Humanitext Reader

柏拉图 · 理想国 §5.477-5.478

将意见定义为介于知识与无知之间的中介

第 82 段,共 153 段 · 希腊语

内容简介

苏格拉底与格劳孔将“意见”定义为介于知识(针对存在者)与无知(针对不存在者)之间的中介,对应于“存在且不存在者”,并探讨了使这些功能成为可能的精神“能力”的本质。

§5.477ὄν·
“存在的东西。
πῶς γὰρ ἂν μὴ ὄν γέ τι γνωσθείη;
因为,不存在的东西怎么能被认识呢?
ἱκανῶς οὖν τοῦτο ἔχομεν, κἂν εἰ πλεοναχῇ σκοποῖμεν, ὅτι τὸ μὲν παντελῶς ὂν παντελῶς γνωστόν, μὴ ὂν δὲ μηδαμῇ πάντῃ ἄγνωστον;
” “那么,即使我们从多方面来考察,我们是否也已经充分掌握了这一点:完全存在的东西是完全可知的,而绝不存在的东西是完全不可知的?
ἱκανώτατα.
” “非常充分。
εἶεν·
” “好。
εἰ δὲ δή τι οὕτως ἔχει ὡς εἶναί τε καὶ μὴ εἶναι, οὐ μεταξὺ ἂν κέοιτο τοῦ εἰλικρινῶς ὄντος καὶ τοῦ αὖ μηδαμῇ ὄντος;
如果有什么东西处于既存在又不存在的状态,它难道不应该处于纯粹存在的东西与绝不存在的东西之间吗?
μεταξύ.
” “在它们之间。
οὐκοῦν ἐπὶ μὲν τῷ ὄντι γνῶσις ἦν, ἀγνωσία δʼ ἐξ ἀνάγκης ἐπὶ μὴ ὄντι, ἐπὶ δὲ τῷ μεταξὺ τούτῳ μεταξύ τι καὶ ζητητέον ἀγνοίας τε καὶ ἐπιστήμης, εἴ τι τυγχάνει ὂν τοιοῦτον;
” “因此,既然对于存在者有知识,对于非存在者必然有无知,那么对于这个介于两者之间的东西,如果确实有这样一种东西存在,是不是也应该寻找介于无知与知识之间的某种东西呢?
πάνυ μὲν οὖν.
” “完全如此。
ἆρʼ οὖν λέγομέν τι δόξαν εἶναι;
” “那么,我们是不是说存在着某种被称为‘意见’的东西?
πῶς γὰρ οὔ;
” “怎么会不呢?
πότερον ἄλλην δύναμιν ἐπιστήμης ἢ τὴν αὐτήν;
” “它是与知识不同的一种能力,还是相同的能力?
ἄλλην.
” “不同的能力。
ἐπʼ ἄλλῳ ἄρα τέτακται δόξα καὶ ἐπʼ ἄλλῳ ἐπιστήμη, κατὰ τὴν δύναμιν ἑκατέρα τὴν αὑτῆς.
” “因此,意见被安置在不同的事物上,知识也安置在不同的事物上,各自依据其自身的能力。
οὕτω.
” “是的。
οὐκοῦν ἐπιστήμη μὲν ἐπὶ τῷ ὄντι πέφυκε, γνῶναι ὡς ἔστι τὸ ὄν;
” “那么,知识难道不是本性上针对存在者,去认识存在者是如何存在的吗?
—μᾶλλον δὲ ὧδέ μοι δοκεῖ πρότερον ἀναγκαῖον εἶναι διελέσθαι.
——或者更确切地说,在我看来,先进行这样的区分是必要的。
πῶς;
” “怎么区分?
φήσομεν δυνάμεις εἶναι γένος τι τῶν ὄντων, αἷς δὴ καὶ ἡμεῖς δυνάμεθα ἃ δυνάμεθα καὶ ἄλλο πᾶν ὅτι περ ἂν δύνηται, οἷον λέγω ὄψιν καὶ ἀκοὴν τῶν δυνάμεων εἶναι, εἰ ἄρα μανθάνεις ὃ βούλομαι λέγειν τὸ εἶδος.
” “我们要不要说,‘能力’是存在者中的一个类别,凭借它们,我们能够做我们所能做的事,其他所有事物也能够做其所能做的事?
ἀλλὰ μανθάνω, ἔφη.
例如,我把视觉和听觉称为能力,如果你理解了我所说的那种‘类型’的话。
ἄκουσον δὴ ὅ μοι φαίνεται περὶ αὐτῶν.
” “我理解了,”他说。
δυνάμεως γὰρ ἐγὼ οὔτε τινὰ χρόαν ὁρῶ οὔτε σχῆμα οὔτε τι τῶν τοιούτων οἷον καὶ ἄλλων πολλῶν, πρὸς ἃ ἀποβλέπων ἔνια διορίζομαι παρʼ ἐμαυτῷ τὰ μὲν ἄλλα εἶναι, τὰ δὲ ἄλλα·
“那么听听我对它们的看法吧。
