讨好群众的私人活动家的非难。
δῆλον.
”“显然如此。
ἐκ δὴ τούτων τίνα ὁρᾷς σωτηρίαν φιλοσόφῳ φύσει, ὥστʼ ἐν τῷ ἐπιτηδεύματι μείνασαν πρὸς τέλος ἐλθεῖν;
”“由此看来,对于哲学家的天性,你看到有什么拯救的方法,能使它坚持这一行业直到终点?
ἐννόει δʼ ἐκ τῶν ἔμπροσθεν.
请根据前面所说的话来考虑。
ὡμολόγηται γὰρ δὴ ἡμῖν εὐμάθεια καὶ μνήμη καὶ ἀνδρεία καὶ μεγαλοπρέπεια ταύτης εἶναι τῆς φύσεως.
因为我们已经同意,敏于学习、记忆力、勇敢和大度都属于这种天性。
ναί.
”“是的。
οὐκοῦν εὐθὺς ἐν παισὶν ὁ τοιοῦτος πρῶτος ἔσται ἐν ἅπασιν, ἄλλως τε καὶ ἐὰν τὸ σῶμα φυῇ προσφερὴς τῇ ψυχῇ;
”“那么,这样的人在孩子们当中,立刻就会在所有事情上占第一位,尤其是如果他的身体长得与他的灵魂相称的话?
τί δʼ οὐ μέλλει;
”“怎么会不呢?
ἔφη.
”他说。
βουλήσονται δὴ οἶμαι αὐτῷ χρῆσθαι, ἐπειδὰν πρεσβύτερος γίγνηται, ἐπὶ τὰ αὑτῶν πράγματα οἵ τε οἰκεῖοι καὶ οἱ πολῖται.
“我想,当他年纪渐长时,他的亲人和公民们都会想利用他来处理他们自己的事务。
πῶς δʼ οὔ;
”“怎么不呢?
ὑποκείσονται ἄρα δεόμενοι καὶ τιμῶντες, προκαταλαμβάνοντες καὶ προκολακεύοντες τὴν μέλλουσαν αὐτοῦ δύναμιν.
” “因此,他们会向他恳求,对他表示敬意,预先巴结并奉承他将来的权力。
φιλεῖ γοῦν, ἔφη, οὕτω γίγνεσθαι.
”“确实常常如此,”他说。
τί οὖν οἴει, ἦν δʼ ἐγώ, τὸν τοιοῦτον ἐν τοῖς τοιούτοις ποιήσειν, ἄλλως τε καὶ ἐὰν τύχῃ μεγάλης πόλεως ὢν καὶ ἐν ταύτῃ πλούσιός τε καὶ γενναῖος, καὶ ἔτι εὐειδὴς καὶ μέγας;
“那末,你以为,”我说,“这样的人在这样的处境下会怎么做? 尤其是如果他碰巧属于一个大城邦,在城邦里富有且出身高贵,而且长得高大英俊。
ἆρʼ οὐ πληρωθήσεσθαι ἀμηχάνου ἐλπίδος, ἡγούμενον καὶ τὰ τῶν Ἑλλήνων καὶ τὰ τῶν βαρβάρων ἱκανὸν ἔσεσθαι πράττειν, καὶ ἐπὶ τούτοις ὑψηλὸν ἐξαρεῖν αὑτόν, σχηματισμοῦ καὶ φρονήματος κενοῦ ἄνευ νοῦ ἐμπιμπλάμενον;
他难道不会充满无限的希望,认为自己足以处理希腊人和野蛮人的事务,并因此而把自己抬得极高,装腔作势,充满着没有理智的虚荣和傲慢吗?
καὶ μάλʼ, ἔφη.
”“确实如此,”他说。
τῷ δὴ οὕτω διατιθεμένῳ ἐάν τις ἠρέμα προσελθὼν τἀληθῆ λέγῃ, ὅτι νοῦς οὐκ ἔνεστιν αὐτῷ, δεῖται δέ, τὸ δὲ οὐ κτητὸν μὴ δουλεύσαντι τῇ κτήσει αὐτοῦ, ἆρʼ εὐπετὲς οἴει εἶναι εἰσακοῦσαι διὰ τοσούτων κακῶν;
“如果有人悄悄走到这样状态的人身边,告诉他真理:他身上没有理智,而他是需要的,但若不成为其奴仆去获取它,它就无法得到。 你以为在这么多恶劣的影响中,他能容易听得进去吗?
