§6.490ἀκούωμεν δὴ καὶ λέγωμεν ἐκεῖθεν ἀναμνησθέντες, ὅθεν διῇμεν τὴν φύσιν οἷον ἀνάγκη φῦναι τὸν καλόν τε κἀγαθὸν ἐσόμενον.
“那么,”我说,“让我们一边听,一边从我们之前论述他天生具有什么样的品质才能成为高洁而善良的人的那个出发点回忆起,并以此展开讨论。
ἡγεῖτο δʼ αὐτῷ, εἰ νῷ ἔχεις, πρῶτον μὲν ἀλήθεια, ἣν διώκειν αὐτὸν πάντως καὶ πάντῃ ἔδει ἢ ἀλαζόνι ὄντι μηδαμῇ μετεῖναι φιλοσοφίας ἀληθινῆς.
如果君还记得的话,真理在所有事物中作为他的先导排在首位,他必须在一切方面、在所有地方追求它,否则,他就会成为一个骗子,与真正的哲学毫无缘分。
ἦν γὰρ οὕτω λεγόμενον.
因为我们当时确实是这样说的。
οὐκοῦν ἓν μὲν τοῦτο σφόδρα οὕτω παρὰ δόξαν τοῖς νῦν δοκουμένοις περὶ αὐτοῦ;
那么,仅凭这一个特征,难道不就与现在人们对他的看法大相径庭吗?
καὶ μάλα, ἔφη.
”“确实如此,”他说。
ἆρʼ οὖν δὴ οὐ μετρίως ἀπολογησόμεθα ὅτι πρὸς τὸ ὂν πεφυκὼς εἴη ἁμιλλᾶσθαι ὅ γε ὄντως φιλομαθής, καὶ οὐκ ἐπιμένοι ἐπὶ τοῖς δοξαζομένοις εἶναι πολλοῖς ἑκάστοις, ἀλλʼ ἴοι καὶ οὐκ ἀμβλύνοιτο οὐδʼ ἀπολήγοι τοῦ ἔρωτος, πρὶν αὐτοῦ ὃ ἔστιν ἑκάστου τῆς φύσεως ἅψασθαι ᾧ προσήκει ψυχῆς ἐφάπτεσθαι τοῦ τοιούτου—προσήκει δὲ συγγενεῖ— ᾧ πλησιάσας καὶ μιγεὶς τῷ ὄντι ὄντως, γεννήσας νοῦν καὶ ἀλήθειαν, γνοίη τε καὶ ἀληθῶς ζῴη καὶ τρέφοιτο καὶ οὕτω λήγοι ὠδῖνος, πρὶν δʼ οὔ;
“那么,我们如果这样为他作合情合理的辩护,难道不充分吗:一个真正热爱学习的人,天生致力于向真实存在的事物进军,而不会停留在那些被认为存在的众多具体事物中,而是继续前进,其热忱不会变钝,也不会停止,直到他用魂中适合触及此类事物的那个部分——而且这个部分与〔真实存在的事物〕是同族的——去把握每个事物本身的性质? 他通过这个部分接近并与真正存在的事物结合,产生理智和真理,从而得以认识、真正地生活并获得滋养,只有这样他才能从分娩的痛苦中解脱出来,而在此之前则不能,是这样吗?
ὡς οἷόν τʼ, ἔφη, μετριώτατα.
”“这再合情合理不过了,”他说。
τί οὖν; τούτῳ τι μετέσται ψεῦδος ἀγαπᾶν ἢ πᾶν τοὐναντίον μισεῖν;
“那么,这个人会与喜爱虚假有任何瓜葛吗? 还是会完全相反,去憎恨它?
μισεῖν, ἔφη.
”“憎恨它,”他说。
ἡγουμένης δὴ ἀληθείας οὐκ ἄν ποτε οἶμαι φαμὲν αὐτῇ χορὸν κακῶν ἀκολουθῆσαι.
“既然真理在先导,我想我们绝不会说有一群邪恶的合唱跟随着她。
πῶς γάρ;
”“怎么可能呢?
ἀλλʼ ὑγιές τε καὶ δίκαιον ἦθος, ᾧ καὶ σωφροσύνην ἕπεσθαι.
”“相反,是一个健康而正义的品格,而节制也跟随着它。
ὀρθῶς, ἔφη.
”“非常正确,”他说。
καὶ δὴ τὸν ἄλλον τῆς φιλοσόφου φύσεως χορὸν τί δεῖ πάλιν ἐξ ἀρχῆς ἀναγκάζοντα τάττειν;
“那么,我们又何必强行从头开始重新排列哲学天性的其他合唱呢?