δυνάμεως δʼ εἰς ἐκεῖνο μόνον βλέπω ἐφʼ ᾧ τε ἔστι καὶ ὃ ἀπεργάζεται, καὶ ταύτῃ ἑκάστην αὐτῶν δύναμιν ἐκάλεσα, καὶ τὴν μὲν ἐπὶ τῷ αὐτῷ τεταγμένην καὶ τὸ αὐτὸ ἀπεργαζομένην τὴν αὐτὴν καλῶ, τὴν δὲ ἐπὶ ἑτέρῳ καὶ ἕτερον ἀπεργαζομένην ἄλλην.
因为对于一种能力,我既看不见任何颜色,也看不见形状,也看不见在许多其他事物中所能见到的任何这类特征——对于那些事物,我可以看着它们,并在心里区分这是这一种,那是那一种。
τί δὲ σύ;
但对于能力,我只看它所针对的是什么,以及它所产生的是什么效果,并因此把它们各自称为‘能力’。
πῶς ποιεῖς;
凡是针对相同的事物并产生相同效果的,我就称为‘相同的能力’;针对不同的事物并产生不同效果的,我就称为‘不同的能力’。
οὕτως, ἔφη.
那么你呢?
δεῦρο δὴ πάλιν, ἦν δʼ ἐγώ, ὦ ἄριστε.
你又是怎么做的?
ἐπιστήμην πότερον δύναμίν τινα φῂς εἶναι αὐτήν, ἢ εἰς τί γένος τιθεῖς;
” “也是这样,”他说。
εἰς τοῦτο, ἔφη, πασῶν γε δυνάμεων ἐρρωμενεστάτην.
“那么再回到这里吧,我的好朋友,”我说。
τί δέ, δόξαν εἰς δύναμιν ἢ εἰς ἄλλο εἶδος οἴσομεν;
“对于知识,你认为它本身是一种能力,还是把它归入哪一个类别呢?
οὐδαμῶς, ἔφη·
” “归入这个类别,”他说,“它是所有能力中最强有力的一种。
ᾧ γὰρ δοξάζειν δυνάμεθα, οὐκ ἄλλο τι ἢ δόξα ἐστίν.
” “那么对于意见呢?
ἀλλὰ μὲν δὴ ὀλίγον γε πρότερον ὡμολόγεις μὴ τὸ αὐτὸ εἶναι ἐπιστήμην τε καὶ δόξαν.
我们是把它归入能力,还是归入其他类型?
πῶς γὰρ ἄν, ἔφη, τό γε ἀναμάρτητον τῷ μὴ ἀναμαρτήτῳ ταὐτόν τις νοῦν ἔχων τιθείη;
” “绝非其他,”他说;“因为我们赖以产生意见的东西,不外乎就是意见本身。
§5.478καλῶς, ἦν δʼ ἐγώ, καὶ δῆλον ὅτι ἕτερον ἐπιστήμης δόξα ὁμολογεῖται ἡμῖν.
” “但是就在不久之前,你还同意知识和意见并不是同一回事。
ἕτερον.
” “怎么会呢,”他说,“任何有理性的人,怎能把不犯错误的东西与会犯错误的东西看作是同一回事呢?
ἐφʼ ἑτέρῳ ἄρα ἕτερόν τι δυναμένη ἑκατέρα αὐτῶν πέφυκεν;
” “很好,”我说,“显然,意见与知识是不同的,这一点我们已经达成了共识。
ἀνάγκη.
” “不同。
ἐπιστήμη μέν γέ που ἐπὶ τῷ ὄντι, τὸ ὂν γνῶναι ὡς ἔχει;
” “那么,它们各自在本性上针对不同的事物,具有不同的能力,对吗?
ναί.
” “必然如此。
δόξα δέ, φαμέν, δοξάζειν;
” “知识大概是针对存在者的,去认识存在者是如何存在的吧?
ναί.
” “是的。
ἦ ταὐτὸν ὅπερ ἐπιστήμη γιγνώσκει;
” “而意见,我们说,是产生意见,对吗?
καὶ ἔσται γνωστόν τε καὶ δοξαστὸν τὸ αὐτό;
” “是的。
ἢ ἀδύνατον;
” “它与知识所认识的是同一事物吗?
ἀδύνατον, ἔφη, ἐκ τῶν ὡμολογημένων·
被认识者与被意见者会是同一事物吗?
εἴπερ ἐπʼ ἄλλῳ ἄλλη δύναμις πέφυκεν, δυνάμεις δὲ ἀμφότεραί ἐστον, δόξα τε καὶ ἐπιστήμη, ἄλλη δὲ ἑκατέρα, ὥς φαμεν, ἐκ τούτων δὴ οὐκ ἐγχωρεῖ γνωστὸν καὶ δοξαστὸν ταὐτὸν εἶναι.
还是说这是不可能的?
οὐκοῦν εἰ τὸ ὂν γνωστόν, ἄλλο τι ἂν δοξαστὸν ἢ τὸ ὂν εἴη;
” “是不可能的,”他说,“根据我们已经同意的。
ἄλλο.
既然不同的能力在本性上针对不同的事物,而这两者——意见和知识——都是能力,且如我们所说,各自是不同的能力,那么由此显然不能容许被认识者与被意见者是同一事物。
ἆρʼ οὖν τὸ μὴ ὂν δοξάζει;
” “因此,如果存在者是可知的,那么被意见者就应该是存在者以外的某种东西吧?
