§6.496οὐ πάνυ, ἔφη, διαφέρει.
“没有任何区别,”他说。
ποῖʼ ἄττα οὖν εἰκὸς γεννᾶν τοὺς τοιούτους;
“那么,这样的人会产生什么样的思想呢?
οὐ νόθα καὶ φαῦλα;
难道不是杂种且卑劣的吗?
πολλὴ ἀνάγκη.
”“极大的必然。
τί δέ; τοὺς ἀναξίους παιδεύσεως, ὅταν αὐτῇ πλησιάζοντες ὁμιλῶσι μὴ κατʼ ἀξίαν, ποῖʼ ἄττα φῶμεν γεννᾶν διανοήματά τε καὶ δόξας;
”“那么,那些不配受教育的人,当他们接近并以不相称的方式与她交往时,我们应该说他们会产生什么样的思想和意见呢?
ἆρʼ οὐχ ὡς ἀληθῶς προσήκοντα ἀκοῦσαι σοφίσματα, καὶ οὐδὲν γνήσιον οὐδὲ φρονήσεως ἀληθινῆς ἐχόμενον;
难道不正是真正配称为诡辩的东西,没有任何真实或与真理智相近的成分吗?
παντελῶς μὲν οὖν, ἔφη.
”“完全如此,”他说。
πάνσμικρον δή τι, ἔφην ἐγώ, ὦ Ἀδείμαντε, λείπεται τῶν κατʼ ἀξίαν ὁμιλούντων φιλοσοφίᾳ, ἤ που ὑπὸ φυγῆς καταληφθὲν γενναῖον καὶ εὖ τεθραμμένον ἦθος, ἀπορίᾳ τῶν διαφθερούντων κατὰ φύσιν μεῖναν ἐπʼ αὐτῇ, ἢ ἐν σμικρᾷ πόλει ὅταν μεγάλη ψυχὴ φυῇ καὶ ἀτιμάσασα τὰ τῆς πόλεως ὑπερίδῃ· βραχὺ δέ πού τι καὶ ἀπʼ ἄλλης τέχνης δικαίως ἀτιμάσαν εὐφυὲς ἐπʼ αὐτὴν ἂν ἔλθοι.
“那么,阿德曼托斯,”我说,“在那些能够配得上与哲学交往的人当中,只剩下了极少数的一部分:或者是一个高尚且受过良好教育的性格,因流放而被保留下来,在缺乏腐化者的情况下,顺应天性地留在了哲学身边;或者是当一个伟大的灵魂出生在一个小城邦,轻视并忽视了城邦的事业;也可能是有少数天生有才华的人,正当地轻视了其他某种手艺,因而走向了哲学。
εἴη δʼ ἂν καὶ ὁ τοῦ ἡμετέρου ἑταίρου Θεάγους χαλινὸς οἷος κατασχεῖν· καὶ γὰρ Θεάγει τὰ μὲν ἄλλα πάντα παρεσκεύασται πρὸς τὸ ἐκπεσεῖν φιλοσοφίας, ἡ δὲ τοῦ σώματος νοσοτροφία ἀπείργουσα αὐτὸν τῶν πολιτικῶν κατέχει.
也许我们同伴泰阿格斯的缰绳也具有这种阻拦的力量;因为在泰阿格斯的案例中,其他所有条件确实都已准备就绪,足以让他脱离哲学,但他身体的病弱却阻止了他参与政治,从而挽留了他。
τὸ δʼ ἡμέτερον οὐκ ἄξιον λέγειν, τὸ δαιμόνιον σημεῖον· ἢ γάρ πού τινι ἄλλῳ ἢ οὐδενὶ τῶν ἔμπροσθεν γέγονεν.
