Humanitext Reader

柏拉图 · 理想国 §6.492-6.493

大众对哲学天性的败坏与巨兽的譬喻

第 88 段,共 153 段 · 希腊语

内容简介

苏格拉底阐述了哲学家的优秀天性如何被公众舆论和群众的喧嚣所败坏,并指出索非斯特们的教育不过是观察和迎合大众(犹如一头巨兽)喜怒哀乐的权术。

§6.492ἣν τοίνυν ἔθεμεν τοῦ φιλοσόφου φύσιν, ἂν μὲν οἶμαι μαθήσεως προσηκούσης τύχῃ, εἰς πᾶσαν ἀρετὴν ἀνάγκη αὐξανομένην ἀφικνεῖσθαι, ἐὰν δὲ μὴ ἐν προσηκούσῃ σπαρεῖσά τε καὶ φυτευθεῖσα τρέφηται, εἰς πάντα τἀναντία αὖ, ἐὰν μή τις αὐτῇ βοηθήσας θεῶν τύχῃ.
“因此,我们所设定的哲学家天性,我想如果它能获得相称的教育,必然会成长并达到一切美德;但如果它被播种和种植在不相称的环境中,除非有神灵出来帮助它,否则它反而会走向完全相反的所有境地。
ἢ καὶ σὺ ἡγῇ, ὥσπερ οἱ πολλοί, διαφθειρομένους τινὰς εἶναι ὑπὸ σοφιστῶν νέους, διαφθείροντας δέ τινας σοφιστὰς ἰδιωτικούς, ὅτι καὶ ἄξιον λόγου, ἀλλʼ οὐκ αὐτοὺς τοὺς ταῦτα λέγοντας μεγίστους μὲν εἶναι σοφιστάς, παιδεύειν δὲ τελεώτατα καὶ ἀπεργάζεσθαι οἵους βούλονται εἶναι καὶ νέους καὶ πρεσβυτέρους καὶ ἄνδρας καὶ γυναῖκας;
或者你也像大众一样,认为有些年轻人是被苏格拉底式的索非斯特们败坏的,或者有些私人索非斯特在某种值得一提的程度上败坏了他们? 难道不是那些说这些话的人自己才是最大的索非斯特,是他们在最完美地教育和塑造他们所希望的人,无论是年轻的还是年老的,男人还是女人?
πότε δή;
”“那是什么时候呢?
ἦ δʼ ὅς.
”他问。
ὅταν, εἶπον, συγκαθεζόμενοι ἁθρόοι πολλοὶ εἰς ἐκκλησίας ἢ εἰς δικαστήρια ἢ θέατρα ἢ στρατόπεδα ἤ τινα ἄλλον κοινὸν πλήθους σύλλογον σὺν πολλῷ θορύβῳ τὰ μὲν ψέγωσι τῶν λεγομένων ἢ πραττομένων, τὰ δὲ ἐπαινῶσιν, ὑπερβαλλόντως ἑκάτερα, καὶ ἐκβοῶντες καὶ κροτοῦντες, πρὸς δʼ αὐτοῖς αἵ τε πέτραι καὶ ὁ τόπος ἐν ᾧ ἂν ὦσιν ἐπηχοῦντες διπλάσιον θόρυβον παρέχωσι τοῦ ψόγου καὶ ἐπαίνου.
“是当他们,”我说,“成群结队地聚集在公民大会、法庭、剧场、营地或其他任何大众聚集的公共场所时,在喧嚣声中,对所说所做的事情有的予以谴責,有的予以赞扬,两者都做得过分,又是喧哗又是鼓掌。 此外,连岩石和他们所在的场所也反响着,对谴责和赞扬发出双倍的喧嚣。
ἐν δὴ τῷ τοιούτῳ τὸν νέον, τὸ λεγόμενον, τίνα οἴει καρδίαν ἴσχειν;
在这样的环境下,你以为那个年轻人,如俗话所说,会怀有什么样的心?
ἢ ποίαν αὐτῷ παιδείαν ἰδιωτικὴν ἀνθέξειν, ἣν οὐ κατακλυσθεῖσαν ὑπὸ τοῦ τοιούτου ψόγου ἢ ἐπαίνου οἰχήσεσθαι φερομένην κατὰ ῥοῦν ᾗ ἂν οὗτος φέρῃ, καὶ φήσειν τε τὰ αὐτὰ τούτοις καλὰ καὶ αἰσχρὰ εἶναι, καὶ ἐπιτηδεύσειν ἅπερ ἂν οὗτοι, καὶ ἔσεσθαι τοιοῦτον;
或者他的什么私人教育能支撑得住,而不被这种谴责或赞扬的洪流所淹没,随着这股洪流被冲向它所带去的任何地方,从而他也说出和他们一样的美与丑,从事和他们一样的事业,并成为那样的人?
πολλή, ἦ δʼ ὅς, ὦ Σώκρατες, ἀνάγκη.
” “苏格拉底啊,这有着极大的必然性。 ”他说。
καὶ μήν, ἦν δʼ ἐγώ, οὔπω τὴν μεγίστην ἀνάγκην εἰρήκαμεν.