πολλοῦ γε δεῖ, ἦ δʼ ὅς.
”“差得远呢,”他说。
ἐὰν δʼ οὖν, ἦν δʼ ἐγώ, διὰ τὸ εὖ πεφυκέναι καὶ τὸ συγγενὲς τῶν λόγων εἰσαισθάνηταί τέ πῃ καὶ κάμπτηται καὶ ἕλκηται πρὸς φιλοσοφίαν, τί οἰόμεθα δράσειν ἐκείνους τοὺς ἡγουμένους ἀπολλύναι αὐτοῦ τὴν χρείαν τε καὶ ἑταιρίαν;
“但是,”我说,“如果因为天性良好,且对道理有亲和力,他在某种程度上有所察觉,并被吸引折向哲学,那我们以为,那些认为将失去他的用处和结盟的人,会做出什么事来?
οὐ πᾶν μὲν ἔργον, πᾶν δʼ ἔπος λέγοντάς τε καὶ πράττοντας καὶ περὶ αὐτόν, ὅπως ἂν μὴ πεισθῇ, καὶ περὶ τὸν πείθοντα, ὅπως ἂν μὴ οἷός τʼ ᾖ, καὶ ἰδίᾳ ἐπιβουλεύοντας καὶ δημοσίᾳ εἰς ἀγῶνας καθιστάντας;
难道他们不会说尽各种话、做尽各种事,既针对他,使不被说服,又针对说服他的人,使他无能为力,既私下阴谋策划,又公开放入诉讼法庭中吗?
§6.495πολλή, ἦ δʼ ὅς, ἀνάγκη.
” “有着极大的必然性,”他说。
ἔστιν οὖν ὅπως ὁ τοιοῦτος φιλοσοφήσει;
“那末,这样的人还有可能从事哲学吗?
οὐ πάνυ.
”“完全不可能。
ὁρᾷς οὖν, ἦν δʼ ἐγώ, ὅτι οὐ κακῶς ἐλέγομεν ὡς ἄρα καὶ αὐτὰ τὰ τῆς φιλοσόφου φύσεως μέρη, ὅταν ἐν κακῇ τροφῇ γένηται, αἴτια τρόπον τινὰ τοῦ ἐκπεσεῖν ἐκ τοῦ ἐπιτηδεύματος, καὶ τὰ λεγόμενα ἀγαθά, πλοῦτοί τε καὶ πᾶσα ἡ τοιαύτη παρασκευή;
”“那么,你看到了吗,”我说,“我们说得没错:甚至哲学家天性本身的这些组成部分,在恶劣的培养下,也会在某种程度上成为脱离这一行业的原因,正如那些所谓的善:财富和所有这类装备一样?
οὐ γάρ, ἀλλʼ ὀρθῶς, ἔφη, ἐλέχθη.
”“是的,说得非常正确,”他说。
οὗτος δή, εἶπον, ὦ θαυμάσιε, ὄλεθρός τε καὶ διαφθορὰ τοσαύτη τε καὶ τοιαύτη τῆς βελτίστης φύσεως εἰς τὸ ἄριστον ἐπιτήδευμα, ὀλίγης καὶ ἄλλως γιγνομένης, ὡς ἡμεῖς φαμεν.
“那末,优秀的哲学家,”我说,“我的朋友,这便是最好天性在朝向最好行业时的如此巨大和如此这般的破灭与堕落,而这种天性正如我们所说,本来就很少产生。
καὶ ἐκ τούτων δὴ τῶν ἀνδρῶν καὶ οἱ τὰ μέγιστα κακὰ ἐργαζόμενοι τὰς πόλεις γίγνονται καὶ τοὺς ἰδιώτας, καὶ οἱ τἀγαθά, οἳ ἂν ταύτῃ τύχωσι ῥυέντες· σμικρὰ δὲ φύσις οὐδὲν μέγα οὐδέποτε οὐδένα οὔτε ἰδιώτην οὔτε πόλιν δρᾷ.
也正是从这些人当中,产生了对城邦和个人造成最大危害的人,同样也产生了带来最大好处的人,只要他们碰巧流向了这一方向;而狭隘的天性绝不会对任何个人或城邦做出任何伟大的事情。
ἀληθέστατα, ἦ δʼ ὅς.
