§6.486καὶ μήν που καὶ τόδε δεῖ σκοπεῖν, ὅταν κρίνειν μέλλῃς φύσιν φιλόσοφόν τε καὶ μή.
“此外,我求,”我说,“当你判定一个天性是爱智的还是非爱智的时候,也必须考虑这一点。
τὸ ποῖον;
” “哪一点?
μή σε λάθῃ μετέχουσα ἀνελευθερίας· ἐναντιώτατον γάρ που σμικρολογία ψυχῇ μελλούσῃ τοῦ ὅλου καὶ παντὸς ἀεὶ ἐπορέξεσθαι θείου τε καὶ ἀνθρωπίνου.
” “不可让它包含狭隘而不为你所发觉;因为当灵魂要时刻热望那神圣和人性的整体与总和时,极端的狭隘必定是与它最对立的。
ἀληθέστατα, ἔφη.
” “最真实不过了,”他说。
ἧι οὖν ὑπάρχει διανοίᾳ μεγαλοπρέπεια καὶ θεωρία παντὸς μὲν χρόνου, πάσης δὲ οὐσίας, οἷόν τε οἴει τούτῳ μέγα τι δοκεῖν εἶναι τὸν ἀνθρώπινον βίον;
“那么,对于一个拥有开阔的思考、并能观照一切时间和一切存在者的心灵来说,你认为他会觉得人生的生命是什么伟大的事物吗?
ἀδύνατον, ἦ δʼ ὅς.
” “不可能,”他说。
οὐκοῦν καὶ θάνατον οὐ δεινόν τι ἡγήσεται ὁ τοιοῦτος;
“那么,这样的人也不会认为死亡是某种可怕的事吧?
ἥκιστά γε.
” “绝不。
δειλῇ δὴ καὶ ἀνελευθέρῳ φύσει φιλοσοφίας ἀληθινῆς, ὡς ἔοικεν, οὐκ ἂν μετείη.
” “因此,一个怯懦和狭隘的天性,看来是无法分有真正的哲学的。
οὔ μοι δοκεῖ.
” “在我看来也是如此。
τί οὖν; ὁ κόσμιος καὶ μὴ φιλοχρήματος μηδʼ ἀνελεύθερος μηδʼ ἀλαζὼν μηδὲ δειλὸς ἔσθʼ ὅπῃ ἂν δυσσύμβολος ἢ ἄδικος γένοιτο;
” “那么,一个有节制、不爱钱财、不狭隘、不自夸、也不怯懦的人,怎么可能会在任何地方成为难以相处或不正义的人呢?
οὐκ ἔστιν.
” “不可能。
καὶ τοῦτο δὴ ψυχὴν σκοπῶν φιλόσοφον καὶ μὴ εὐθὺς νέου ὄντος ἐπισκέψῃ, εἰ ἄρα δικαία τε καὶ ἥμερος ἢ δυσκοινώνητος καὶ ἀγρία.
” “因此,在观察一个爱智的与不爱智的灵魂时,你从年轻时起就要立刻考察:它是正义而温和的,还是难以交往而粗野的。
πάνυ μὲν οὖν.
” “当然如此。
οὐ μὴν οὐδὲ τόδε παραλείψεις, ὡς ἐγᾦμαι.
” “此外,我想你也不会漏掉这一点。
τὸ ποῖον;
” “哪一点?
εὐμαθὴς ἢ δυσμαθής.
” “是记忆力好(容易学习)还是记忆力差。
ἢ προσδοκᾷς ποτέ τινά τι ἱκανῶς ἂν στέρξαι, ὃ πράττων ἂν ἀλγῶν τε πράττοι καὶ μόγις σμικρὸν ἀνύτων;
或者你曾指望有人会充分喜爱一件他在痛苦中做、且费了很大力气也只能取得微小成果的事情吗?
οὐκ ἂν γένοιτο.
” “这不可能发生。
τί δʼ εἰ μηδὲν ὧν μάθοι σῴζειν δύναιτο, λήθης ὢν πλέως;
” “那么,如果他不能保存任何学过的东西,满脑子都是遗忘呢?
ἆρʼ ἂν οἷός τʼ εἴη ἐπιστήμης μὴ κενὸς εἶναι;
他能够不让知识空缺吗?
καὶ πῶς;
” “怎么可能呢?
ἀνόνητα δὴ πονῶν οὐκ οἴει ἀναγκασθήσεται τελευτῶν αὑτόν τε μισεῖν καὶ τὴν τοιαύτην πρᾶξιν;
” “那么,在徒劳无功的痛苦中,你难道不认为他最终会被迫痛恨他自己以及这样的行为吗?
