§6.484οἱ μὲν δὴ φιλόσοφοι, ἦν δʼ ἐγώ, ὦ Γλαύκων, καὶ οἱ μὴ διὰ μακροῦ τινος διεξελθόντες λόγου μόγις πως ἀνεφάνησαν οἵ εἰσιν ἑκάτεροι.
“因此,格劳孔,”我说,“经过相当长的讨论,哲学家和那些非哲学家终于费了些力气显露出了各自是谁。
ἴσως γάρ, ἔφη, διὰ βραχέος οὐ ῥᾴδιον.
” “因为也许,”他说,“通过简短的讨论是不容易的。
οὐ φαίνεται, εἶπον· ἐμοὶ γοῦν ἔτι δοκεῖ ἂν βελτιόνως φανῆναι εἰ περὶ τούτου μόνου ἔδει ῥηθῆναι, καὶ μὴ πολλὰ τὰ λοιπὰ διελθεῖν μέλλοντι κατόψεσθαι τί διαφέρει βίος δίκαιος ἀδίκου.
” “看来如此,”我说,“至少在我看来,如果我们只需要讨论这一个问题,而不必为了看清正义的生活与非正义的生活有何不同而讨论许多剩下的问题,那么这一点还会显露得更好。
τί οὖν, ἔφη, τὸ μετὰ τοῦτο ἡμῖν;
” “那么,”他说,“我们接下来的步骤是什么?
τί δʼ ἄλλο, ἦν δʼ ἐγώ, ἢ τὸ ἑξῆς; ἐπειδὴ φιλόσοφοι μὲν οἱ τοῦ ἀεὶ κατὰ ταὐτὰ ὡσαύτως ἔχοντος δυνάμενοι ἐφάπτεσθαι, οἱ δὲ μὴ ἀλλʼ ἐν πολλοῖς καὶ παντοίως ἴσχουσιν πλανώμενοι οὐ φιλόσοφοι, ποτέρους δὴ δεῖ πόλεως ἡγεμόνας εἶναι;
” “除了接下来的事情,还能有什么呢?
πῶς οὖν λέγοντες ἂν αὐτό, ἔφη, μετρίως λέγοιμεν;
”我说,“既然哲学家是那些能够触及那总是以同样的方式保持同样状态之物的人,而那些不能触及、却在许多以各种方式存在的事物中游移的人不是哲学家,那么这两者中哪一个应该成为城邦的领导者?
ὁπότεροι ἄν, ἦν δʼ ἐγώ, δυνατοὶ φαίνωνται φυλάξαι νόμους τε καὶ ἐπιτηδεύματα πόλεων, τούτους καθιστάναι φύλακας.
” “那么我们应该怎么说,”他说,“才算说得适度呢?
ὀρθῶς, ἔφη.
” “无论哪一方,”我说,“只要显现出有能力守护城邦的法律和习俗,就应该确立他们为护卫者。
τόδε δέ, ἦν δʼ ἐγώ, ἆρα δῆλον, εἴτε τυφλὸν εἴτε ὀξὺ ὁρῶντα χρὴ φύλακα τηρεῖν ὁτιοῦν;
” “对,”他说。
καὶ πῶς, ἔφη, οὐ δῆλον;
“那么这一点是否显而易见,”我说,“应该由一个瞎眼的守卫,还是一个视力敏锐的守卫来守护任何事物?
ἦ οὖν δοκοῦσί τι τυφλῶν διαφέρειν οἱ τῷ ὄντι τοῦ ὄντος ἑκάστου ἐστερημένοι τῆς γνώσεως, καὶ μηδὲν ἐναργὲς ἐν τῇ ψυχῇ ἔχοντες παράδειγμα, μηδὲ δυνάμενοι ὥσπερ γραφῆς εἰς τὸ ἀληθέστατον ἀποβλέποντες κἀκεῖσε ἀεὶ ἀναφέροντές τε καὶ θεώμενοι ὡς οἷόν τε ἀκριβέστατα, οὕτω δὴ καὶ τὰ ἐνθάδε νόμιμα καλῶν τε πέρι καὶ δικαίων καὶ ἀγαθῶν τίθεσθαί τε, ἐὰν δέῃ τίθεσθαι, καὶ τὰ κείμενα φυλάττοντες σῴζειν;
” “这怎么会不显而易见呢?