ἢ ἀδύνατον καὶ δοξάσαι τό γε μὴ ὄν;
” “是某种别的东物。
ἐννόει δέ.
” “那么,意见是针对不存在者的吗?
οὐχ ὁ δοξάζων ἐπὶ τὶ φέρει τὴν δόξαν;
还是说,针对绝不存在者甚至连产生意见都不可能?
ἢ οἷόν τε αὖ δοξάζειν μέν, δοξάζειν δὲ μηδέν;
想想看。
ἀδύνατον.
产生意见的人,不都是把意见指向某样东西吗?
ἀλλʼ ἕν γέ τι δοξάζει ὁ δοξάζων;
或者,反过来说,有没有可能虽然产生了意见,却什么意见也没指向?
ναί.
” “不可能。
ἀλλὰ μὴν μὴ ὄν γε οὐχ ἕν τι ἀλλὰ μηδὲν ὀρθότατʼ ἂν προσαγορεύοιτο;
” “但产生意见的人至少是在对某一个东西产生意见吧?
πάνυ γε.
” “是的。
μὴ ὄντι μὴν ἄγνοιαν ἐξ ἀνάγκης ἀπέδομεν, ὄντι δὲ γνῶσιν;
” “然而,不存在者不能被称为某一个东西,而最正确地应该被称为‘无’,对吗?
ὀρθῶς, ἔφη.
” “完全对。
οὐκ ἄρα ὂν οὐδὲ μὴ ὂν δοξάζει;
” “但是我们不是必然地把无知归于不存在者,把知识归于存在者了吗?
οὐ γάρ.
” “说得很对,”他说。
οὔτε ἄρα ἄγνοια οὔτε γνῶσις δόξα ἂν εἴη;
“那么,意见既不是针对存在者,也不是针对不存在者的了?
οὐκ ἔοικεν.
” “确实不是。
ἄρʼ οὖν ἐκτὸς τούτων ἐστίν, ὑπερβαίνουσα ἢ γνῶσιν σαφηνείᾳ ἢ ἄγνοιαν ἀσαφείᾳ;
” “那么,意见既不可能是无知,也不可能是知识了?
οὐδέτερα.
” “看起来不像。
ἀλλʼ ἆρα, ἦν δʼ ἐγώ, γνώσεως μέν σοι φαίνεται δόξα σκοτωδέστερον, ἀγνοίας δὲ φανότερον;
” “那么,它是超出了这些范围,在明晰性上超过了知识,或者在不显明性上超过(低于)了无知吗?
καὶ πολύ γε, ἔφη.
” “都不是。
ἐντὸς δʼ ἀμφοῖν κεῖται;
” “那么,”我说,“在你看来,意见是比知识更暗,而比无知更明亮吗?
ναί.
” “确实如此,而且程度深得多,”他说。
μεταξὺ ἄρα ἂν εἴη τούτοιν δόξα.
“它落在这两者的范围之内吗?
κομιδῇ μὲν οὖν.
” “是的。
οὐκοῦν ἔφαμεν ἐν τοῖς πρόσθεν, εἴ τι φανείη οἷον ἅμα ὄν τε καὶ μὴ ὄν, τὸ τοιοῦτον μεταξὺ κεῖσθαι τοῦ εἰλικρινῶς ὄντος τε καὶ τοῦ πάντως μὴ ὄντος, καὶ οὔτε ἐπιστήμην οὔτε ἄγνοιαν ἐπʼ αὐτῷ ἔσεσθαι, ἀλλὰ τὸ μεταξὺ αὖ φανὲν ἀγνοίας καὶ ἐπιστήμης;
” “那么,意见应当介于这两者之间了?
ὀρθῶς.
” “完全如此。
νῦν δέ γε πέφανται μεταξὺ τούτοιν ὃ δὴ καλοῦμεν δόξαν;
” “那么,我们之前不是说过吗,如果有什么东西显现为既存在又不存在,这种东西就应该介于纯粹存在与完全不存在之间,针对它的既不会是知识也不会是无知,而应当是介于无知与知识之间显现出的某种东西?
πέφανται.
” “说得很对。
ἐκεῖνο δὴ λείποιτʼ ἂν ἡμῖν εὑρεῖν, ὡς ἔοικε, τὸ ἀμφοτέρων μετέχον, τοῦ εἶναί τε καὶ μὴ εἶναι, καὶ οὐδέτερον εἰλικρινὲς ὀρθῶς ἂν προσαγορευόμενον, ἵνα, ἐὰν φανῇ, δοξαστὸν αὐτὸ εἶναι ἐν δίκῃ προσαγορεύωμεν, τοῖς μὲν ἄκροις τὰ ἄκρα, τοῖς δὲ μεταξὺ τὰ μεταξὺ ἀποδιδόντες.
” “而现在,我们所称为‘意见’的东西,不正已经显现为介于这两者之间了吗?
ἢ οὐχ οὕτως;
” “显现出来了。
οὕτω.
” “那么,看来我们剩下要寻找的,就是那个分有这两者——存在与不存在——的东西,而且它不能被正确地单单称为其中任何一种纯粹的东西。 这样,如果它显现出来,我们就可以公正地称它为被意见者,把两极归于两极,把中介归于中介。 难道不是这样吗? ” “正是这样。 ”