πῶς δʼ οὔ;
” “怎么会不呢?
ἐπιλήσμονα ἄρα ψυχὴν ἐν ταῖς ἱκανῶς φιλοσόφοις μή ποτε ἐγκρίνωμεν, ἀλλὰ μνημονικὴν αὐτὴν ζητῶμεν δεῖν εἶναι.
” “因此,在足够爱智的灵魂中,我们绝不能接纳遗忘的灵魂,而要寻找必须具有良好记忆力的灵魂。
παντάπασι μὲν οὖν.
” “完全如此。
ἀλλʼ οὐ μὴν τό γε τῆς ἀμούσου τε καὶ ἀσχήμονος φύσεως ἄλλοσέ ποι ἂν φαῖμεν ἕλκειν ἢ εἰς ἀμετρίαν.
” “但是,我们也会说,那缺乏教养和不雅的天性,必定会被引向不协调(无节制)。
τί μήν;
” “当然。
ἀλήθειαν δʼ ἀμετρίᾳ ἡγῇ συγγενῆ εἶναι ἢ ἐμμετρίᾳ;
” “那你认为真理是与不协调同族,还是与协调同族呢?
ἐμμετρίᾳ.
” “与协调。
ἔμμετρον ἄρα καὶ εὔχαριν ζητῶμεν πρὸς τοῖς ἄλλοις διάνοιαν φύσει, ἣν ἐπὶ τὴν τοῦ ὄντος ἰδέαν ἑκάστου τὸ αὐτοφυὲς εὐάγωγον παρέξει.
” “那么,除了其他特征之外,让我们寻找一个天性协调而优雅的心灵,它的天然本能将使其易于被引向每一个存在者的理念。
πῶς δʼ οὔ;
” “怎么会不呢?
τί οὖν; μή πῃ δοκοῦμέν σοι οὐκ ἀναγκαῖα ἕκαστα διεληλυθέναι καὶ ἑπόμενα ἀλλήλοις τῇ μελλούσῃ τοῦ ὄντος ἱκανῶς τε καὶ τελέως ψυχῇ μεταλήψεσθαι;
” “那么,你是否认为,我们对于一个将要充分且完美地分享存在者的灵魂所逐一阐述的这些特征,难道不都是必要且一环扣一环的吗?
§6.487ἀναγκαιότατα μὲν οὖν, ἔφη.
” “确实最必要不过了,”他说。
ἔστιν οὖν ὅπῃ μέμψῃ τοιοῦτον ἐπιτήδευμα, ὃ μή ποτʼ ἄν τις οἷός τε γένοιτο ἱκανῶς ἐπιτηδεῦσαι, εἰ μὴ φύσει εἴη μνήμων, εὐμαθής, μεγαλοπρεπής, εὔχαρις, φίλος τε καὶ συγγενὴς ἀληθείας, δικαιοσύνης, ἀνδρείας, σωφροσύνης;
“那么,对于这样的一种行业,如果一个人天生不具有好记忆、不容易学习、不开阔、不优雅,并且不是真理、正义、勇敢、节制的友伴和同族,就绝不可能充分从事它,你还能在任何地方指责它吗?
οὐδʼ ἂν ὁ Μῶμος, ἔφη, τό γε τοιοῦτον μέμψαιτο.
” “哪怕是莫摩斯,”他说,“也无法对这样的事情挑出毛病。
ἀλλʼ, ἦν δʼ ἐγώ, τελειωθεῖσι τοῖς τοιούτοις παιδείᾳ τε καὶ ἡλικίᾳ ἆρα οὐ μόνοις ἂν τὴν πόλιν ἐπιτρέποις;
” “但是,”我说,“对于这样的人,当他们通过教育和年龄而达到完善时,你难道不会把城邦仅托付给他们吗?
καὶ ὁ Ἀδείμαντος, ὦ Σώκρατες, ἔφη, πρὸς μὲν ταῦτά σοι οὐδεὶς ἂν οἷός τʼ εἴη ἀντειπεῖν.