μέμνησαι γάρ που ὅτι συνέβη προσῆκον τούτοις ἀνδρεία, μεγαλοπρέπεια, εὐμάθεια, μνήμη·
因为我想你还记得,勇气、大度、聪慧、记忆力,都被证明是属于他们的。
καὶ σοῦ ἐπιλαβομένου ὅτι πᾶς μὲν ἀναγκασθήσεται ὁμολογεῖν οἷς λέγομεν, ἐάσας δὲ τοὺς λόγους, εἰς αὐτοὺς ἀποβλέψας περὶ ὧν ὁ λόγος, φαίη ὁρᾶν αὐτῶν τοὺς μὲν ἀχρήστους, τοὺς δὲ πολλοὺς κακοὺς πᾶσαν κακίαν, τῆς διαβολῆς τὴν αἰτίαν ἐπισκοποῦντες ἐπὶ τούτῳ νῦν γεγόναμεν, τί ποθʼ οἱ πολλοὶ κακοί, καὶ τούτου δὴ ἕνεκα πάλιν ἀνειλήφαμεν τὴν τῶν ἀληθῶς φιλοσόφων φύσιν καὶ ἐξ ἀνάγκης ὡρισάμεθα.
由于你曾提出异议说:‘虽然每个人都会被迫同意我们所说的话,但如果撇开言辞,看着论证所针对的那些人本身,人们会说看到他们中有些人是无用的,而大多数人则是在各种邪恶上都坏透了的恶棍’——为了探讨这种诽谤的原因,我们现在来到了这个关口,探究为什么大多数人会变坏;也正是为了这个缘故,我们重新审视了真正哲学家的天性,并且必然地对其进行了界定。
ἔστιν, ἔφη, ταῦτα.
”“确实如此,”他说。
§6.491ταύτης δή, ἦν δʼ ἐγώ, τῆς φύσεως δεῖ θεάσασθαι τὰς φθοράς, ὡς διόλλυται ἐν πολλοῖς, σμικρὸν δέ τι ἐκφεύγει, οὓς δὴ καὶ οὐ πονηρούς, ἀχρήστους δὲ καλοῦσι·
“因此,”我说,“我们必须观察这种天性的毁灭,看看它是如何在许多人中被破坏的,只有一小部分人得以幸免,也就是那些确实被称为不是邪恶、而是无用的人。
καὶ μετὰ τοῦτο αὖ τὰς μιμουμένας ταύτην καὶ εἰς τὸ ἐπιτήδευμα καθισταμένας αὐτῆς, οἷαι οὖσαι φύσεις ψυχῶν εἰς ἀνάξιον καὶ μεῖζον ἑαυτῶν ἀφικνούμεναι ἐπιτήδευμα, πολλαχῇ πλημμελοῦσαι, πανταχῇ καὶ ἐπὶ πάντας δόξαν οἵαν λέγεις φιλοσοφίᾳ προσῆψαν.
在这之后,我们还要观察那些模仿这种天性并致力于该行业的人——他们这些人的灵魂天性,由于企图从事与自己不相称且超出自身能力的行业,在许多地方犯错,在各处、在所有人面前,给哲学带来了君所说的那种声誉。
τίνας δέ, ἔφη, τὰς διαφθορὰς λέγεις;
”“那么,你所说的那些毁灭是指什么呢? ”他说。
ἐγώ σοι, εἶπον, ἂν οἷός τε γένωμαι, πειράσομαι διελθεῖν.
“如果我能够的话,”我说,“我将试着为你阐述。
τόδε μὲν οὖν οἶμαι πᾶς ἡμῖν ὁμολογήσει, τοιαύτην φύσιν καὶ πάντα ἔχουσαν ὅσα προσετάξαμεν νυνδή, εἰ τελέως μέλλοι φιλόσοφος γενέσθαι, ὀλιγάκις ἐν ἀνθρώποις φύεσθαι καὶ ὀλίγας.
首先,我想每个人都会同意我们这一点:这种天性,即使具备了我们刚才所规定的一切条件,如果要完全成为哲学家,在人类中也是极罕见地成长起来的,而且人数极少。
ἢ οὐκ οἴει;
难道你不这样认为吗?
σφόδρα γε.
”“非常同意。
τούτων δὴ τῶν ὀλίγων σκόπει ὡς πολλοὶ ὄλεθροι καὶ μεγάλοι.
”“在这些少数人中,请观察毁灭是多么的多且强大。
τίνες δή;
”“到底是哪些毁灭呢?
ὃ μὲν πάντων θαυμαστότατον ἀκοῦσαι, ὅτι ἓν ἕκαστον ὧν ἐπῃνέσαμεν τῆς φύσεως ἀπόλλυσι τὴν ἔχουσαν ψυχὴν καὶ ἀποσπᾷ φιλοσοφίας. λέγω δὲ ἀνδρείαν, σωφροσύνην καὶ πάντα ἃ διήλθομεν.