至于我的情况,那个神圣的迹象(精灵的预示),则不值一提;因为这大概除了其他极个别人之外,在以前的人中是不曾发生过的。
καὶ τούτων δὴ τῶν ὀλίγων οἱ γενόμενοι καὶ γευσάμενοι ὡς ἡδὺ καὶ μακάριον τὸ κτῆμα, καὶ τῶν πολλῶν αὖ ἱκανῶς ἰδόντες τὴν μανίαν, καὶ ὅτι οὐδεὶς οὐδὲν ὑγιὲς ὡς ἔπος εἰπεῖν περὶ τὰ τῶν πόλεων πράττει οὐδʼ ἔστι σύμμαχος μεθʼ ὅτου τις ἰὼν ἐπὶ τὴν τῷ δικαίῳ βοήθειαν σῴζοιτʼ ἄν, ἀλλʼ ὥσπερ εἰς θηρία ἄνθρωπος ἐμπεσών, οὔτε συναδικεῖν ἐθέλων οὔτε ἱκανὸς ὢν εἷς πᾶσιν ἀγρίοις ἀντέχειν, πρίν τι τὴν πόλιν ἢ φίλους ὀνῆσαι προαπολόμενος ἀνωφελὴς αὑτῷ τε καὶ τοῖς ἄλλοις ἂν γένοιτο—ταῦτα πάντα λογισμῷ λαβών, ἡσυχίαν ἔχων καὶ τὰ αὑτοῦ πράττων, οἷον ἐν χειμῶνι κονιορτοῦ καὶ ζάλης ὑπὸ πνεύματος φερομένου ὑπὸ τειχίον ἀποστάς, ὁρῶν τοὺς ἄλλους καταπιμπλαμένους ἀνομίας, ἀγαπᾷ εἴ πῃ αὐτὸς καθαρὸς ἀδικίας τε καὶ ἀνοσίων ἔργων τόν τε ἐνθάδε βίον βιώσεται καὶ τὴν ἀπαλλαγὴν αὐτοῦ μετὰ καλῆς ἐλπίδος ἵλεώς τε καὶ εὐμενὴς ἀπαλλάξεται.
而这些少数人中的成员,已经尝到了这一财富是多么甜美和幸福,而且又充分看清了大多数人的疯狂,并且看到在城邦的事务中几乎没有任何人做出健全的事情,也没有任何盟友可以让人同去援助正义并能保全自身,反而就像一个落入猛兽群中的人,既不愿意同流合污,又无力独自一人对抗所有狂野的猛兽,结果在对城邦或朋友有所帮助之前就提前灭亡,对自己和他人都是无益的——将这一切都考虑在内,保持静默,安守本分,就像一个人在狂风裹挟着尘土和雨雪的暴风雨中,躲在一堵矮墙下,看着其他人充满了不法行为,如果他自己能在某种程度上保持纯洁,免于不义和不敬的行径而度过此生,并在离开时怀着美好的希望、宽厚而安详地离去,他就心满意足了。
§6.497ἀλλά τοι, ἦ δʼ ὅς, οὐ τὰ ἐλάχιστα ἂν διαπραξάμενος ἀπαλλάττοιτο.
” “可是,”他说,“他若这样离去,成就的绝非最少的事情。
οὐδέ γε, εἶπον, τὰ μέγιστα, μὴ τυχὼν πολιτείας προσηκούσης· ἐν γὰρ προσηκούσῃ αὐτός τε μᾶλλον αὐξήσεται καὶ μετὰ τῶν ἰδίων τὰ κοινὰ σώσει.
”“然而,”我说,“如果没有遇到相称的政体,他也无法成就最大的事情;因为在相称的政体下,他自己不仅会得到更大的成长,而且还会在保全自己私事的同时保全城邦的公事。
τὸ μὲν οὖν τῆς φιλοσοφίας ὧν ἕνεκα διαβολὴν εἴληφεν καὶ ὅτι οὐ δικαίως, ἐμοὶ μὲν δοκεῖ μετρίως εἰρῆσθαι, εἰ μὴ ἔτʼ ἄλλο λέγεις τι σύ.
那么,关于哲学为何受到诽谤,以及这种诽谤为何是不公正的,在我看来已经得到了适度的说明,除非你还有其他要说的。
ἀλλʼ οὐδέν, ἦ δʼ ὅς, ἔτι λέγω περὶ τούτου·
”“不,没有什么要补充的了,”他说,“关于这一点。
ἀλλὰ τὴν προσήκουσαν αὐτῇ τίνα τῶν νῦν λέγεις πολιτειῶν;
但在当前的政体中,你认为哪一个才适合她呢?
οὐδʼ ἡντινοῦν, εἶπον, ἀλλὰ τοῦτο καὶ ἐπαιτιῶμαι, μηδεμίαν ἀξίαν εἶναι τῶν νῦν κατάστασιν πόλεως φιλοσόφου φύσεως·
” “没有任何一个,”我说,“但这恰恰也是我所抱怨的,那就是当前的任何城邦体制都配不上哲学的天性。
διὸ καὶ στρέφεσθαί τε καὶ ἀλλοιοῦσθαι αὐτήν, ὥσπερ ξενικὸν σπέρμα ἐν γῇ ἄλλῃ σπειρόμενον ἐξίτηλον εἰς τὸ ἐπιχώριον φιλεῖ κρατούμενον ἰέναι, οὕτω καὶ τοῦτο τὸ γένος νῦν μὲν οὐκ ἴσχειν τὴν αὑτοῦ δύναμιν, ἀλλʼ εἰς ἀλλότριον ἦθος ἐκπίπτειν·
所以它也会被扭曲和改变,就像一粒外来的种子播种在异乡的土地上,往往会被同化,并退化为当地的品种;同样,这类天性现在也无法保持其自身的力量,而是退化为异己的性格。
εἰ δὲ λήψεται τὴν ἀρίστην πολιτείαν, ὥσπερ καὶ αὐτὸ ἄριστόν ἐστιν, τότε δηλώσει ὅτι τοῦτο μὲν τῷ ὄντι θεῖον ἦν, τὰ δὲ ἄλλα ἀνθρώπινα, τά τε τῶν φύσεων καὶ τῶν ἐπιτηδευμάτων.