“而且,”我说,“我们还没有说出最大的必然性呢。
ποίαν;
”“什么样的必然性?
ἔφη.
”他问。
ἣν ἔργῳ προστιθέασι λόγῳ μὴ πείθοντες οὗτοι οἱ παιδευταί τε καὶ σοφισταί.
“是这些教育者和索非斯特们在用言语无法说服时,用行动附加的。
ἢ οὐκ οἶσθα ὅτι τὸν μὴ πειθόμενον ἀτιμίαις τε καὶ χρήμασι καὶ θανάτοις κολάζουσι;
难道你不知道,他们对不服从的人会用剥夺公民权、罚款和死刑来进行惩罚吗?
καὶ μάλα, ἔφη, σφόδρα.
”“确实如此,”他说。
τίνα οὖν ἄλλον σοφιστὴν οἴει ἢ ποίους ἰδιωτικοὺς λόγους ἐναντία τούτοις τείνοντας κρατήσειν;
“那么,你认为还有什么其他的索非斯特,或者什么样的私人言论,能够在与这些相反的方向上抗衡并取胜呢?
οἶμαι μὲν οὐδένα, ἦ δʼ ὅς.
” “我认为一个也没有,”他说。
οὐ γάρ, ἦν δʼ ἐγώ, ἀλλὰ καὶ τὸ ἐπιχειρεῖν πολλὴ ἄνοια.
“确实没有,”我说,“甚至去尝试也是极大的愚蠢。
§6.493οὔτε γὰρ γίγνεται οὔτε γέγονεν οὐδὲ οὖν μὴ γένηται ἀλλοῖον ἦθος πρὸς ἀρετὴν παρὰ τὴν τούτων παιδείαν πεπαιδευμένον, ἀνθρώπειον, ὦ ἑταῖρε—θεῖον μέντοι κατὰ τὴν παροιμίαν ἐξαιρῶμεν λόγου·
因为,在他们的教育之外,绝没有,过去没有,将来也绝不会有任何在美德上被教育得不同的人格,我说的是人的人格,我的朋友——至于神圣的,让我们按照谚语将其排除在讨论之外。
εὖ γὰρ χρὴ εἰδέναι, ὅτιπερ ἂν σωθῇ τε καὶ γένηται οἷον δεῖ ἐν τοιαύτῃ καταστάσει πολιτειῶν, θεοῦ μοῖραν αὐτὸ σῶσαι λέγων οὐ κακῶς ἐρεῖς.
因为我们必须清楚地知道,在这种城邦制度的状况下,任何被保存并成为应有样子的人,你若说是神灵的眷顾保存了它,你并没有说错。
οὐδʼ ἐμοὶ ἄλλως, ἔφη, δοκεῖ.
”“在我也看来只能是这样,”他说。
ἔτι τοίνυν σοι, ἦν δʼ ἐγώ, πρὸς τούτοις καὶ τόδε δοξάτω.
“此外,”我说,“在这些之外,你也请认同这一点。
τὸ ποῖον;
”“哪一点?
ἕκαστος τῶν μισθαρνούντων ἰδιωτῶν, οὓς δὴ οὗτοι σοφιστὰς καλοῦσι καὶ ἀντιτέχνους ἡγοῦνται, μὴ ἄλλα παιδεύειν ἢ ταῦτα τὰ τῶν πολλῶν δόγματα, ἃ δοξάζουσιν ὅταν ἁθροισθῶσιν, καὶ σοφίαν ταύτην καλεῖν·
”“每一个收费的个人,也就是这些人称为索非斯特并视为行业对手的那些人,他们所教的无非是大众在聚集时所抱有的这些意见,并且把这称为智慧。
οἷόνπερ ἂν εἰ θρέμματος μεγάλου καὶ ἰσχυροῦ τρεφομένου τὰς ὀργάς τις καὶ ἐπιθυμίας κατεμάνθανεν, ὅπῃ τε προσελθεῖν χρὴ καὶ ὅπῃ ἅψασθαι αὐτοῦ, καὶ ὁπότε χαλεπώτατον ἢ πρᾳότατον καὶ ἐκ τίνων γίγνεται, καὶ φωνὰς δὴ ἐφʼ οἷς ἑκάστας εἴωθεν φθέγγεσθαι, καὶ οἵας αὖ ἄλλου φθεγγομένου ἡμεροῦταί τε καὶ ἀγριαίνει, καταμαθὼν δὲ ταῦτα πάντα συνουσίᾳ τε καὶ χρόνου τριβῇ σοφίαν τε καλέσειεν καὶ ὡς τέχνην συστησάμενος ἐπὶ διδασκαλίαν τρέποιτο, μηδὲν εἰδὼς τῇ ἀληθείᾳ τούτων τῶν δογμάτων τε καὶ ἐπιθυμιῶν ὅτι καλὸν ἢ αἰσχρὸν ἢ ἀγαθὸν ἢ κακὸν ἢ δίκαιον ἢ ἄδικον, ὀνομάζοι δὲ πάντα ταῦτα ἐπὶ ταῖς τοῦ μεγάλου ζῴου δόξαις, οἷς μὲν χαίροι ἐκεῖνο ἀγαθὰ καλῶν, οἷς δὲ ἄχθοιτο κακά, ἄλλον δὲ μηδένα ἔχοι λόγον περὶ αὐτῶν, ἀλλὰ τἀναγκαῖα δίκαια καλοῖ καὶ καλά, τὴν δὲ τοῦ ἀναγκαίου καὶ ἀγαθοῦ φύσιν, ὅσον διαφέρει τῷ ὄντι, μήτε ἑωρακὼς εἴη μήτε ἄλλῳ δυνατὸς δεῖξαι.