词汇与语法注释

  1. 477aἔχομεν — 此处的动词 ἔχω 并非指简单的物理占有,而是指在理智上确凿地“掌握”或“确信”某一概念或命题。让步条件从句 κἂν εἰ πλεοναχῇ σκοποῖμεν(即使我们从多方面加以考察)进一步强调了这种理解的确定性。
  2. 477cαἷς δὴ καὶ ἡμεῖς δυνάμεθα ἃ δυνάμεθα — 与格关系代词 αἷς 指代先行词 δυνάμεις(能力),充当工具与格(“凭借它们”)。后半句 ἃ δυνάμεθα 中,通常作为不及物动词使用的 δυνάμεθα 支配着作宾格的关系代词 ἃ(同族宾格或指代“所能做的事”),形成了“我们(凭这些能力)得以做我们所能做的事”这一句式结构。
  3. 477dἐφʼ ᾧ τε ἔστι καὶ ὃ ἀπεργάζεται — 此句简明地展示了柏拉图界定“能力”(δύναμις)的两个独创标准。介词短语 ἐφʼ ᾧ(ἐπί + 与格)表示“它所针对或面向的对象(对象)”,而另一个短语 ὃ ἀπεργάζεται(直接宾语宾格 + 动词)则表示“它所能产生或达成的效果(功能/成果)”。接下来的论述将说明,能力仅凭这两点来定义。

引用这一段

柏拉图, 理想国 §5.477-5.478. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg030.humanitext-grc2:5.477-5.478

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。