οὐ μὰ τὸν Δία, ἦ δʼ ὅς, οὐ πολύ τι διαφέρει.
”他说。
τούτους οὖν μᾶλλον φύλακας στησόμεθα ἢ τοὺς ἐγνωκότας μὲν ἕκαστον τὸ ὄν, ἐμπειρίᾳ δὲ μηδὲν ἐκείνων ἐλλείποντας μηδʼ ἐν ἄλλῳ μηδενὶ μέρει ἀρετῆς ὑστεροῦντας;
“那么,那些真正被剥夺了对每一个存在者的认识,并且在灵魂中没有任何鲜明的范本,也无法像画家那样,注视着最真实的事物并总是参照那里,尽可能精确地去观照,从而在这里确立关于美、正义和善的规矩(如果需要确立的话),并守护和保存那些已经确立的规矩的人——他们看起来与瞎眼的人有什么区别吗?
ἄτοπον μεντἄν, ἔφη, εἴη ἄλλους αἱρεῖσθαι, εἴ γε τἆλλα μὴ ἐλλείποιντο· τούτῳ γὰρ αὐτῷ σχεδόν τι τῷ μεγίστῳ ἂν προέχοιεν.
” “凭宙斯起誓,”他说,“没有什么太大的区别。
§6.485οὐκοῦν τοῦτο δὴ λέγωμεν, τίνα τρόπον οἷοί τʼ ἔσονται οἱ αὐτοὶ κἀκεῖνα καὶ ταῦτα ἔχειν;
” “那么,我们是把这些人确立为护卫者呢,还是把那些既认识了每一个存在者、在经验上不比他们差,在德性的其他任何方面也不落后的人确立为护卫者?
πάνυ μὲν οὖν.
” “如果他们在其他方面不差,那么选择其他人就太奇怪了;因为仅仅在这个最大的方面,他们就已经占了优势。
ὃ τοίνυν ἀρχόμενοι τούτου τοῦ λόγου ἐλέγομεν, τὴν φύσιν αὐτῶν πρῶτον δεῖ καταμαθεῖν· καὶ οἶμαι, ἐὰν ἐκείνην ἱκανῶς ὁμολογήσωμεν, ὁμολογήσειν καὶ ὅτι οἷοί τε ταῦτα ἔχειν οἱ αὐτοί, ὅτι τε οὐκ ἄλλους πόλεων ἡγεμόνας δεῖ εἶναι ἢ τούτους.
” “那么,我们要不要说一说,同样的人将如何能够兼具那两方面的特质?
πῶς;
” “当然要说。
τοῦτο μὲν δὴ τῶν φιλοσόφων φύσεων πέρι ὡμολογήσθω ἡμῖν ὅτι μαθήματός γε ἀεὶ ἐρῶσιν ὃ ἂν αὐτοῖς δηλοῖ ἐκείνης τῆς οὐσίας τῆς ἀεὶ οὔσης καὶ μὴ πλανωμένης ὑπὸ γενέσεως καὶ φθορᾶς.
” “那么,正如我们在讨论开始时所说的,首先必须了解他们的天性;我想,如果我们对这天性达成充分的共识,我们也会同意同样的人能够兼具这两者,而且除了他们,不应该有别的人成为城邦的领导者。
ὡμολογήσθω.
” “怎么说?
καὶ μήν, ἦν δʼ ἐγώ, καὶ ὅτι πάσης αὐτῆς, καὶ οὔτε σμικροῦ οὔτε μείζονος οὔτε τιμιωτέρου οὔτε ἀτιμοτέρου μέρους ἑκόντες ἀφίενται, ὥσπερ ἐν τοῖς πρόσθεν περί τε τῶν φιλοτίμων καὶ ἐρωτικῶν διήλθομεν.
” “关于哲学家的天性,首先让我们达成共识,即他们总是热爱那能向他们显示那永远存在、不因产生和灭亡而游移的实体的知识。
ὀρθῶς, ἔφη, λέγεις.
” “达成共识。
τόδε τοίνυν μετὰ τοῦτο σκόπει εἰ ἀνάγκη ἔχειν πρὸς τούτῳ ἐν τῇ φύσει οἳ ἂν μέλλωσιν ἔσεσθαι οἵους ἐλέγομεν.