” 阿德曼托斯说:“苏格拉底,对于这些话,任何人也无法反驳你。
ἀλλὰ γὰρ τοιόνδε τι πάσχουσιν οἱ ἀκούοντες ἑκάστοτε ἃ νῦν λέγεις·
但是,每当听者听到你现在所说的这些话时,总会有这样的感受:他们认为由于缺乏提问和回答的经验,在讨论中他们每对付一个提问就会被稍微引偏,而当这些微小的偏差在讨论结束时累积起来,就显现出了巨大的错误,与他们最初的陈述完全相反。
ἡγοῦνται διʼ ἀπειρίαν τοῦ ἐρωτᾶν καὶ ἀποκρίνεσθαι ὑπὸ τοῦ λόγου παρʼ ἕκαστον τὸ ἐρώτημα σμικρὸν παραγόμενοι, ἁθροισθέντων τῶν σμικρῶν ἐπὶ τελευτῆς τῶν λόγων μέγα τὸ σφάλμα καὶ ἐναντίον τοῖς πρώτοις ἀναφαίνεσθαι, καὶ ὥσπερ ὑπὸ τῶν πεττεύειν δεινῶν οἱ μὴ τελευτῶντες ἀποκλείονται καὶ οὐκ ἔχουσιν ὅτι φέρωσιν, οὕτω καὶ σφεῖς τελευτῶντες ἀποκλείεσθαι καὶ οὐκ ἔχειν ὅτι λέγωσιν ὑπὸ πεττείας αὖ ταύτης τινὸς ἑτέρας, οὐκ ἐν ψήφοις ἀλλʼ ἐν λόγοις· ἐπεὶ τό γε ἀληθὲς οὐδέν τι μᾶλλον ταύτῃ ἔχειν.
就像不擅长玩棋的人最终会被擅长者困住,无路可走一样,他们自己最终也会被这另一种不用棋子而用言词进行的‘棋局’困住,无话可说;然而真理却决不因此而有任何改变。
λέγω δʼ εἰς τὸ παρὸν ἀποβλέψας.
我是看着眼前的现状说这番话的。
νῦν γὰρ φαίη ἄν τίς σοι λόγῳ μὲν οὐκ ἔχειν καθʼ ἕκαστον τὸ ἐρωτώμενον ἐναντιοῦσθαι, ἔργῳ δὲ ὁρᾶν, ὅσοι ἂν ἐπὶ φιλοσοφίαν ὁρμήσαντες μὴ τοῦ πεπαιδεῦσθαι ἕνεκα ἁψάμενοι νέοι ὄντες ἀπαλλάττωνται, ἀλλὰ μακρότερον ἐνδιατρίψωσιν, τοὺς μὲν πλείστους καὶ πάνυ ἀλλοκότους γιγνομένους, ἵνα μὴ παμπονήρους εἴπωμεν, τοὺς δʼ ἐπιεικεστάτους δοκοῦντας ὅμως τοῦτό γε ὑπὸ τοῦ ἐπιτηδεύματος οὗ σὺ ἐπαινεῖς πάσχοντας, ἀχρήστους ταῖς πόλεσι γιγνομένους.
因为现在有人可能会对你说,在言词上,他无法针对你提出的每个问题进行反驳,但在实际行动中,他看到凡是投身哲学的人——不是年轻时为了接受教育而接触一下就离开,而是花较长的时间在里面研习的人——他们大多数都变得极其古怪,更不用说极其邪恶了,而那些看起来最体面的人,也同样因为你所称赞的这项行业而变得对城邦毫无用处。
καὶ ἐγὼ ἀκούσας, οἴει οὖν, εἶπον, τοὺς ταῦτα λέγοντας ψεύδεσθαι;
” 我听后说:“那么,你认为说这些话的人是在撒谎吗?
οὐκ οἶδα, ἦ δʼ ὅς, ἀλλὰ τὸ σοὶ δοκοῦν ἡδέως ἂν ἀκούοιμι.
” “我不知道,”他说,“但我很想听听你的看法。
ἀκούοις ἂν ὅτι ἔμοιγε φαίνονται τἀληθῆ λέγειν.
” “那你将听到,在我看来,他们说的是真话。
πῶς οὖν, ἔφη, εὖ ἔχει λέγειν ὅτι οὐ πρότερον κακῶν παύσονται αἱ πόλεις, πρὶν ἂν ἐν αὐταῖς οἱ φιλόσοφοι ἄρξωσιν, οὓς ἀχρήστους ὁμολογοῦμεν αὐταῖς εἶναι;
” “那么,”他说,“既然我们承认哲学家对城邦是无用的,怎么还能说‘除非哲学家在城邦中统治,否则城邦就不能从痛苦中解脱出来’是正确的呢?
ἐρωτᾷς, ἦν δʼ ἐγώ, ἐρώτημα δεόμενον ἀποκρίσεως διʼ εἰκόνος λεγομένης.
” “你问的,”我说,“是一个需要通过比喻来回答的问题。
σὺ δέ γε, ἔφη, οἶμαι οὐκ εἴωθας διʼ εἰκόνων λέγειν.
” “而你,”他说,“我想是不习惯用比喻说话的! ”