”“听到这最令人惊奇的事情是:我们在这种天性中所赞美的每一个品质,都会毁灭拥有它的灵魂,并使其脱离哲学。 我是指勇气、节制,以及我们所阐述的一切。
ἄτοπον, ἔφη, ἀκοῦσαι.
”“听起来真奇怪,”他说。
ἔτι τοίνυν, ἦν δʼ ἐγώ, πρὸς τούτοις τὰ λεγόμενα ἀγαθὰ πάντα φθείρει καὶ ἀποσπᾷ, κάλλος καὶ πλοῦτος καὶ ἰσχὺς σώματος καὶ συγγένεια ἐρρωμένη ἐν πόλει καὶ πάντα τὰ τούτων οἰκεῖα·
“此外,”我说,“除了这些,所有所谓的善事物也会使其毁灭并脱离:美貌、财富、体魄的力量、在城邦中强大的家族背景,以及所有与这些类似的事物。
ἔχεις γὰρ τὸν τύπον ὧν λέγω.
我想你已经掌握了我所说的大致轮廓。
ἔχω, ἔφη· καὶ ἡδέως γʼ ἂν ἀκριβέστερον ἃ λέγεις πυθοίμην.
”“我掌握了,”他说,“而且我很乐意更精确地听听你所说的事情。
λαβοῦ τοίνυν, ἦν δʼ ἐγώ, ὅλου αὐτοῦ ὀρθῶς, καί σοι εὔδηλόν τε φανεῖται καὶ οὐκ ἄτοπα δόξει τὰ προειρημένα περὶ αὐτῶν.
”“那么,”我说,“请从整体上正确地把握它,这样你就会看得清清楚楚,而且之前关于它们的说法也就不会显得奇怪了。
πῶς οὖν, ἔφη, κελεύεις;
”“那么,你要求我怎么做呢?
παντός, ἦν δʼ ἐγώ, σπέρματος πέρι ἢ φυτοῦ, εἴτε ἐγγείων εἴτε τῶν ζῴων, ἴσμεν ὅτι τὸ μὴ τυχὸν τροφῆς ἧς προσήκει ἑκάστῳ μηδʼ ὥρας μηδὲ τόπου, ὅσῳ ἂν ἐρρωμενέστερον ᾖ, τοσούτῳ πλειόνων ἐνδεῖ τῶν πρεπόντων·
” “对于任何种子或植物,”我说,“无论是大地的作物还是动物,我们都知道,如果它没有获得适合它的营养,也没有获得合适的季节和地点,那么它越是强壮,它所缺失的合适之物就越多。
ἀγαθῷ γάρ που κακὸν ἐναντιώτερον ἢ τῷ μὴ ἀγαθῷ.
因为恶对于善的对立,显然要比对非善的对立更严重。
πῶς δʼ οὔ;
”“怎么可能不是呢?
ἔχει δὴ οἶμαι λόγον τὴν ἀρίστην φύσιν ἐν ἀλλοτριωτέρᾳ οὖσαν τροφῇ κάκιον ἀπαλλάττειν τῆς φαύλης.
”“因此,我认为这是有道理的:最优秀的天性在不相容的营养中,比起卑劣的天性来,其结果会变得更坏。
ἔχει.
”“有道理。
οὐκοῦν, ἦν δʼ ἐγώ, ὦ Ἀδείμαντε, καὶ τὰς ψυχὰς οὕτω φῶμεν τὰς εὐφυεστάτας κακῆς παιδαγωγίας τυχούσας διαφερόντως κακὰς γίγνεσθαι;
” “因此,阿德曼托斯,”我说,“我们是否也应该同样认为,天赋最好的灵魂在遭遇不良的教育时,会变得格外邪恶?
ἢ οἴει τὰ μεγάλα ἀδικήματα καὶ τὴν ἄκρατον πονηρίαν ἐκ φαύλης ἀλλʼ οὐκ ἐκ νεανικῆς φύσεως τροφῇ διολομένης γίγνεσθαι, ἀσθενῆ δὲ φύσιν μεγάλων οὔτε ἀγαθῶν οὔτε κακῶν αἰτίαν ποτὲ ἔσεσθαι;
还是你认为,重大的罪行和纯粹的邪恶是来自卑劣的天性,而不是来自被教育所毁掉的朝气蓬勃的天性? 而脆弱的天性,则绝不会成为重大事情(无论是善是恶)的源头?
οὔκ, ἀλλά, ἦ δʼ ὅς, οὕτως.
”“不,”他说,“正是如你所说。 ”