§5.479τούτων δὴ ὑποκειμένων λεγέτω μοι, φήσω, καὶ ἀποκρινέσθω ὁ χρηστὸς ὃς αὐτὸ μὲν καλὸν καὶ ἰδέαν τινὰ αὐτοῦ κάλλους μηδεμίαν ἡγεῖται ἀεὶ μὲν κατὰ ταὐτὰ ὡσαύτως ἔχουσαν, πολλὰ δὲ τὰ καλὰ νομίζει, ἐκεῖνος ὁ φιλοθεάμων καὶ οὐδαμῇ ἀνεχόμενος ἄν τις ἓν τὸ καλὸν φῇ εἶναι καὶ δίκαιον καὶ τἆλλα οὕτω.
“既然这些已经作为前提,”我会说,“让那位好人对我说,并回答我的问题:那位不认为有美本身或任何美本身的理念(它总是以同样的方式保持同样的状态),却相信有许多美的事物的人,也就是那位绝不能容忍有人说美是一、正义是一以及其他事物也是如此的爱看戏者。
τούτων γὰρ δή, ὦ ἄριστε, φήσομεν, τῶν πολλῶν καλῶν μῶν τι ἔστιν ὃ οὐκ αἰσχρὸν φανήσεται;
“因为,我的好朋友,”我们将说,“在这些许多美的事物中,难道有什么不会显现为丑吗?
καὶ τῶν δικαίων, ὃ οὐκ ἄδικον;
在许多正义的事物中,难道有什么不会显现为非正义吗?
καὶ τῶν ὁσίων, ὃ οὐκ ἀνόσιον;
在许多神圣的事物中,难道有什么不会显现为不神圣吗?
οὔκ, ἀλλʼ ἀνάγκη, ἔφη, καὶ καλά πως αὐτὰ καὶ αἰσχρὰ φανῆναι, καὶ ὅσα ἄλλα ἐρωτᾷς.
” “不,这是必然的,”他说,“它们必定在某种程度上显现为既美又丑,你所问的其他所有事物也是如此。
τί δὲ τὰ πολλὰ διπλάσια;
”“那么许多双倍的东西呢?
ἧττόν τι ἡμίσεα ἢ διπλάσια φαίνεται;
它们显现为一半,难道不比显现为双倍少吗?
οὐδέν.
”“一点也不。
καὶ μεγάλα δὴ καὶ σμικρὰ καὶ κοῦφα καὶ βαρέα μή τι μᾶλλον ἃ ἂν φήσωμεν, ταῦτα προσρηθήσεται ἢ τἀναντία;
”“而那些我们称为大和小、轻和重的东西,难道它们被称为这些名字,会比被称为它们的相反名字更多吗?
οὔκ, ἀλλʼ ἀεί, ἔφη, ἕκαστον ἀμφοτέρων ἕξεται.
”“不,相反,”他说,“每一个事物将总是兼具两者的性质。
πότερον οὖν ἔστι μᾶλλον ἢ οὐκ ἔστιν ἕκαστον τῶν πολλῶν τοῦτο ὃ ἄν τις φῇ αὐτὸ εἶναι;
”“那么,这许多事物中的每一个,难道它更存在,还是更不存在,就像人们说它是的那种东西一样?
τοῖς ἐν ταῖς ἑστιάσεσιν, ἔφη, ἐπαμφοτερίζουσιν ἔοικεν, καὶ τῷ τῶν παίδων αἰνίγματι τῷ περὶ τοῦ εὐνούχου, τῆς βολῆς πέρι τῆς νυκτερίδος, ᾧ καὶ ἐφʼ οὗ αὐτὸν αὐτὴν αἰνίττονται βαλεῖν· καὶ γὰρ ταῦτα ἐπαμφοτερίζειν, καὶ οὔτʼ εἶναι οὔτε μὴ εἶναι οὐδὲν αὐτῶν δυνατὸν παγίως νοῆσαι, οὔτε ἀμφότερα οὔτε οὐδέτερον.
”“这就像宴席上那些双关的笑话,”他说, “也像孩子们关于宦官打蝙蝠的那个谜语——关于他用什么打、蝙蝠停在什么上面,他们用这个来设谜;因为这些事物也是双关的,对于它们中的任何一个,都不可能固定地理解为存在,或理解为不存在,或者既存在又存在,或者既非存在又非不存在。
ἔχεις οὖν αὐτοῖς, ἦν δʼ ἐγώ, ὅτι χρήσῃ, ἢ ὅποι θήσεις καλλίω θέσιν τῆς μεταξὺ οὐσίας τε καὶ τοῦ μὴ εἶναι;
”“那么,”我说,“你知道该怎么对待它们,或者能把它们安置在比存在与不存在之间的中间地带更好的位置吗?
οὔτε γάρ που σκοτωδέστερα μὴ ὄντος πρὸς τὸ μᾶλλον μὴ εἶναι φανήσεται, οὔτε φανότερα ὄντος πρὸς τὸ μᾶλλον εἶναι.