但是,如果它能获得最善的政体,正如它本身是最善的一样,那么那时它就会表明这确实是神圣的,而其余的,无论是天性还是行业,都不过是属人世的。
δῆλος δὴ οὖν εἶ ὅτι μετὰ τοῦτο ἐρήσῃ τίς αὕτη ἡ πολιτεία.
因此,你显然接下来要问:‘这个政体是什么?
οὐκ ἔγνως, ἔφη· οὐ γὰρ τοῦτο ἔμελλον, ἀλλʼ εἰ αὑτὴ ἣν ἡμεῖς διεληλύθαμεν οἰκίζοντες τὴν πόλιν ἢ ἄλλη.
’”“你猜得没错,”他说,“但我本打算问的并不是这个,而是它是否就是我们在建城时详细讨论过的这一个,还是另一个。
τὰ μὲν ἄλλα, ἦν δʼ ἐγώ, αὕτη·
”“在其他方面,”我说,“就是这一个。
τοῦτο δὲ αὐτὸ ἐρρήθη μὲν καὶ τότε, ὅτι δεήσοι τι ἀεὶ ἐνεῖναι ἐν τῇ πόλει λόγον ἔχον τῆς πολιτείας τὸν αὐτὸν ὅνπερ καὶ σὺ ὁ νομοθέτης ἔχων τοὺς νόμους ἐτίθεις.
但这一个要点在当时确实也被提到过:城邦中必须始终存在着某种力量,它对政体所持有的基本原则,必须与作为立法者的你在制定法律时所持有的一致。
ἐρρήθη γάρ, ἔφη.
”“确实提到过,”他说。
ἀλλʼ οὐχ ἱκανῶς, εἶπον, ἐδηλώθη, φόβῳ ὧν ὑμεῖς ἀντιλαμβανόμενοι δεδηλώκατε μακρὰν καὶ χαλεπὴν αὐτοῦ τὴν ἀπόδειξιν· ἐπεὶ καὶ τὸ λοιπὸν οὐ πάντων ῥᾷστον διελθεῖν.
“但是,”我说,“它并没有被充分阐明,因为害怕你们在抓住那些论点时已经表明其证明将是冗长而困难的;因为接下来要讨论的内容也绝非最容易说清楚的。
τὸ ποῖον;
”“是什么样的事情呢?
τίνα τρόπον μεταχειριζομένη πόλις φιλοσοφίαν οὐ διολεῖται.
”“城邦以何种方式处理哲学才不至于毁灭。
τὰ γὰρ δὴ μεγάλα πάντα ἐπισφαλῆ, καὶ τὸ λεγόμενον τὰ καλὰ τῷ ὄντι χαλεπά.
因为所有伟大的事业都是危险的,正如俗话所说:‘美好的事物确实是艰难的。
ἀλλʼ ὅμως, ἔφη, λαβέτω τέλος ἡ ἀπόδειξις τούτου φανεροῦ γενομένου.
’ “但无论如何,”他说,“让这个证明在这一点弄明白后达到其终点吧。
οὐ τὸ μὴ βούλεσθαι, ἦν δʼ ἐγώ, ἀλλʼ εἴπερ, τὸ μὴ δύνασθαι διακωλύσει· παρὼν δὲ τήν γʼ ἐμὴν προθυμίαν εἴσῃ.
”“不是因为我不愿意,”我说,“而是如果有什么阻碍,那就是能力不足;你在一旁,至少会知道我的热忱。
σκόπει δὲ καὶ νῦν ὡς προθύμως καὶ παρακινδυνευτικῶς μέλλω λέγειν, ὅτι τοὐναντίον ἢ νῦν δεῖ τοῦ ἐπιτηδεύματος τούτου πόλιν ἅπτεσθαι.
现在就请看,我将如何热切而甘冒风险地指出:城邦对这一行业(哲学)的对待方式,必须与现在完全相反。
πῶς;
”“怎么相反? ”