” “而且,”我说,“他们热爱这实体的全部,并且不情愿放弃任何一部分,无论是微小的、还是巨大的,更尊贵的、还是更卑贱的,就像我们之前讨论那些爱荣誉者和爱恋者时所说的那样。
τὸ ποῖον;
” “你说得对,”他说。
τὴν ἀψεύδειαν καὶ τὸ ἑκόντας εἶναι μηδαμῇ προσδέχεσθαι τὸ ψεῦδος ἀλλὰ μισεῖν, τὴν δʼ ἀλήθειαν στέργειν.
“那么,接下来请考虑,那些要成为我们所说的那种人的人,除了这一点之外,是否还必须在天性中具有以下特质。
εἰκός γʼ, ἔφη.
” “哪种特质?
οὐ μόνον γε, ὦ φίλε, εἰκός, ἀλλὰ καὶ πᾶσα ἀνάγκη τὸν ἐρωτικῶς του φύσει ἔχοντα πᾶν τὸ συγγενές τε καὶ οἰκεῖον τῶν παιδικῶν ἀγαπᾶν.
” “不虚伪,决不情愿接受虚假而是憎恨它,并且热爱真理。
ὀρθῶς, ἔφη.
” “很自然,”他说。
ἦ οὖν οἰκειότερον σοφίᾳ τι ἀληθείας ἂν εὕροις;
“不仅自然,我的朋友,而且对于在天性上情愿挚爱某物的人来说,完全必然会热爱与所爱之人同族且相关的一切。
καὶ πῶς;
” “对,”他说。
ἦ δʼ ὅς.
“那么,你能找到比真理更与智慧相亲近的东西吗?
ἦ οὖν δυνατὸν εἶναι τὴν αὐτὴν φύσιν φιλόσοφόν τε καὶ φιλοψευδῆ;
” “怎么可能呢?
οὐδαμῶς γε.
”他说。
τὸν ἄρα τῷ ὄντι φιλομαθῆ πάσης ἀληθείας δεῖ εὐθὺς ἐκ νέου ὅτι μάλιστα ὀρέγεσθαι.
“那么,同一种天性怎么可能既是爱智的,又是爱虚假的呢?
παντελῶς γε.
” “绝不可能。
ἀλλὰ μὴν ὅτῳ γε εἰς ἕν τι αἱ ἐπιθυμίαι σφόδρα ῥέπουσιν, ἴσμεν που ὅτι εἰς τἆλλα τούτῳ ἀσθενέστεραι, ὥσπερ ῥεῦμα ἐκεῖσε ἀπωχετευμένον.
” “那么,真正爱学问的人,必须从年轻时起就尽可能强烈地追求所有的真理。
τί μήν;
” “完全如此。
ὧι δὴ πρὸς τὰ μαθήματα καὶ πᾶν τὸ τοιοῦτον ἐρρυήκασιν, περὶ τὴν τῆς ψυχῆς οἶμαι ἡδονὴν αὐτῆς καθʼ αὑτὴν εἶεν ἄν, τὰς δὲ διὰ τοῦ σώματος ἐκλείποιεν, εἰ μὴ πεπλασμένως ἀλλʼ ἀληθῶς φιλόσοφός τις εἴη.
” “但是,我们知道,凡是欲望强烈流向某一个方向的人,它们流向其他方向的力量就会变弱,就像水流被分导到那里一样。
μεγάλη ἀνάγκη.
” “当然。
σώφρων μὴν ὅ γε τοιοῦτος καὶ οὐδαμῇ φιλοχρήματος·
” “那么,对于那些欲望已经流向学问和所有这类事物的人来说,我想,他们会关注灵魂自身依靠自身的快乐,而放弃通过身体的快乐,如果他不是一个虚假的而是一个真正的哲学家的话。
ὧν γὰρ ἕνεκα χρήματα μετὰ πολλῆς δαπάνης σπουδάζεται, ἄλλῳ τινὶ μᾶλλον ἢ τούτῳ προσήκει σπουδάζειν.
” “非常必然。
οὕτω.
” “此外,这样的人是节制的,绝不爱钱财;因为那些需要花费巨资去追求钱财的事物,对其他任何人来说都比对他更值得热心追求。 ” “是的。 ”