”“最真实不过了,”他说。
οὗτοι μὲν δὴ οὕτως ἐκπίπτοντες, οἷς μάλιστα προσήκει, ἔρημον καὶ ἀτελῆ φιλοσοφίαν λείποντες αὐτοί τε βίον οὐ προσήκοντα οὐδʼ ἀληθῆ ζῶσιν, τὴν δέ, ὥσπερ ὀρφανὴν συγγενῶν, ἄλλοι ἐπεισελθόντες ἀνάξιοι ᾔσχυνάν τε καὶ ὀνείδη περιῆψαν, οἷα καὶ σὺ φῂς ὀνειδίζειν τοὺς ὀνειδίζοντας, ὡς οἱ συνόντες αὐτῇ οἱ μὲν οὐδενός, οἱ δὲ πολλοὶ πολλῶν κακῶν ἄξιοί εἰσιν.
“这些最适合哲学的人,就这样脱离了它,留下哲学孤零零且未完成,他们自己过着不相称且不真实的生活,而另一些不配的人,像对待失去了亲人的孤儿一样,闯入并羞辱了她,给她套上了种种恶名,正如你也说那些责难者所责难的那样:与她交往的人,有的是无用之辈,大多数则配得上许多恶名。
καὶ γὰρ οὖν, ἔφη, τά γε λεγόμενα ταῦτα.
”“是的,”他说,“人们确实是这样说的。
εἰκότως γε, ἦν δʼ ἐγώ, λεγόμενα.
”“当然是这样说的,”我说。
καθορῶντες γὰρ ἄλλοι ἀνθρωπίσκοι κενὴν τὴν χώραν ταύτην γιγνομένην, καλῶν δὲ ὀνομάτων καὶ προσχημάτων μεστήν, ὥσπερ οἱ ἐκ τῶν εἱργμῶν εἰς τὰ ἱερὰ ἀποδιδράσκοντες, ἅσμενοι καὶ οὗτοι ἐκ τῶν τεχνῶν ἐκπηδῶσιν εἰς τὴν φιλοσοφίαν, οἳ ἂν κομψότατοι ὄντες τυγχάνωσι περὶ τὸ αὑτῶν τεχνίον.
“因为其他矮小的人看到这个地方变空了,但却充满着美好的名字和招牌,就像那些从监狱逃进庙宇的人一样,这些在自己的手艺里碰巧最精明的人,也高高兴兴地从手艺中跳出来,投身到哲学中。
ὅμως γὰρ δὴ πρός γε τὰς ἄλλας τέχνας καίπερ οὕτω πραττούσης φιλοσοφίας τὸ ἀξίωμα μεγαλοπρεπέστερον λείπεται, οὗ δὴ ἐφιέμενοι πολλοὶ ἀτελεῖς μὲν τὰς φύσεις, ὑπὸ δὲ τῶν τεχνῶν τε καὶ δημιουργιῶν ὥσπερ τὰ σώματα λελώβηνται, οὕτω καὶ τὰς ψυχὰς συγκεκλασμένοι τε καὶ ἀποτεθρυμμένοι διὰ τὰς βαναυσίας τυγχάνουσιν—ἢ οὐκ ἀνάγκη;
因为尽管哲学处于这种状态,但与其他手艺相比,它的尊严依然显得更加高贵,许多天性不完全的人都向往它,而他们的肉体由于手艺和劳作而被损坏,同样,他们的灵魂也因为干粗活而碰巧被折断和弄碎了——这难道不是必然的吗?
καὶ μάλα, ἔφη.
”“非常必然,”他说。
δοκεῖς οὖν τι, ἦν δʼ ἐγώ, διαφέρειν αὐτοὺς ἰδεῖν ἀργύριον κτησαμένου χαλκέως φαλακροῦ καὶ σμικροῦ, νεωστὶ μὲν ἐκ δεσμῶν λελυμένου, ἐν βαλανείῳ δὲ λελουμένου, νεουογὸν ἱμάτιον ἔχοντος, ὡς νυμφίου παρεσκευασμένου, διὰ πενίαν καὶ ἐρημίαν τοῦ δεσπότου τὴν θυγατέρα μέλλοντος γαμεῖν;
“那你以为,”我说,“这跟看见一个赚了钱的、秃顶而矮小的铁匠有什么区别吗? 他刚从枷锁中释放出来,在浴室里洗了澡,穿着一件新衣服,装扮得像个新郎,因为主人的贫穷和孤立无援,正准备娶主人的女儿? ”