因为它们既不会显现得比不存在者更暗,以致更不存在,也不可能显现得比存在者更亮,以致更存在。
ἀληθέστατα, ἔφη.
”“极对,”他说。
ηὑρήκαμεν ἄρα, ὡς ἔοικεν, ὅτι τὰ τῶν πολλῶν πολλὰ νόμιμα καλοῦ τε πέρι καὶ τῶν ἄλλων μεταξύ που κυλινδεῖται τοῦ τε μὴ ὄντος καὶ τοῦ ὄντος εἰλικρινῶς.
“那么看来我们已经发现,许多人关于美以及其他事物的许多流俗见解,正介于不存在与纯粹存在之间的某处游移。
ηὑρήκαμεν.
”“我们发现了。
προωμολογήσαμεν δέ γε, εἴ τι τοιοῦτον φανείη, δοξαστὸν αὐτὸ ἀλλʼ οὐ γνωστὸν δεῖν λέγεσθαι, τῇ μεταξὺ δυνάμει τὸ μεταξὺ πλανητὸν ἁλισκόμενον.
”“而我们事先已经同意,如果有什么这样的东西显现出来,它应当被称为被意见者,而不是被认识者,这个在中间游荡的东西将被中间的能力所捕获。
ὡμολογήκαμεν.
”“我们同意了。
τοὺς ἄρα πολλὰ καλὰ θεωμένους, αὐτὸ δὲ τὸ καλὸν μὴ ὁρῶντας μηδʼ ἄλλῳ ἐπʼ αὐτὸ ἄγοντι δυναμένους ἕπεσθαι, καὶ πολλὰ δίκαια, αὐτὸ δὲ τὸ δίκαιον μή, καὶ πάντα οὕτω, δοξάζειν φήσομεν ἅπαντα, γιγνώσκειν δὲ ὧν δοξάζουσιν οὐδέν.
” “那么,对于那些观看许多美的事物、却看不见美本身,也无法跟随引导他们走向美本身的人,以及那些观看许多正义的事物、却看不见正义本身,而其他一切也是如此的人,我们要说他们对所有这些事物都有意见,但对他们产生意见的事物却一无所知。
ἀνάγκη, ἔφη.
”“必然如此,”他说。
τί δὲ αὖ τοὺς αὐτὰ ἕκαστα θεωμένους καὶ ἀεὶ κατὰ ταὐτὰ ὡσαύτως ὄντα;
“相反,那些观看每一个事物本身,即那些总是以同样的方式保持同样状态的事物的人呢?
ἆρʼ οὐ γιγνώσκειν ἀλλʼ οὐ δοξάζειν;
他们难道不是认识,而不是产生意见吗?
ἀνάγκη καὶ ταῦτα.
”“这也是必然的。
§5.480οὐκοῦν καὶ ἀσπάζεσθαί τε καὶ φιλεῖν τούτους μὲν ταῦτα φήσομεν ἐφʼ οἷς γνῶσίς ἐστιν, ἐκείνους δὲ ἐφʼ οἷς δόξα;
” “那么,我们是不是要说,后者欢迎并喜爱认识所针对的事物,而前者欢迎并喜爱意见所针对的事物?
ἢ οὐ μνημονεύομεν ὅτι φωνάς τε καὶ χρόας καλὰς καὶ τὰ τοιαῦτʼ ἔφαμεν τούτους φιλεῖν τε καὶ θεᾶσθαι, αὐτὸ δὲ τὸ καλὸν οὐδʼ ἀνέχεσθαι ὥς τι ὄν;
难道我们不记得,我们曾说过他们喜爱并观看美丽的聲音、色彩及这类事物,但绝不能容忍美本身作为某种存在的东西吗?
μεμνήμεθα.
”“我们记得。
μὴ οὖν τι πλημμελήσομεν φιλοδόξους καλοῦντες αὐτοὺς μᾶλλον ἢ φιλοσόφους;
”“那么,如果我们称他们为爱意见者,而不是爱智者,我们会犯什么错误吗?
καὶ ἆρα ἡμῖν σφόδρα χαλεπανοῦσιν ἂν οὕτω λέγωμεν;
如果我们这样说,他们会非常生我们的气吗?
οὔκ, ἄν γέ μοι πείθωνται, ἔφη· τῷ γὰρ ἀληθεῖ χαλεπαίνειν οὐ θέμις.
”“不,如果他们听我的话,”他说,“因为对真理生气是不合天理的。
τοὺς αὐτὸ ἄρα ἕκαστον τὸ ὂν ἀσπαζομένους φιλοσόφους ἀλλʼ οὐ φιλοδόξους κλητέον;
”“那么,那些欢迎每一个存在的事物本身的人,我们应当称他们为爱智者,而不是爱意见者,对吗?
παντάπασι μὲν οὖν.
”“完全如此。 ”