这就好比有人在喂养一只巨大而强壮的野兽时,去摸清它的脾气和欲望,知道该如何接近它,如何触摸它,它在什么时候最暴躁或最温顺,又是因为什么,以及它在什么情况下习惯发出什么样的声音,别人发出什么样的声音又会使它温顺或狂躁。 他在通过长期的相处和时间的积累摸清了这一切之后,便把这称为智慧,并将其整理成一种技术,转向教学。 实际上,对于这些意见和欲望,他根本不知道什么在真理上是美的或丑的,是善的还是恶的,是正义的还是非正义的,而只是根据那个巨大动物的意见来给所有这些命名,把那野兽喜欢的东西称为善,把令它痛苦的东西称为恶,对此没有任何其他的道理,而是把必然的东西称为正义和美,而对于必然者和善者的本性究竟有多大的不同,他既没有看过,也无法向别人展示。
τοιοῦτος δὴ ὢν πρὸς Διὸς οὐκ ἄτοπος ἄν σοι δοκεῖ εἶναι παιδευτής;
以宙斯之名,这样的人在你看来不觉得是一个奇特的教育者吗?
ἔμοιγʼ, ἔφη.
”“在我看来确实如此,”他说。
ἦ οὖν τι τούτου δοκεῖ διαφέρειν ὁ τὴν τῶν πολλῶν καὶ παντοδαπῶν συνιόντων ὀργὴν καὶ ἡδονὰς κατανενοηκέναι σοφίαν ἡγούμενος, εἴτʼ ἐν γραφικῇ εἴτʼ ἐν μουσικῇ εἴτε δὴ ἐν πολιτικῇ;
“那么,你认为把聚集在一起的各种大众的脾气和享乐摸透并视为智慧的人,与这个人有什么不同吗? 无论是在绘画中、音乐中,还是在政治中。
ὅτι μὲν γὰρ ἄν τις τούτοις ὁμιλῇ ἐπιδεικνύμενος, ἢ ποίησιν ἤ τινα ἄλλην δημιουργίαν ἢ πόλει διακονίαν, κυρίους αὑτοῦ ποιῶν τοὺς πολλούς, πέρα τῶν ἀναγκαίων, ἡ Διομηδεία λεγομένη ἀνάγκη ποιεῖν αὐτῷ ταῦτα ἃ ἂν οὗτοι ἐπαινῶσιν·
因为如果有人与大众交往,向他们展示诗歌或某种其他手艺,或者对城邦的服务,使大众成为自己的主宰,超出了必要的限度,那么所谓的‘狄奥墨得斯的必然’就会迫使他去制作这些他们所赞扬的东西。
ὡς δὲ καὶ ἀγαθὰ καὶ καλὰ ταῦτα τῇ ἀληθείᾳ, ἤδη πώποτέ του ἤκουσας αὐτῶν λόγον διδόντος οὐ καταγέλαστον;
但是,这些在真理上实际上也是善的和美的,你何曾听过他们给出过任何一个不荒谬的理由呢?
οἶμαι δέ γε, ἦ δʼ ὅς, οὐδʼ ἀκούσομαι.
” “我想,”他说,“我永远也听不到。 ”

词汇与语法注释

  1. 492aἣν τοίνυν ἔθεμεν τοῦ φιλοσόφου φύσιν — 先行词 φύσιν 被吸引并并入由关系代词 ἣν 引导的关系从句中(先行词的吸引)。在结构上,整个短语作为后面以 ἀφικνεῖσθαι 开始的不定式短语的动作发出者(即主格/宾格主语)。
  2. 492cτὸ λεγόμενον — 作为插入语使用的副词性宾格,意为“正如俗话所说”或“所谓的”。它引入了紧随其后的习惯用语:τίνα καρδίαν ἴσχειν(“能保持怎样的心/勇气”)。
  3. 493aοὐδὲ οὖν μὴ γένηται — 否定小词 οὐ μή 连用并接虚拟语气(γένηται),表示对未来的强烈否定(“绝不可能产生”)。οὐδὲ οὖν 进一步加强了这一否定语气。

引用这一段

柏拉图, 理想国 §6.492-6.493. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:6.492-6.493

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。